← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§261.3-262.26

依自身与依偶性的真伪及其相反性探讨

在第三个论证(23b15)中,亚里士多德通过区分依自身的真伪与依偶性的真伪,论证否定命题比相反的肯定命题更为虚假且更为相反。阿摩尼乌斯对此提出批评,指出断言善是恶的肯定命题乃是依其自身而非依偶性为假,因此相反的肯定命题才具有最大的间距并是真正相反的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.59#1

" Εἰ οὖν τὸ ἀγαθὸν καὶ ἀγαθὸν καὶ οὐ κακόν ἐστι, καὶ τὸ μὲν καθ’ αὑτὸ τὸ δὲ κατὰ συμβεβηκός (συμβέβηκε γὰρ αὐτῷ οὐ κακῷ εἶναι), μᾶλλον δὲ ἑκάστου ἀληθὴς ἡ καθ’ αὑτὸ καὶ ψευδής, εἴπερ καὶ ἀληθής,1 ἡ μὲν οὖν ὅτι οὐκ ἀγαθὸν τὸ ἀγαθὸν τοῦ καθ’ αὑτὸ ὑπάρχοντος ψευδής, ἡ δὲ τοῦ ὅτι κακὸν τοῦ κατὰ συμβεβηκός· ὥστε μᾶλλον ἂν εἴη ψευδὴς τοῦ ἀγαθοῦ ἡ τῆς ἀποφάσεως ἢ ἡ τοῦ ἐναντίου δόξα. διέψευσται δὲ μάλιστα περὶ ἕκαστον ὁ τὴν ἐναντίαν ἔχων δόξαν· τὰ γὰρ ἐναντία τῶν πλεῖστον διαφερόντων περὶ τὸ αὐτό· εἰ οὖν ἐναντία μὲν τούτων ἡ ἑτέρα, ἐναντιωτέρα δὲ ἡ τῆς ἀποφάσεως, δῆλον ὅτι αὕτη ἂν εἴη ἐναντία." Ἐν τούτῳ τῷ τρίτῳ ἐπιχειρήματι τὰ ἐναντία λαβὼν τοῦ αὐτοῦ κατηγορούμενα, οἷον τῶν ἀγαθῶν τινὸς αὐτό τε τοῦτο τὸ ἀγαθὸν καὶ τὸ κακόν, καταφατικῶς τε καὶ ἀποφατικῶς, ὡς διὰ ταῦτα τέτταρας γίνεσθαι προτάσεις, δύο μὲν ἀληθεῖς, τὴν ‘τὸ ἀγαθὸν ἀγαθόν’ λέγουσαν καὶ τὴν ‘τὸ ἀγαθὸν οὐ κακόν’, τὰς δὲ λοιπὰς ψευδεῖς, ἃς καὶ πρόκειται παραβαλεῖν πρὸς ἀλλήλας, τὴν ‘τὸ ἀγαθὸν οὐκ ἀγαθόν’ καὶ τὴν ‘τὸ ἀγαθὸν κακόν’, ἐκ τοῦ κατὰ τὰς ἀληθεῖς πειρᾶται συλλογίζεσθαι τὸ κατὰ τὰς ψευδεῖς·2 ἐπεὶ γάρ ἐστι τῶν ἀληθῶν, φησίν, ἡ μὲν καθ’ αὑτὸ ἀληθὴς ἡ δὲ κατὰ συμβεβηκός, καθ’ αὑτὸ μὲν ἡ λέγουσα ‘τὸ ἀγαθὸν ἀγαθόν’, κατὰ συμβεβηκὸς δὲ ἡ λέγουσα ‘τὸ ἀγαθὸν οὐ κακόν’, ὅτι οὐκ αὐτόθεν αὕτη τίθησι τὸ ἀγαθόν, ἀλλ’ ἀναιρεῖ μόνον τὸ ἀντικείμενον (κυριώτερον εἰπὼν ἂν ὅτι ἐστὶ δι’ ἄλλο ἀληθὴς ἤπερ ὅτι κατὰ συμβεβηκός,3 ἐπεὶ μὴ τῷ ἀναιρεῖν τὸ τυχὸν τῶν παρὰ τὸ ἀγαθὸν ἔχει τὸ ἀληθεύειν, ἀλλὰ παρὰ τὸ μάχεσθαι πρὸς τὸ ὡρισμένως αὐτῷ πολέμιον), μάχεται δὲ τῇ μὲν καθ’ αὑτὸ ἀληθεῖ ἡ λέγουσα ‘τὸ ἀγαθὸν οὐκ ἀγαθόν’, τῇ δὲ κατὰ συμβεβηκός, ὡς αὐτός φησιν, ἀληθεῖ ἡ λέγουσα ‘τὸ ἀγαθὸν κακόν’, ἡ δὲ τὴν καθ’ αὑτὸ ἀληθῆ ἀναιροῦσα καθ’ αὑτὸ ψεύδεται καὶ ἡ τὴν κατὰ συμβεβηκὸς ἀληθῆ ἀναιροῦσα κατὰ συμβεβηκὸς ψεύδεται (καθ’ αὑτὸ μὲν γὰρ ψεύδεται ἡ λέγουσα ‘τὸ ἀγαθὸν οὐκ ἀγαθόν’, κατὰ συμβεβηκὸς δὲ ἡ λέγουσα ‘τὸ ἀγαθὸν κακόν’), ἡ δὲ καθ’ αὑτὸ ψευδομένη μᾶλλον ψεύδεται τῆς κατὰ συμβεβηκός, ὥσπερ καὶ ἡ καθ’ αὑτὸ ἀληθεύουσα μᾶλλον ἐστιν ἀληθὴς τῆς κατὰ συμβεβηκός, ἅτε τὴν οὐσίαν αὐτὴν τοῦ πράγματος ἐκφαίνουσα, ἡ δὲ μᾶλλον ψευδὴς πλέον διέστηκεν ἀπὸ τῆς ἀληθοῦς ἤπερ ἡ ἧττον ψευδής καὶ διὰ τοῦτο μᾶλλον μάχεται πρὸς αὐτήν· μᾶλλον ἄρα μάχεται πρὸς τὴν ἀληθῆ κατάφασιν ἡ ἀπόφασις αὐτῆς ἤπερ ἡ τοῦ ἐναντίου κατάφασις, ὅπερ προέκειτο δεῖξαι. Τούτων οὖν πάνυ δριμέως εἰλημμένων ἐκεῖνό φαμεν ἐπιστάσεως ἄξιον, ὅτι τὴν λέγουσαν ‘τὸ ἀγαθὸν κακόν’ ἀξιοῖ ψεύδεσθαι διὰ τὸ ἀναιρεῖν τὴν λέγουσαν ‘τὸ ἀγαθὸν οὐ κακόν’, καὶ διὰ τοῦτο κατὰ συμβεβηκὸς ψεύδεσθαι ὡς διὰ τὴν ἀναίρεσιν τῆς κατὰ συμβεβηκὸς ἀληθευούσης ψευδομένην· μᾶλλον γὰρ ῥητέον ὅτι διὰ τὸ ἀναιρεῖν τὴν λέγουσαν ‘τὸ ἀγαθὸν κακόν’ ἡ λέγουσα αὐτὸ οὐ κακὸν ἀληθής, οὐ μὴν διὰ τὸ ἀναιρεῖν τὴν λέγουσαν ‘τὸ ἀγαθὸν οὐ κακόν’ ἡ λέγουσα αὐτὸ κακὸν εἶναι ψευδής, ἀλλὰ καθ’ αὑτὴν καὶ προηγουμένως· εἰ μὲν γὰρ περί τινος τῶν μέσων καὶ ἀδιαφόρων ἀπεφαίνοντο αἱ τοιαῦται προτάσεις, καθ’ αὑτὸ μὲν ἦν ἂν ἀληθὴς ἡ λέγουσα αὐτὸ μὴ κακὸν εἶναι ἀπόφασις, ἐψεύδετο δὲ ἡ λέγουσα αὐτὸ κακὸν εἶναι κατάφασις διὰ τὸ ἀναιρεῖν τὴν εἰποῦσαν αὐτὸ μὴ κακόν. νῦν δὲ περὶ ἀγαθοῦ γινομένης τῆς ἀποφάσεως καθ’ αὑτὴν δηλονότι καὶ δι’ αὑτὴν ἀλλ’ οὐ δι’ ἄλλην ψεύδεται ἡ κακὸν εἶναι αὐτὸ ἀποφαινομένη, ὡς τὸ ἐναντίον αὐτῷ προφέρουσα. οὔτε ἄρα ἐναντιωτέρα ἐστὶν ἡ τῆς ἀποφάσεως οὔτε μᾶλλον διέψευσται ὁ ταύτην ἔχων τὴν δόξαν, ἀλλ’ ὁ τὴν τῆς ἐναντίας καταφάσεως· ἡ μὲν γὰρ ἀπόφασις ἀναιρεῖ μόνον τὸ εἰλικρινῶς ὑπάρχειν τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ, ἡ δὲ κατάφασις πρὸς τῷ τοῦτο ποιεῖν ἔτι καὶ προσνέμει αὐτῷ τὸ ἐναντίον, καὶ διὰ τοῦτο οὔτε καθαρῶς οὔτε ἁμῇ γέ πῃ συγχωρεῖ αὐτὸ τῷ ὑποκειμένῳ ὑπάρχειν.

“因此,如果善既是善又是非恶,且前者是依其自身的,后者是依偶性的(因为对它而言不是恶乃是偶性的),并且就每一事物而言,依其自身的[意见]更为真实,而且也更为虚假,只要它确实也是真实的,那么主张善不是善的[意见]针对依其自身而属于者是虚假的,而主张[善]是恶的[意见]针对依偶性而属于者则是虚假的;以至于关于善,否定的意见要比相反者的意见更为虚假。而关于每一事物,持有相反意见的人受欺瞒最甚;因为相反者是在同一事物上相差最大的事物;因此,如果这些意见中有一者是相反的,而否定的意见更为相反,那么显然后者应当是相反的意见。” 在这第三个论证中,他取了就同一事物被述说的相反者——例如就某一善物而言,述说这善本身和恶,以肯定和否定的方式进行,以至于由此产生了四个命题:两个真的命题,即断言‘善是善’的命题和断言‘善不是恶’的命题,以及其余假的命题,即在此拟相互比较的断言‘善不是善’的命题和断言‘善是恶’的命题——他试图从真命题的情况推演出假命题的情况。因为他说,在真命题中,一者是依其自身为真,另一者是依偶性为真,断言‘善是善’的是依其自身为真,而断言‘善不是恶’的是依偶性为真,因为此命题并非直接肯定善,而只是排除了对立者(不过,倘若他说它是由于他物而真,本会比说它是依偶性而真更为准确,因为它的为真并不是通过排除善之外的任意事物,而是由于与以确定方式同它敌对的事物相交锋);而断言‘善不是善’的命题与依其自身为真的命题相交锋,正如他自己所言,断言‘善是恶’的命题与依偶性为真的命题相交锋,并且排除依自身为真者的命题是依自身而为假的,排除依偶性为真者的命题是依偶性而为假的(因为断言‘善不是善’的命题依其自身为假,而断言‘善是恶’的命题依偶性为假);并且依其自身为假的命题比依偶性为假的命题更为虚假,正如同依自身为真的命题因彰显事物自身的本质而比依偶性为真的命题更为真实一样;并且更为虚假的命题比不那么虚假的命题与真命题的距离更大,并因此更与它相抗争;因此,对真肯定的否定比对相反者的肯定更与它相抗争,这正是原先打算证明的。尽管这些论断被极敏锐地提出,我们仍要指出这一点值得注意:即他认为断言‘善是恶’的命题由于排除了断言‘善不是恶’的命题而为假,并因此将其视为依偶性为假,即将其看作因排除了依偶性为真的命题而为假;因为人们更应当说,由于排除了断言‘善是恶’的命题,断言它不是恶的命题才为真,绝非由于排除了断言‘善不是恶’的命题,断言它是恶的命题才为假,而是依其自身且首要地为假。因为如果这类命题是就某种中间且无分别的事物而作出的断言,那么断言它不是恶的否定依其自身会是真的,而断言它是恶的肯定会因排除了宣称它不是恶的命题而为假。但现在,既然否定是就善而言的,那么断言它是恶的命题显然依其自身且由于自身、而非由于他物而为假,因为它给它带来了相反者。因此,既不是否定的意见更为相反,也不是持有这一意见的人受欺瞒更甚,而是持有相反肯定意见的人受欺瞒更甚;因为否定只是排除了谓项纯粹地属于主项,而肯定除了做这件事之外,还进而将相反者赋予主项,并因此绝不容许它纯粹地或以任何方式属于主项。

语法注3 条
  1. 1.59μᾶλλον δὲ ἑκάστου ἀληθὴς ἡ καθ’ αὑτὸ καὶ ψευδής, εἴπερ καὶ ἀληθής

    μᾶλλον 是副词比较级,同时修饰 ἀληθής 和 ψευδής。εἴπερ καὶ ἀληθής 是条件从句,意为“只要它确实也是真的”(正如在真时如此,在假时亦然)。根据上下文省去了主语 δόξα(意见)和系动词 ἐστί。

  2. 1.59ἐκ τοῦ κατὰ τὰς ἀληθεῖς πειρᾶται συλλογίζεσθαι τὸ κατὰ τὰς ψευδεῖς

    中性定冠词短语 τὸ κατὰ τὰς ἀληθεῖς 和 τὸ κατὰ τὰς ψευδεῖς 分别将真命题和假命题之间的情况或关系名词化(即“关于真命题的情况”、“关于假命题的情况”)。介词 ἐκ 表示推论的前提或出发点。

  3. 1.59κυριώτερον εἰπὼν ἂν ὅτι ἐστὶ δι’ ἄλλο ἀληθὴς ἤπερ ὅτι κατὰ συμβεβηκός

    分词 εἰπών 与 ἄν 连用,表示潜在或与事实相反的设想(“如果他说……本会更为恰当”)。这是阿摩尼乌斯本人的插入性评论,对亚里士多德使用 κατὰ συμβεβηκός 而非 δι' ἄλλο 提出了措辞和逻辑上的保留意见。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:261.3-262.26