- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:266.1-267.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯阐释了亚里士多德关于相反意见的第六篇也是最难反驳的论证(比较具有确定基体与不确定基体的命题对,23b32),依据不确定谓词不存在相反形式而提出反驳,并评析了亚历山大所记载的文本异文。
" Ἔτι ὁμοίως ἔχει ἡ τοῦ ἀγαθοῦ ὅτι ἀγαθὸν καὶ ἡ τοῦ μὴ ἀγαθοῦ ὅτι οὐκ ἀγαθόν, καὶ πρὸς ταύταις ἡ τοῦ ἀγαθοῦ ὅτι οὐκ ἀγαθὸν καὶ ἡ τοῦ μὴ ἀγαθοῦ ὅτι ἀγαθόν. τῇ οὖν τοῦ μὴ ἀγαθοῦ ὅτι οὐκ ἀγαθὸν ἀληθεῖ οὔσῃ δόξῃ τίς ἂν εἴη ἐναντία; οὐ γὰρ δὴ ἡ λέγουσα ὅτι κακόν (ἅμα γὰρ ἄν ποτε εἴη ἀληθής, οὐδέποτε δὲ ἀληθὴς ἀληθεῖ ἐναντία· ἔστι γάρ τι μὴ ἀγαθὸν κακόν, ὥστε ἐνδέχεται ἅμα ἀληθεῖς εἶναι), οὐδ’ αὖ ἡ ὅτι οὐ κακόν (ἀληθὴς γὰρ αὕτη· ἅμα γὰρ καὶ ταῦτα ἂν εἴη)· λείπεται οὖν τῇ τοῦ μὴ ἀγαθοῦ ὅτι οὐκ ἀγαθὸν ἐναντία ἡ τοῦ μὴ ἀγαθοῦ ὅτι ἀγαθόν· ψευδὴς γὰρ αὕτη. ὥστε καὶ ἡ τοῦ ἀγαθοῦ ὅτι οὐκ ἀγαθὸν τῇ τοῦ ἀγαθοῦ ὅτι ἀγαθόν." Ἔσχατόν ἐστι τοῦτο καὶ δυσαντιβλεπτότατον τῶν πρὸς τὸ πρόβλημα ἐπιχειρημάτων, ὃ κατὰ τόνδε προάγεται τὸν τρόπον. δύο λαμβάνει τοῦ ἀγαθοῦ ἀντιφάσεις, τὴν μὲν ὡρισμένῳ τὴν δὲ ἀορίστῳ χρωμένην τῷ ὑποκειμένῳ, ‘τὸ ἀγαθὸν ἀγαθόν — τὸ ἀγαθὸν οὐκ ἀγαθόν, τὸ μὴ ἀγαθὸν ἀγαθόν — τὸ μὴ ἀγαθὸν οὐκ ἀγαθόν’, καὶ ἀξιοῖ ὡς ἔχει ἡ ἀληθὴς ἀπόφασις πρὸς τὴν ἀντικειμένην αὐτῇ ψευδῆ κατάφασιν, οὕτως ἔχειν τὴν ἀληθῆ κατάφασιν πρὸς τὴν ἀντικειμένην αὐτῇ ψευδῆ ἀπόφασιν,1 τοῦτ’ ἔστιν ὡς ἡ ‘τὸ μὴ ἀγαθὸν οὐκ ἀγαθόν’ πρὸς τὴν ‘τὸ μὴ ἀγαθὸν ἀγαθόν’, οὕτως τὴν ‘τὸ ἀγαθὸν ἀγαθόν’ πρὸς τὴν ‘τὸ ἀγαθὸν οὐκ ἀγαθόν’. εἶτα παραβαλὼν τὴν ἀληθῆ ἀπόφασιν πρὸς ἄμφω τὰς προτάσεις τῆς ἀντιφάσεως τῆς τὸ κακὸν κατηγορούσης κατὰ τοῦ αὐτοῦ ὑποκειμένου, τοῦτ’ ἔστι τοῦ μὴ ἀγαθοῦ, τὴν ‘τὸ μὴ ἀγαθὸν κακόν’ καὶ ‘τὸ μὴ ἀγαθὸν οὐ κακόν’ δείκνυσιν αὐτὴν πρὸς οὐδετέραν αὐτῶν ἐναντίαν οὖσαν· συνᾴδει γὰρ τῇ μὲν λεγούσῃ ‘τὸ οὐκ ἀγαθὸν κακόν’ ἐπὶ τῆς μοχθηρᾶς ἕξεως, τῇ δὲ λεγούσῃ ‘τὸ οὐκ ἀγαθὸν οὐ κακόν’ ἐπί τε τῆς μέσης καὶ τῶν μηδετέρου τῶν ἄκρων πεφυκότων μετέχειν,2 οἷον λίθου ἢ ξύλου· ἐπὶ τούτων γὰρ τό τε μὴ ἀγαθὸν καὶ τὸ μὴ κακὸν ἀληθές. τὰς δὲ συναδούσας ἀδύνατον ἐναντίας εἶναι, καθάπερ οὐδὲ τὰς ἐναντίας οἷόν τε συναληθεύειν, ὡς ἔκ τε τῆς ἐναργείας δῆλον καὶ αὐτὸς κατασκευάσει πρὸς αὐτῷ τῷ πέρατι τῆς προκειμένης πραγματείας. εἰ τοίνυν τῇ τὸ μὴ ἀγαθὸν οὐκ εἶναι ἀγαθὸν ἀληθῶς λεγούσῃ δόξῃ οὔτε ἡ λέγουσα ‘τὸ οὐκ ἀγαθὸν κακόν’ ἐναντία οὔτε ἡ λέγουσα ‘τὸ οὐκ ἀγαθὸν οὐ κακόν’, ἀλλὰ μόνη ἡ ἀντιφάσκουσα πρὸς αὐτὴν ἡ λέγουσα ‘τὸ μὴ ἀγαθὸν ἀγαθόν’, καὶ τῇ λεγούσῃ ἄρα ὅτι τὸ ἀγαθὸν ἀγαθὸν καταφάσει οὐ μάχεται μὲν οὔτε ἡ λέγουσα ‘τὸ ἀγαθὸν κακόν’ οὔτε ἡ λέγουσα ‘τὸ ἀγαθὸν οὐ κακόν’, μόνη δὲ καὶ ταύτῃ ἐναντία ἔσται ἡ ἀντιφάσκουσα πρὸς αὐτὴν ἡ λέγουσα ‘τὸ ἀγαθὸν οὐκ ἀγαθόν’. τοῦτο δὲ ἦν ὅπερ προέκειτο δεῖξαι. ῥητέον μέντοι καὶ πρὸς ταύτην τὴν ἐπιχείρησιν ὅτι τῇ μὲν λεγούσῃ ‘τὸ μὴ ἀγαθὸν οὐκ ἀγαθόν’ ἀποφάσει οὔσῃ καὶ διὰ τοῦτο τὸν κατηγορούμενον ἀόριστον ἐχούσῃ κατ’ ἀντίφασιν μὲν μαχομένην πρότασιν εὑρεῖν εὐπετές, ἐναντίον δέ τι καταφάσκουσαν εὑρεῖν ἀδύνατον· οὐ γὰρ ἔστι τῷ ἀορίστῳ ἐναντίον οὐδέν, εἴπερ τὰ ἐναντία εἴδη χρὴ εἶναι τὴν πλείστην ἀλλήλων διάστασιν ἀφεστηκότα, στερήσεις δέ τινες καὶ οὐκ εἴδη τὸ οὐκ ἀγαθὸν καὶ οὐ λευκόν. μὴ οὔσης οὖν τῆς τὸ ἐναντίον αὐτῇ καταφῆσαι δυναμένης τὴν ἀντιφατικῶς αὐτῇ μαχομένην ἠγαπήσαμεν ἀντιθεῖναι. τῇ μέντοι ‘τὸ ἀγαθὸν ἀγαθόν’ φασκούσῃ οὐ μόνον ἡ ἀπόφασις αὐτῆς μάχεται, ἀλλὰ καὶ ἡ τοῦ ἐναντίου κατάφασις, ἐπεὶ καὶ αὐτῷ τῷ ἀγαθῷ καὶ τῷ λευκῷ τὸ μὲν οὐκ ἀγαθὸν καὶ οὐ λευκὸν ὡς στερήσεις ἕξεσι μάχονται, τὸ δὲ κακὸν καὶ τὸ μέλαν ὡς ἐναντία. οὐκ ἄρα κατὰ πάντα ὁμοίως ἔχει ἡ ‘τὸ μὴ ἀγαθὸν οὐκ ἀγαθόν’ πρὸς τὴν ‘τὸ μὴ ἀγαθὸν ἀγαθόν’ καὶ ἡ ‘τὸ ἀγαθὸν ἀγαθόν’ πρὸς τὴν ‘τὸ ἀγαθὸν οὐκ ἀγαθόν’, εἴπερ τῇ μὲν ‘τὸ μὴ ἀγαθὸν οὐκ ἀγαθόν’ μόνη μάχεται ἡ κατάφασις αὐτῆς, αἱ δὲ λοιπαὶ δύνανται συναληθεύειν, τῇ δὲ ‘τὸ ἀγαθὸν ἀγαθόν’ τὴν ‘τὸ ἀγαθὸν κακόν’ συναληθεύειν ἀμήχανον. Φανερὰ δὲ ἡ ῥῆσις ἐκ τῶν εἰρημένων, πλὴν ὅτι ἀντὶ τοῦ ἀληθὴς γὰρ αὕτη γράφεσθαί φησιν ὁ Ἀλέξανδρος καὶ ‘οὐκ ἀληθὴς γὰρ αὕτη’. καὶ εἰ μὲν τὸ ‘ἀληθὴς γὰρ αὕτη’ γράφοιτο, λέγοι ἂν περὶ τῆς ‘τὸ μὴ ἀγαθὸν οὐκ ἀγαθόν’, εἰ δὲ τὸ ‘οὐκ ἀληθὴς γὰρ αὕτη’, περὶ τῆς ‘τὸ οὐκ ἀγαθὸν ἀγαθόν’, ἣν καὶ ψευδῆ εἶναι προεῖπε, ταὐτὸν λέγων τῷ ‘οὐδέποτε γὰρ ἀληθὴς αὕτη’. δῆλον δὲ ὅτι ἀμείνων ἡ προτέρα γραφή.
“此外,善是善的[意见]与不是善的不是善的[意见]具有类似的关系,加之于这些之上,善不是善的[意见]与不是善的是善的[意见]也是如此。那么,对于不是善的不是善的这一真的意见而言,什么是相反的呢?这绝非断言它是恶的[意见](因为它有时会同时为真,但真的[意见]决不与真的[意见]相反;因为某种不是善的是恶,因此它们可能同时为真),同样也不是断言它不是恶的[意见](因为这是真的;因为这些也将同时成立);因此,与不是善的不是善的相反的,就只剩下不是善的是善的[意见];因为这是假的。因此,善不是善的[意见]与善是善的[意见]也同样[相反]。” 这是针对该论题的诸论证中最后的也是最难正视的一个,它是按如下方式推进的。他取了关于善的两个矛盾对立,一个使用确定的基体,另一个使用不确定的基体:“善是善—善不是善,不是善的是善—不是善的不是善”,并要求:正如真的否定如何对待与其相对立的假肯定,真的肯定也如此对待与其相对立的假否定,即正如“不是善的不是善”对待“不是善的是善”,同样“善是善”对待“善不是善”。接着,他将真的否定同关于同一基体即不是善的述说恶的矛盾对立的两条命题——即“不是善的是恶”和“不是善的不是恶”——相比较,表明它对这二者中的任一个都不是相反的;因为在不良品质的情况下,它与断言“不是善的是恶”相协调;而在中间状态以及本性上不分有任何一端的事物(例如石头或木头)的情况下,它与断言“不是善的不是恶”相协调(因为在这些事物上,不是善与不是恶都是真的)。然而相互协调的命题是不可能相反的,正如相反的命题不可能同时为真一样,这既从显明的事实来看是清楚的,而且他自己也将在本篇论著的终点处予以证明。因此,如果对于真实地断言不是善的不是善的意见而言,既非断言“不是善的是恶”是相反的,亦非断言“不是善的不是恶”是相反的,而唯有与其相矛盾的、断言“不是善的是善”是相反的,那么对于断言善是善的肯定而言,既非断言“善是恶”与之抗争,亦非断言“善不是恶”与之抗争,而唯有与其相矛盾的、断言“善不是善”也将与之相反。而这正是当初打算证明的事情。然而针对这一论证也必须说明:对于断言“不是善的不是善”而言,由于它是否定并因而具有不确定的谓词,按矛盾对立找到抗争的命题是容易的,但找到肯定某种相反者的命题是不可能的;因为对于不确定的事物没有任何相反者,既然相反者必须是彼此相距最远的形式,而“不是善”和“不是白”是某种匮乏而非形式。因此,由于不存在能够肯定其相反者的命题,我们便甘于把以矛盾方式与之抗争的命题相对立。然而对于主张“善是善”的命题而言,不仅它的否定与之抗争,而且相反者的肯定也与之抗争,因为对于善本身和白本身而言,“不是善”和“不是白”作为匮乏对抗品质,而“恶”与“黑”则作为相反者对抗。因此,“不是善的不是善”对待“不是善的是善”,与“善是善”对待“善不是善”,绝非在所有方面都类似,既然对于“不是善的不是善”而言唯有它的肯定与之抗争,而其余命题能够同时为真;但对于“善是善”而言,“善是恶”却绝无可能同时为真。从所说的话来看文词是明了的,只不过亚历山大说,也有把“因为这是真的”写成“因为这并不是真的”的。如果写成“因为这是真的”,他所说的将是关于“不是善的不是善”;如果写成“因为这并不是真的”,则是关于他先前也说过是假的“不是善的是善”,这与说“因为这绝非真的”是同一回事。但显而易见,前一种读法更好。
- 1.62ἀξιοῖ ὡς ἔχει ἡ ἀληθὴς ἀπόφασις πρὸς τὴν ἀντικειμένην αὐτῇ ψευδῆ κατάφασιν, οὕτως ἔχειν τὴν ἀληθῆ κατάφασιν πρὸς τὴν ἀντικειμένην αὐτῇ ψευδῆ ἀπόφασιν
动词 ἀξιοῖ(要求)统领一个带宾格的不定式结构;在相关结构 ὡς... οὕτως 的后半主句部分中,不定式 ἔχειν 带有其逻辑主语宾格 τὴν ἀληθῆ κατάφασιν。前半部分的 ὡς 从句则使用直陈式现在时 ἔχει,确立了两组对立关系之间的比例对应。
- 1.62τῶν μηδετέρου τῶν ἄκρων πεφυκότων μετέχειν
介词 ἐπί 统领两个属格成分(τῆς μέσης 与 τῶν... πεφυκότων),其中分词 πεφυκότων 作中性复数实体化用法(“本性上……的事物”)。紧随其后的单数属格 λίθου ἢ ξύλου(石头或木头)作为例示性同位语属格,修饰这一复数属格整体。
