← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§264.8-265.33

复合意见与普遍规则论证的辨析

阿摩尼奥斯阐释了亚里士多德在《解释篇》第14章中为确立否定优于相反肯定所提出的第四篇论证(复合意见)与第五篇论证(作为普遍规则的适用性),并通过重申相反肯定之间的距离最大来反驳这些论点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.60

" Ἡ δὲ τοῦ ὅτι κακὸν τὸ ἀγαθὸν συμπεπλεγμένη ἐστί· καὶ γὰρ ὅτι οὐκ ἀγαθὸν ἀνάγκη ἴσως ὑπολαμβάνειν τὸν αὐτόν." Ἡ τετάρτη ἐπιχείρησις διὰ βραχέων εἰρημένη τοιαύτην ἔχει διάνοιαν. ἁπλῆ, φησίν, ἐστὶ δόξα καθ’ ἣν οὐκ ἀναγκαζόμεθα ἕτερόν τι προσεπινοεῖν, οὐχ ἁπλῆ δὲ καθ’ ἣν ἀνάγκη καὶ ἕτερόν τι δοξάζειν. οὐκοῦν ἔσται ἁπλῆ μὲν δόξα ἡ τὸ ἀγαθὸν ἀγαθὸν εἶναι ἀποφαινομένη, καθάπερ καὶ ἡ δοξάζουσα αὐτὸ μὴ εἶναι ἀγαθόν (οὐ γὰρ ἀνάγκη καθ’ ὁποτερανοῦν αὐτῶν ἑτέραν τινὰ εἰσάγεσθαι δόξαν), οὐχ ἁπλῆ δὲ ἡ τὸ ἀγαθὸν κακὸν εἶναι δοξάζουσα· ταύτῃ γὰρ ἀνάγκη καὶ ἑτέραν συνεισφέρεσθαι δόξαν, τὴν λέγουσαν αὐτὸ μὴ εἶναι ἀγαθόν. εἰ τοίνυν χρὴ τῇ ἁπλῇ δόξῃ τὴν ἁπλῆν ἀντιτιθέναι καὶ μὴ τὴν συμπεπλεγμένην, τὴν ἄρα ἀπόφασιν ἀντικεῖσθαι τῇ καταφάσει φήσομεν, ἀλλ’ οὐχὶ τὴν τοῦ ἐναντίου κατάφασιν. λύσομεν δὲ καὶ ταῦτα λέγοντες ὅτι δι’ αὐτὸ τοῦτο πλεῖστον διέστηκε τῆς τὸ ἀγαθὸν ἀγαθὸν λεγούσης ἡ λέγουσα αὐτὸ εἶναι κακόν, ὅτι διὰ τοῦ οὐκ ἀγαθὸν ὁδεύσασα κατήντησεν ἐπὶ τὸ ἔσχατον· πρώτη γὰρ ἔξοδος ἀπὸ τοῦ ἀγαθοῦ τὸ οὐκ ἀγαθόν, ἐσχάτη δὲ ἀπόπτωσις τὸ κακόν. ὥστε ἡ τοῦτο καταφάσκουσα μᾶλλον ἠναντίωται, ἅτε καὶ τὴν ἀπόφασιν τοῦ ἀγαθοῦ περιέχουσα. μήποτε δὲ καὶ ἡ ἀπόφασις τοῦ ἀγαθοῦ συμπέπλεκται·1 πᾶσα γὰρ ἀνάγκη τὸ οὐκ ἀγαθόν, εἰ ἐπὶ τῶν ὄντων τάττοιτο, καὶ ἄλλο τι εἶναι, ἀλλ’ ἀόριστον. ὥστε οὐδὲ ταύτῃ ἐναντίον ἂν εἴη· ἓν γὰρ ἑνὶ ἐναντίον καὶ ὡρισμένον ὡρισμένῳ. τὸ δὲ ἴσως ἤτοι ἀντὶ τοῦ ὁμοίως πρόσκειται (τῆς γὰρ αὐτῆς ἐστι διανοίας τὸ ἀγαθὸν κακόν τε καὶ οὐκ ἀγαθὸν λέγειν) ἢ ἔνδειξιν ἔχει τοῦ ταύτην τὴν ἐπιχείρησιν πιθανὴν μὲν εἶναι, οὐ μὴν ἀναγκαίαν· πρῶτον μὲν ὅτι τῶν ἐναντίων ἑκάτερον αὐτὸ καθ’ αὑτὸ θεωρούμενον ἁπλοῦν εἶδος εἶναι ἐθέλει, ἔπειτα ὅτι εἰ λέγοιμεν τὴν ‘τὸ ἀγαθὸν κακόν’ συμπεπλέχθαι διὰ τὸ εἰσάγειν τὸ οὐκ ἀγαθόν, ἔσται καὶ ἡ ‘τὸ ἀγαθὸν ἀγαθόν’ συμπεπλεγμένη ὡς εἰσάγουσα τὸ μὴ κακόν. εἰ δὲ μή ἐστι μία τῶν παραβαλλομένων πρὸς ἀλλήλας προτάσεων ἡ λέγουσα ‘τὸ ἀγαθὸν μὴ κακόν’, οὐδὲν πρὸς ἔπος·2 τὸ γὰρ ἁπλοῦν καὶ τὸ σύνθετον οὐ κατὰ τὴν σχέσιν τὴν πρός τινας ὡρισμένας προτάσεις σκοποῦμεν, ἀλλὰ πρὸς τὴν οἰκείαν ἑκάστης δύναμιν.

“而主张善是恶的[意见]是复合的;因为同一个人或许也必然同时认为它不是善。” 这第四篇简要表述的论证具有如下旨趣。他说,依据它我们无需附带思惟某种别的事物的意见,是单纯的;而依据它必然也持有某种别的意见的,则不是单纯的。因此,断言善是善的意见将是单纯的,正如那主张善不是善的意见一样(因为在这两者的任一种依据下,都无须引入某种别的意见);但主张善是恶的意见则不是单纯的,因为随着这一意见,必然也一并带入另一种意见,即断言它不是善的意见。因此,如果应当把单纯的[意见]而不是复合的[意见]同单纯的意见相对立,那么我们将主张:与肯定相对立的乃是否定,而不是相反者的肯定。但我们也将通过如下说法来解决这些问题:即正是由于这个原因,断言它是恶的[意见]才最大程度地远离了断言善是善的[意见]——因为它穿过了‘不是善’,从而抵达了终极;因为脱离善的最初出路是‘不是善’,而最终的堕落则是恶。因此,肯定此点的[意见]更为反对,因为它甚至包揽了善的否定。而且,或许善的否定本身也是复合的;因为‘不是善’如果被置于存在物之列,完全必然也是某种别的事物,尽管是不确定的。因此即使依这种方式它也不会是相反者;因为一个事物只与一个事物相反,确定的事物只与确定的事物相反。至于‘或许’一词,要么是用来替代‘同样地’(因为断言善既是恶的又不是善的属于同一种思想),要么包含着一种表明:表明这一论证虽然可信,却绝非具有必然性;首先是因为相反者中的每一个就其自身被审视时,都倾向于是一个单纯的形式;其次是因为,如果我们由于‘善是恶’引入了‘不是善’而说它是复合的,那么‘善是善’作为引入‘不是恶’的意见也将是复合的。即使断言‘善不是恶’的命题并非彼此相互比较的诸命题之一,这也无关紧要;因为我们审视单纯与复合,并不是依据针对某些确定命题的关系,而是依据每一命题自身固有的力量。

§1.61

"Ἔτι δὲ εἰ καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως δεῖ ἔχειν, καὶ ταύτῃ ἂν δόξειε καλῶς εἰρῆσθαι· ἢ γὰρ πανταχοῦ τὸ τῆς ἀντιφάσεως ἢ οὐδαμοῦ· ὅσοις δὲ μή ἐστιν ἐναντία, περὶ τούτων ἔστι μὲν ψευδὴς ἡ τῇ ἀληθεῖ ἀντικειμένη, οἷον ὁ τὸν ἄνθρωπον μὴ ἄνθρωπον οἰόμενος διέψευσται. εἰ οὖν αὗται ἐναντίαι, καὶ αἱ ἄλλαι αἱ τῆς ἀντιφάσεως." Σαφὴς μὲν ἡ ταύτης τῆς πέμπτης ἐπιχειρήσεως διάνοιά τε καὶ λέξις, ἀξιοῦσα ἡμᾶς προσέχειν ποτέρα τῶν παραβαλλομένων πρὸς ἀλλήλας προτάσεων χρήσιμος ἂν εἴη πρὸς τὸ δι’ ἑνὸς καθόλου κανόνος πάσῃ τῇ προτεθείσῃ καταφάσει πρότασίν τινα μαχομένην εὑρεῖν καὶ φάσκειν ταύτην εἶναι τὴν κυρίως αὐτῇ ἀντιτιθεμένην, καὶ διὰ ταῦτα κρατεῖν ἀποφαινομένη τὴν τῆς ἀντιφάσεως μάχην·3 ἀπόφασιν μὲν γὰρ πάσης καταφάσεως ῥᾴδιον εὑρεῖν, ὁποῖον ἄν ᾖ τὸ ἐν τῇ καταφάσει κατηγορούμενον, τοῦ δὲ ἐναντίου κατάφασιν ἀδύνατον λαβεῖν, εἰ μὴ τύχοι τὸ κατηγορηθὲν ἐν τῇ καταφάσει ἐναντίον ἔχον· τῇ γὰρ ‘Σωκράτης ἄνθρωπός ἐστι’ ποία ἂν μάχοιτο ἐναντία κατάφασις, καίτοι ἡ ‘Σωκράτης ἄνθρωπος οὐκ ἔστιν’ ἀπόφασις ψευδομένη μάχεται πρὸς αὐτὴν ἀληθεύουσαν; ὥσπερ οὖν ἐπὶ τούτων μόνην τὴν ἀπόφασιν τῇ καταφάσει μάχεσθαι ὁμολογοῦμεν, οὕτω καὶ ἐπὶ τῶν ἄλλων, ἐν οἷς δυνατὸν τοῦ ἐναντίου κατάφασιν εὑρεῖν, τὴν ἀπόφασιν εἶναι ἀξιοῖ τὴν μάλιστα μαχομένην. λεκτέον δὲ ὅτι ἐφ’ ὧν μὲν ἀποροῦμεν τῆς τοῦ ἐναντίου ἀντιθέσεως, καὶ μόνην ἀγαπῶμεν τὴν τῆς στερήσεως τε καὶ ἀποφάσεως ἀντίθεσιν, ἐφ’ ὧν δὲ καὶ ἐναντίον δυνατὸν εὑρεῖν, ἐπὶ τούτων πλέον ἀπ’ ἀλλήλων διεστάναι φαμὲν τὰς ἐναντίας καταφάσεις ἤπερ τὴν ἀπόφασιν τῆς καταφάσεως. εἴρηται δὲ ἡμῖν ἐξ ἀρχῆς ὅτι ἔοικεν ὁ νῦν λεγόμενος λόγος διὰ τὸ κοινὸν τοῦτο καὶ ἐπὶ πάντα ἐκτεινόμενον οὕτως ἐγκωμιάζειν τὴν ἀντίθεσιν τῆς ἀντιφάσεως, ὡς οὐ κατὰ τὸ ποσὸν μόνον τῶν περιεχομένων ὑπ’ αὐτῆς πραγμάτων ἀλλὰ καὶ κατὰ τὸ σφοδρὸν τῆς ἀντιθέσεως τῶν ἄλλων ὑπερέχουσαν.

“此外,如果在其他情况下也必须同样如此,那么以此方式也会显得说得很好;因为要么矛盾的规律随处成立,要么无处成立;而在没有相反者的情况下,关于这些,与真相对立的乃是假的,例如以为人不是人的人就弄错了。因此,如果这些是相反的,那么矛盾的其他命题也是相反的。” 这第五篇论证的旨趣与文词都是明白的,它要求我们注意:在彼此相互比较的诸命题中,哪一个有助于通过一条普遍规则,为每一个被提出的肯定找到某种与之抗争的命题,并断言这才是本真意义上与其相对立的命题,从而断定矛盾之战占据优势。因为无论在肯定中被述说的是什么样的事物,找到每一个肯定的否定都是容易的,但要获取相反者的肯定却是不可能的,除非在肯定中被述说的事物恰好具有相反者;因为针对‘苏格拉底是人’,什么样的相反肯定能与之抗争呢(尽管‘苏格拉底不是人’这一否定作为假的,与作为真的肯定相抗争)?因此,正如在这些情况下我们承认仅仅否定与肯定相抗争,同样地,在其他能够找到相反肯定之物的情况下,[该论证]也要求否定是抗争最甚的。但必须说明的是:在我们缺乏相反者的对立的情况下,我们固然仅甘于匮乏与否定的对立;但在能够找到相反者的情况下,在这些情况下我们主张,相反的肯定彼此之间的距离,要大于否定与肯定之间的距离。而我们从一开始就已经说过,如今所说的这一论点,似乎正是由于这种适用于一切事物的普遍特征,才如此颂扬矛盾的对立,仿佛它不仅在自身所包揽的事物的数量上,而且在对立的激烈程度上都超越了其他的对立。

语法注3 条
  1. 1.60μήποτε δὲ καὶ ἡ ἀπόφασις τοῦ ἀγαθοῦ συμπέπλεκται

    μήποτε 用于副词性用法,引出审慎的断言或存疑(“或许……不是/也是”),此处与直说式现在完成时 συμπέπλεκται 连用,表达阿摩尼奥斯对论敌观点的反驳与质疑。

  2. 1.60οὐδὲν πρὸς ἔπος

    这是一个省略了系动词(ἐστί)的习惯用语,意为“与论题无关”或“无关紧要”,在此充当前面条件从句(εἰ δὲ μή ἐστι...)的主句(归结分句)。

  3. 1.61ἀξιοῦσα ἡμᾶς προσέχειν ποτέρα τῶν παραβαλλομένων πρὸς ἀλλήλας προτάσεων χρήσιμος ἂν εἴη πρὸς τὸ δι’ ἑνὸς καθόλου κανόνος πάσῃ τῇ προτεθείσῃ καταφάσει πρότασίν τινα μαχομένην εὑρεῖν καὶ φάσκειν ταύτην εἶναι τὴν κυρίως αὐτῇ ἀντιτιθεμένην, καὶ διὰ ταῦτα κρατεῖν ἀποφαινομένη τὴν τῆς ἀντιφάσεως μάχην

    整个长句的骨架由修饰主语 ἡ ... διάνοιά τε καὶ λέξις 的两个分词(ἀξιοῦσα 和 ἀποφαινομένη)构成。ἀξιοῦσα 支配不定式 προσέχειν,后者带有一个间接疑问从句 ποτέρα... χρήσιμος ἂν εἴη πρὸς τὸ... εὑρεῖν καὶ φάσκειν;第二个分词 ἀποφαινομένη 则支配一个带宾格的不定式结构:κρατεῖν... τὴν τῆς ἀντιφάσεως μάχην(断定矛盾之战占据优势)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:264.8-265.33