- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:260.3-261.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯反驳了亚里士多德在23b7处的论证,主张相反的肯定命题‘善是恶’同样是确定的单一对抗项,并论证欺瞒发生在相近且相似的事物之间,而非相距最远的矛盾对立之间。
Πρὸς ταῦτα οὖν ῥητέον ὅτι ἓν μὲν ἑνὶ χρὴ ὁμολογουμένως εἶναι πολέμιον, οὐ μέντοι προσήκει ὡς μίαν τῶν πολλῶν καὶ τὰ μὴ ὑπάρχοντα τῷ ἀγαθῷ ὑπάρχειν αὐτῷ ἀποφαινομένων τιθέναι τὴν λέγουσαν ‘τὸ ἀγαθὸν κακόν’·1 ὥσπερ γὰρ ἐν ταῖς ἀπείροις ἀποφάσεσι ταῖς τὰ ὑπάρχοντα αὐτῷ μὴ ὑπάρχειν ἀποφαινομέναις μία ἦν ἡ ὡρισμένως αὐτῇ μαχομένη, ἡ λέγουσα ‘τὸ ἀγαθὸν μὴ ἀγαθόν’, οὕτως ἐν ταῖς ἀπείροις καταφάσεσι ταῖς τὰ μὴ ὑπάρχοντα αὐτῷ λεγούσαις ὑπάρχειν μία ἐστὶν 〈ἡ〉 ὡρισμένην ἔχουσα τὴν πρὸς αὐτὴν μάχην, ἡ λέγουσα ‘τὸ ἀγαθὸν κακόν’. καὶ ἀόριστα μὲν καὶ ἄπειρα τὰ ὑπὸ τῆς ἀποφάσεως δηλούμενα, διὸ ἐπὶ πάντων ὄντων τε καὶ μὴ ὄντων διαιρεῖ μετὰ τῆς καταφάσεως τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ἓν δὲ καὶ τῷ ὄντι ὡρισμένον ἡ κατάφασις σημαίνει. ταῦτά τε οὖν οὕτως ῥητέον καὶ ὅτι ἀρχὴ μὲν ὄντως τῆς ἀπάτης ἡ περὶ τὴν ἀντίφασιν πλάνη. τοῦτο δὲ αὐτὸ τεκμήριόν ἐστι τοῦ μὴ εἶναι τὴν πλείστην διάστασιν ἐν τοῖς κατὰ ἀντίφασιν ἀντικειμένοις· οὐ γὰρ ἂν συνέβαινεν ἀπατᾶσθαι περὶ αὐτά· δῆλον γὰρ ὡς ἀπατώμεθα μᾶλλον περὶ τὰ ὅμοια καὶ σύνεγγυς ἀλλήλων ὄντα κατὰ φύσιν ἤπερ περὶ τὰ πολὺ διεστῶτα, οἷον τὴν φάτταν περιστερὰν μᾶλλον ὑπολάβοι ἄν τις ἢ κόρακα καὶ τὸν λύκον κύνα ἢ λέοντα. διὸ καὶ ὁ ἐν τῷ Φαίδρῳ Σωκράτης τοὺς ῥήτοράς φησιν ἐπιχειρεῖν παρακρούεσθαι τοὺς δικαστὰς διὰ τῶν ὁμοίων ποιουμένους τῆς ἀπάτης τὴν ἐπιχείρησιν ἀλλ’ οὐ τῶν πολὺ διεστώτων· κατηγοροῦντες μὲν γὰρ ἐπὶ τὰς παρακειμένας κακίας ἄγουσιν οἱ τεχνικώτεροι τῶν κατηγορουμένων τὰς ἀρετάς,2 τὸν ἀσφαλῆ δειλὸν ἀλλ’ οὐ θρασὺν προσαγορεύοντες καὶ τὸν οἰκονομικὸν φιλάργυρον ἀλλ’ οὐκ ἄσωτον, ἀπολογούμενοι δὲ τὰς κακίας ἐπὶ τὰς παρακειμένας ἄγουσιν ἀρετάς, τὸν ἄσωτον ἐλευθέριον καὶ τὸν θρασὺν ἀνδρεῖον ἐπονομάζοντες. καὶ ἐπὶ τούτοις ὅτι3 ὀρθῶς μὲν εἴρηται τὸ ἁπλῶς πάσας τὰς γενέσεις ἐκ τῶν στερήσεων, ἃς αἱ ἀποφάσεις δηλοῦσι, γίνεσθαι· ὅταν μέντοι τὸ γινόμενον ἐναντίον ἔχῃ, τότε, ὡς ἐν ταῖς Φυσικαῖς πραγματείαις ἐδιδάχθημεν, προηγουμένως μὲν ἐκ τοῦ ἐναντίου γίνεται τὸ γινόμενον, ἐκ δὲ τῆς ἀποφάσεως οὐ προηγουμένως ἀλλὰ καθὸ ἡ ἀπόφασις τό τε ἐναντίον καὶ τὰ ἀνὰ μέσον σημαίνει. τὰ δὲ ἀνὰ μέσον ἐκ τῶν ἐναντίων· τὸ γὰρ λευκὸν ἐξ οὐ λευκοῦ μὲν ἀλλ’ οὐ τοῦ τυχόντος, ἀλλ’ ἢ τοῦ μέλανος ἢ τῶν ἀνὰ μέσον· ἐκ δὲ τῶν ἀνὰ μέσον, διότι ἕκαστον αὐτῶν μετέχει πῃ τοῦ μέλανος.
因此,针对这些必须指出,公认一物只应与一物敌对,但这并不意味着应当把断言‘善是恶’的命题当作宣称不实际属于善的属性属于善的诸多命题中的普通一个。因为正如在宣称属于它的属性不属于它的无限否定中,有一个以确定方式与它〔‘善是善’这一命题〕相对抗的否定,即断言‘善不是善’的否定那样,在宣称不属于它的属性属于它的无限肯定中,也有一个与它〔该命题〕具有确定交锋的肯定,即断言‘善是恶’的肯定。而且,由否定所表明的事物是无规定且无限的,正因如此〔否定〕与肯定一起在所有存在与不存在的事物上划分真与假,而肯定则意指某种单一且真正确定的事物。因此这些事情应当如此陈述,并且还应说明,关于矛盾对立的迷误确实是欺瞒的本原。而这本身就证明了最大的间距并不存在于依矛盾而对立的事物之中;因为否则的话就不会发生人们关于它们受欺瞒的事;显然,我们在自然上彼此相似且相近的事物上受欺瞒,远多于在相距甚远的事物上受欺瞒,正如比起乌鸦人们更容易把斑尾林鸽误认为家鸽,比起狮子人们更容易把狼误认为狗一样。因此《斐德罗篇》中的苏格拉底也说,演说家们试图通过相似的事物而非相距甚远的事物来施行欺瞒,以此诱骗审判官;因为在控告时,更具技艺的演说家将受指控者的美德引向邻近的恶习,把谨慎者称为胆怯而非鲁莽,把节俭者称为贪财而非挥霍;而在辩护时则将恶习引向邻近的美德,把挥霍者称为慷慨,把鲁莽者称为勇敢。此外还应指出,尽管断言一切生成单纯从否定所表明的缺失中产生是正确的;然而每当生成之物具有相反者时,正如我们在《自然学》论著中所学到的那样,生成之物在首要意义上是从相反者中生成的,而从否定生成则非首要的,仅仅在于否定同时意指相反者和中间物。而中间物是从相反者中产生的;因为白之物虽从非白之物生成,但并非从任意的非白之物生成,而是从黑之物或中间物生成;之所以从中间物生成,是因为它们每一个都以某种方式分有着黑。
- 1.58οὐ μέντοι προσήκει ὡς μίαν τῶν πολλῶν καὶ τὰ μὴ ὑπάρχοντα τῷ ἀγαθῷ ὑπάρχειν αὐτῷ ἀποφαινομένων τιθέναι τὴν λέγουσαν ‘τὸ ἀγαθὸν κακόν’
动词 τιθέναι 的直接宾语是 τὴν λέγουσαν ‘τὸ ἀγαθὸν κακόν’,而 ὡς μίαν 充当补足语(宾语补足语)。属格短语 τῶν πολλῶν καὶ ... ἀποφαινομένων 是依附于 μίαν 的部分属格,其中的 καί 具有解释性/同格性联结作用(即“在许多断言不属于善的属性属于它的命题之中”)。
- 1.58ἐπὶ τὰς παρακειμένας κακίας ἄγουσιν οἱ τεχνικώτεροι τῶν κατηγορουμένων τὰς ἀρετάς
主格 οἱ τεχνικώτεροι 是主语,而属格 τῶν κατηγορουμένων 修饰直接宾语 τὰς ἀρετάς(意为“受指控者们的美德”)。倒装语序(hyperbaton)使得该属格修饰语与被修饰的名词跨越主语相分离。
- 1.58καὶ ἐπὶ τούτοις ὅτι
承接本节开头的 ῥητέον ὅτι 结构,意为“在这些之外还必须指出……”。句中的 ὅτι 引导由省略的非人称动词 ῥητέον 所管辖的间接陈述从句。
