- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:262.26-264.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥驳斥了那些通过将否定解释为广义对立而非相反者来为亚里士多德辩护的观点。他援引《形而上学》《斐利布斯》与《智者》,对比了形式之间的相反性与依他性而言的非存在,论证最大的距离存在于同属的相反者之间。
οὕτω δὲ καὶ λέγειν εἰώθαμεν περὶ ἑκάστων, οὓς πλεῖστον ἐθέλομεν χωρίζειν τοῦ ἀγαθοῦ, ὅτι οὐ μόνον ἐστὶν οὐκ ἀγαθὸς ἢ οὐκ ἔστιν ἀγαθός, ἀλλὰ καὶ πάνυ κακός ἐστι. σαφέστατα δὲ καὶ τῆσδε τῆς ἐπιχειρήσεως κατασκευάζειν πειρωμένης ὅτι μᾶλλον ἠναντίωται πρὸς τὴν ἐξ ἀρχῆς κατάφασιν ἡ ἀπόφασις ἤπερ ἡ τοῦ ἐναντίου κατάφασις καὶ μᾶλλον προσήκει τῇ ἀντιθέσει τῆς ἀντιφάσεως ὁ τῶν ἐναντίων ὁρισμὸς ἤπερ αὐτοῖς τοῖς ἐναντίοις, δῆλον ὅτι παντελῶς εὔηθες τὸ λέγειν1 ὡς οὐκ ἔστι τὸ προκείμενον ἐν τούτοις δεῖξαι τὴν ἀπόφασιν ἐναντιωτέραν τῆς ἐναντίας καταφάσεως, ἀλλὰ μᾶλλον ἀντικειμένην κατὰ τὴν ἔννοιαν τῶν ἁπλῶς ἀντικειμένων, οὐ τῶν ἐναντίων, καὶ ὅτι τὸ ἀντικεῖσθαι αὐτὸ προσήκει τῇ ἀποφάσει μᾶλλον, ἅτε ἀναιρεῖν βουλομένῃ τὴν κατάφασιν, ἤπερ τῇ ἐναντίᾳ καταφάσει οὐκ ἀναιρούσῃ ἀλλὰ τιθείσῃ τι παραπλησίως τῇ ἐξ ἀρχῆς καταφάσει, οὔτε τῶν ῥητῶν οὐδὲν τοιοῦτον ἐμφαινόντων, ἀλλὰ τίς ἡ μᾶλλον ψευδομένη καὶ μᾶλλον διεστῶσα τῆς ἐξ ἀρχῆς καταφάσεως, οὔτε τῆς ζητήσεως οὐδένα λογισμὸν ἐχούσης· οὔτε γὰρ ζητήσειεν ἄν τις πότερον ἀποφάσκει μᾶλλον ἡ ἀπόφασις ἤπερ ἡ τοῦ ἐναντίου κατάφασις, οὔθ’ ὅταν ζητῶμεν τίς ἀντίκειται μᾶλλον, ἄλλο τι ζητοῦμεν ἢ τίς ἡ μᾶλλον διεστῶσα τῆς ἐξ ἀρχῆς, εἴπερ ἡ ἔννοια τῶν ἀντικειμένων διάστασίν τινα καὶ μάχην ἐμφαίνει τῶν ἀντικεῖσθαι λεγομένων, ἢ μαλακωτέραν ἢ συντονωτέραν. μείζων δὲ ἡ τῶν ἐναντίων εἰδῶν πρὸς ἄλληλα διάστασις ἤπερ ἡ τοῦ μὴ ὄντος πρὸς τὸ ὂν καθ’ ἕκαστον εἶδος· ἐν πέρασι γὰρ καὶ ὅροις ἡ μεγίστη διάστασις, οὐ μὴν τοῦ μὴ πέρατος πρὸς τὸ πέρας· καὶ γὰρ ὅλως τὰ μὴ ὁμογενῆ, ὅπερ ἐν τῇ Μετὰ τὰ φυσικὰ λέγεται, οὐδὲ συμβλητά ἐστι πρὸς ἄλληλα, οἷον τὸ λευκὸν πρὸς ἄνθρωπον ἢ τὸ θερμόν, οὐδ’ ἔτι μᾶλλον πρὸς τὸ μὴ ὄν. ὥστε τῶν ὑπὸ τοῦ οὐ λευκοῦ σημαινομένων πρὸς μόνα τὰ ὁμογενῆ συμβλητόν ἐστι τὸ λευκόν. τῶν δὲ ὁμογενῶν ἐν τοῖς ἐναντίοις προφανῶς ἡ μεγίστη διάστασις. εἰ δὲ λέγοι τις χρῆναι τὸ μὴ ὂν ἀντικεῖσθαι πρὸς τὸ ὂν μᾶλλον ἤπερ ὂν πρὸς ὄν, ἐφιστανέτω ὅτι τῶν ὄντων, ᾗ ἁπλῶς ὄντα, οὐδὲ ἔστιν ἀντίθεσίς τις πρὸς ἄλληλα, καθάπερ οὐδὲ τῶν χρωμάτων ᾗ χρώματα, ὡς ἐν Φιλήβῳ λέγεται, καὶ διὰ τοῦτο μόνον μάχεται, εἰ καὶ ἀορίστως, τῷ ὄντι τὸ μὴ ὄν, οὐ τὸ μηδαμῶς ὄν, εἴπερ ἄρρητον ἐκεῖνο καὶ ἀδόξαστον, ἀλλ’, ὡς ἐν τῷ Σοφιστῇ δέδεικται, τὸ κατὰ τὴν ἑτερότητα μὴ ὄν, οὐδὲ τοῦτο κατὰ ἀλήθειαν αὐτῷ μαχόμενον· πῶς γὰρ τὸ μηδὲ συμπλέκεσθαι πρὸς αὐτὸ παραιτούμενον, μᾶλλον δὲ πάντως περὶ αὐτὸ θεωρούμενον, ὡς ὅταν λέγωμεν τὸ ὂν ἁπλῶς μὴ εἶναι ὅπερ τὴν κίνησιν ἢ ὅπερ τὴν στάσιν ἢ ὅπερ ἄλλο τι τῶν παρ’ αὐτὸ εἰδῶν, κἀκείνων ὁμοίως ἕκαστον μὴ εἶναι μὲν ὅπερ ἐστὶ τὸ ἁπλῶς ὄν, διὰ δὲ τὴν ἐκείνου μετουσίαν ἐγκαταλέγεσθαι τῷ χορῷ τῶν ὄντων, ἀλλὰ τὴν κεκερματισμένην ἐν πᾶσι τοῖς οὖσι δύναμιν τῆς ἑτερότητος σημαῖνον;2 ὅλως δὲ νῦν ἡμῖν ὁ λόγος οὐ περὶ τῆς ἑτερότητος τοῦ ἁπλῶς μὴ ὄντος πρὸς τὸ ἁπλῶς ὄν, ᾧ μήτε ἐστὶν ἐναντίον μήτε πέφυκεν ἄλλο τι κατ’ αὐτοῦ κατηγορεῖσθαι τῶν ἐναντίωσιν ἐχόντων, ἀλλὰ περὶ τῆς ὑπαρχούσης ἐν τοῖς κατὰ μέρος οὖσιν ἀντιθέσεως τῶν τε ἐναντίων καὶ τῶν ἀορίστων ὀνομάτων ἢ ῥημάτων πρὸς τὰ ὡρισμένα· τῶν γὰρ ἁπλῶν φωνῶν τὰς λεγομένας μετὰ τῆς ἀρνήσεως ἀόριστα ὀνόματα καὶ ἀόριστα ῥήματα προσαγορεύομεν διὰ τὸ ἀληθῶς ἐφ’ ὁτουοῦν κατηγορεῖσθαι τῶν τε ὄντων καὶ τῶν μὴ ὄντων παρὰ μόνον τὸ ὑπὸ τοῦ ὡρισμένου δηλούμενον. διόπερ ἀνάγκη καὶ ἐπὶ τῶν ἀποφατικῶν λόγων τὰ παραπλήσια συμβαίνειν. ἀλλὰ ταῦτα μὲν οὐδὲ μνήμης ἄξια τὰ ληρημάτια. ἐπὶ δὲ τὰ ἑξῆς ἴωμεν.
我们平时关于那些我们最希望将其与善分离开来的每个人,也习惯于这样说:他不仅是‘非善’的或不是善的,而且更是极恶的。并且,既然这篇论证也极其清楚地试图确立:否定比相反的肯定更为反对最初的肯定,而且相反者的定义属于矛盾的对立更甚于属于相反者自身,那么显然,断言下述说法是完全愚蠢的:即断言在这些话中拟证明的并不是否定比相反的肯定更为相反,而是依据单纯对立者的概念、而非相反者的概念更为对立;并且对立本身更属于否定,因为它意图排除肯定,而不那么属于并非排除、反倒与最初的肯定相似地设定某物的相反肯定。因为经文的字句不仅根本没有显示任何此类意思,反而是在显示哪一个是针对最初的肯定更为虚假、距离更大的;而且这种探究也毫无道理:因为既没有人会去探究究竟是否定比相反的肯定更为否定,而且当我们探究哪一个更为对立时,如果对立者的概念显示了被说成是对立的事物之间某种或缓和或激烈的距离与交锋,我们除了探究哪一个与最初的[肯定]距离更大之外,又探究了什么别的呢?而相反的形式彼此之间的距离,要大于在每一形式中非存在针对存在的距离;因为最大的距离存在于终极和界限之中,绝非存在于非界限针对界限之中。因为总的来说,如在《形而上学》中所说,不同属的事物彼此甚至不可比较,例如白与人或热不可比较,与非存在就更不可比较了。因此,在由‘非白’所表示的事物中,白仅与同属的事物是可比较的。而在同属的事物中,显然在相反者之间具有最大的距离。如果有人主张,非存在针对存在的对立,应当大于存在针对存在的对立,那么就让他注意:存在物只要作为单纯的存在物,彼此之间甚至没有任何对立,正如在《斐利布斯》中所说,颜色只要作为颜色就没有对立一样,并且正因此,非存在仅仅是同存在相抗争(即便是不确定地)——不是绝不存在之物,只要那确实是不可言说且不可思议的,而是如在《智者》中所证明的那样,是依他性而言的非存在,而甚至这也并未依真理而与它相抗争。因为那甚至不拒绝与存在相编织、反而完全围绕它而被审视之物——正如当我们说单纯的存在不是运动所是的那种事物,也不是静止所是的那种事物,亦非其之外的任何其他形式,并且同样地,那些形式中的每一个虽然不是单纯的存在所是之物,但由于分享它而被列入存在者的队列中——,而是表示那分散在所有存在物之中的他性的力量之物,怎么可能[真正同它相抗争]呢?总的来说,我们现在的论说并不是关于单纯的非存在针对单纯存在的他性——对于单纯存在而言既无相反者,具有相反性的事物中也无任何其他事物按本性可述说它——,而是关于在个别的存在物中所具有的、相反者以及不定的名称或动词针对确定的名称或动词的对立;因为在简单的声音中,我们把带有否定而述说的那些称为不定的名称和不定的动词,乃是因为除了由确定者所表明的唯一事物之外,它们能真实地述说存在物和非存在物中的任何一个。因此在否定陈述中必然也发生类似的情况。然而这些胡话甚至不值得一提。我们且继续看接下来的内容。
- 1.59σαφέστατα δὲ καὶ τῆσδε τῆς ἐπιχειρήσεως κατασκευάζειν πειρώμενης ... δῆλον ὅτι παντελῶς εὔηθες τὸ λέγειν
主句的主干为 δῆλον ὅτι παντελῶς εὔηθες [ἐστι] τὸ λέγειν...(显然后述说法完全是愚蠢的……),开头的 σαφέστατα δὲ καὶ τῆσδε τῆς ἐπιχειρήσεως κατασκευάζειν πειρωμένης... 为表示原因的属格绝对结构。随后不定式 τὸ λέγειν 引出由 ὡς οὐκ ἔστι... 与 καὶ ὅτι... 构成的两个宾语内容从句,文末再附以由 οὔτε τῶν ῥητῶν... 与 οὔτε τῆς ζητήσεως... 组成的平行属格绝对结构以说明驳斥的理由,构成多层嵌套句式。
- 1.59πῶς γὰρ τὸ μηδὲ συμπλέκεσθαι πρὸς αὐτὸ παραιτούμενον ... σημαῖνον;
这是一个由疑问词 πῶς γάρ 引出的修辞性反问句,其主语由承接前文 τὸ κατὰ τὴν ἑτερότητα μὴ ὄν 的一组中性分词(παραιτούμενον、θεωρούμενον、σημαῖνον)构成,而限定动词(如 μάχοιτο ἄν)被省略。其基本骨架为:“那甚至不拒绝与存在相编织、反倒围绕它被审视、且表示他性力量的事物,怎可能[真正与它相抗争]呢?”
