- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:258.5-260.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯阐释亚里士多德的论述,指出相反的信念并非由涉及相反事物(如善与恶)所规定,而是由就同一事物以相反方式作出断言所规定;随后借助欺瞒与生成的本原(固有的缺失与否定),论证与最初肯定命题最相抗衡的乃是矛盾否定命题,而非相反者的肯定命题。
" Τὸ μὲν δὴ τούτῳ οἴεσθαι τὰς ἐναντίας δόξας ὡρίσθαι τῷ τῶν ἐναντίων εἶναι, ψεῦδος·1 τοῦ γὰρ ἀγαθοῦ ὅτι ἀγαθὸν καὶ τοῦ κακοῦ ὅτι κακόν, ἡ αὐτὴ ἴσως καὶ ἀληθής,2 εἴτε πλείους εἴτε μία ἐστίν· ἐναντία δὲ ταῦτα. ἀλλ’ οὐ τῷ ἐναντίων εἶναι ἐναντία, ἀλλὰ μᾶλλον τῷ ἐναντίως." Τὴν ἔννοιαν αὐτήν, ἀφ’ ἧς ὁρμῶνται οἱ λέγοντες ἐν ταῖς περὶ τῶν ἐναντίων δόξαις τὴν σφοδροτάτην θεωρεῖσθαι τῶν προτάσεων μάχην, βούλεται πρῶτον διαβαλεῖν ὁ ἀντιδικεῖν πρὸς τοῦτο πειρώμενος λόγος καί φησι μὴ εἶναι ὑγιὲς τῶν ἐναντίων δοξῶν κριτήριον τὸ περὶ ἐναντίων ἀποφαίνεσθαι πραγμάτων· τὴν γοῦν δοξάζουσαν ὅτι ἡ σωφροσύνη ἀγαθὸν καὶ τὴν ὅτι ἡ ἀκολασία κακὸν ἀποφαίνεσθαι μὲν περὶ ἐναντίων τῶν τε ὑποκειμένων καὶ τῶν κατηγορουμένων, οὐ μέντοι ἀλλήλαις ἐναντίας εἶναι, διότι αὗται μὲν ἅμα τυγχάνουσιν ἀληθεῖς, αἱ δὲ ἐναντίαι οὐδέποτε συναληθεύουσιν (ὅλως γὰρ τὰ ἐναντία συνυπάρχειν ἀδύνατον), ἀλλὰ μᾶλλον κρίνεσθαι δεῖν τὰς ἐναντίας δόξας κατὰ τὸ ἐναντίως περὶ τῶν αὐτῶν ἀποφαίνεσθαι πραγμάτων, ὥσπερ ἔχουσιν ἥ τε κατάφασις καὶ ἡ ἀπόφασις, ὡς διὰ τῶν ἑξῆς ἐπιχειρημάτων κατασκευάσαι πειράσεται. τὸ δὲ εἴτε πλείους εἴτε μία ἐστίν εἴρηται περὶ τῶν τὸ ἀγαθὸν ἀγαθὸν καὶ τὸ κακὸν κακὸν εἶναι λεγουσῶν, διότι πλείους μέν εἰσιν ὡς διαφόροις χρώμεναι τοῖς τε ὑποκειμένοις καὶ τοῖς κατηγορουμένοις, δόξαιεν δ’ ἂν καὶ μία εἶναι οὐ μόνον κατὰ τὸ συναληθεύειν ἀλλὰ καὶ ὡς ἀπὸ μιᾶς προαγόμεναι ζωῆς τε καὶ διαθέσεως. ῥητέον δὲ πρὸς ταῦτα ὅτι οἱ ἀξιοῦντες τὴν τῶν ἐναντίων καταφάσεων μάχην κρατεῖν τῆς ἀντιφατικῆς οὐ φήσουσι ταύτας ἁπλῶς ἐναντίας εἶναι δόξας, τὰς περὶ ἐναντίων ἁπλῶς πραγμάτων ἀποφαινομένας (οὐ γὰρ δὴ καὶ τὰς περὶ τῶν ἐναντίων τὰ ἐναντία φασκούσας), ἀλλὰ τὰς περὶ τοῦ αὐτοῦ τὰ ἐναντία δοξαζούσας· αὗται γὰρ αἱ τῷ ὄντι ἐναντίως δοξάζουσαι.
“认为相反的信念由这一点——即它们是关于相反者的——所规定,这确实是错误的;因为关于善是善的信念与关于恶是恶的信念,也许是同一的并且是真实的,无论它们是多数还是一;而这些是相反者。然而,相反的信念之所以相反,并非由于它们是关于相反者的,而是更多由于是以相反的方式进行的。” 那些主张命题最激烈的交锋见于关于相反者的信念中的人所依据的观念本身,试图对此提出反驳的论证首先希望予以驳斥,并说关于相反事物作出断言并不是相反信念的健全标准。例如,认为节制是善的信念与认为放荡是恶的信念,虽然在主词和谓词上都涉及相反者,但它们彼此之间却并不相反,因为它们碰巧同时为真,而相反的信念则绝不可能同时为真(因为总的来说,相反者同时共存是不可能的);相反,相反的信念必须根据就相同事物以相反的方式作出断言来判定,正如肯定与否定那样,这一点亚里士多德将试图通过接下来的论证来确立。至于“无论它们是多数还是一”这句话,则是关于那些断言善是善以及恶是恶的信念说的;因为作为使用不同主词和谓词的信念而言它们是多数,但由于它们不仅同时为真,而且是由同一种生活和状态所产生的,它们似乎也可以是一。然而针对这些必须指出,那些认为相反肯定的交锋胜过矛盾交锋的人,并不会声称这些——即单纯就相反事物作出断言的信念(因为他们绝不是指那些就相反者陈述相反属性的信念)——是单纯相反的信念,而是指那些就同一事物认为具有相反属性的信念;因为这些才是真正以相反方式持有信念的命题。
"Εἰ δὴ ἔστι μὲν τοῦ ἀγαθοῦ ὅτι ἐστὶν ἀγαθὸν δόξα, ἄλλη δὲ ὅτι οὐκ ἀγαθόν, ἔστι δὲ ἄλλο τι ὃ οὐχ ὑπάρχει οὐδὲ οἷόν τε ὑπάρξαι, τῶν μὲν δὴ ἄλλων οὐδεμίαν θετέον, οὔτε ὅσαι ὑπάρχειν τὸ μὴ ὑπάρχον δοξάζουσιν οὔθ’ ὅσαι μὴ ὑπάρχειν τὸ ὑπάρχον (ἄπειροι γὰρ ἀμφότεραι, καὶ ὅσαι ὑπάρχειν δοξάζουσι τὸ μὴ ὑπάρχον καὶ ὅσαι μὴ ὑπάρχειν τὸ ὑπάρχον), ἀλλ’ ἐν ὅσαις ἐστὶν ἡ ἀπάτη.3 αὗται δὲ ἐξ ὧν αἱ γενέσεις. ἐκ τῶν ἀντικειμένων δὲ αἱ γενέσεις, ὥστε καὶ αἱ ἀπάται." Δεύτερον μὲν τοῦτο ἐπιχείρημα παραδίδοται πρὸς τὸ προκείμενον ἡμῖν πρόβλημα, παραβάλλον λοιπὸν τὴν ἀντίφασιν πρὸς τὴν τῶν ἐναντίων καταφάσεων ἀντίθεσιν. πρόεισι δὲ τοῦτον τὸν τρόπον. ἐπειδὴ βουλόμεθα εὑρεῖν ποία τῶν ψευδῶν δοξῶν ἐστιν ἡ μάλιστα ἐναντία τῇ ἀληθεῖ, χρώμενος ἐναργεῖ ἀξιώματι τῷ ἓν ἑνὶ ἐναντίον εἶναι συλλογίζεται ὅτι ἡ ἀπόφασίς ἐστιν ἡ μάλιστα πολεμία πρὸς τὴν κατάφασιν· ἐπεὶ γὰρ ἄπειροι, φησίν, εἰσὶν αἵ τε ψευδεῖς καταφάσεις αἱ μαχόμεναι πρὸς αὐτὴν καὶ αἱ ψευδεῖς ἀποφάσεις, αἱ μὲν λέγουσαι τὰ μὴ ὑπάρχοντα ὑπάρχειν αἱ δὲ τὰ ὑπάρχοντα μὴ ὑπάρχειν (οἷον πρὸς τὴν λέγουσαν ‘τὸ ἀγαθὸν ἀγαθὸν’ μάχονται καταφάσεις μὲν αἱ λέγουσαι ‘τὸ ἀγαθὸν φευκτόν’ ‘τὸ ἀγαθὸν κακόν’ ‘τὸ ἀγαθὸν βλαβερόν’, ἀποφάσεις δὲ αἱ λέγουσαι ‘τὸ ἀγαθὸν οὐχ αἱρετόν’ ‘τὸ ἀγαθὸν οὐκ ὠφέλιμον’ ‘τὸ ἀγαθὸν οὐ ζηλωτόν’, καὶ οὐδὲν μᾶλλον ἄλλην ἄλλης ψεύδεσθαι ἂν εἴποιμεν), τούτων μὲν οὐδεμίαν ἐναντίαν χρὴ λέγειν τῇ ‘τὸ ἀγαθὸν ἀγαθόν’ λεγούσῃ· ἀόριστοι γὰρ ἀμφότεραι αὗται καὶ ἄπειροι, ἓν δὲ ἑνὶ ἐναντίον καὶ ὡρισμένον ὡρισμένῳ. τίνι οὖν κανόνι χρώμενοι τὴν μίαν ἐκείνην καὶ ὡρισμένως μαχομένην εὑρήσομεν; τῇ ἀρχῇ, φησί, καὶ οἷον ῥίζῃ τῆς ἀπάτης· μία γὰρ ὁμολογουμένως αὕτη καὶ ὡρισμένη· ἀπατώμεθα μὲν γὰρ τὸ ἀγαθὸν καὶ βλαβερὸν ἢ κακὸν καὶ οὐκ ὠφέλιμον ἢ οὐ ζηλωτὸν ὑπολαμβάνοντες, ἀλλὰ πάντων τούτων ἀρχὴ μία τὸ νομισθῆναι αὐτὸ μὴ ἀγαθόν. ταύτην δὲ τὴν τῆς ἀπάτης ἀρχήν, ἥτις ἐστί, παραστῆσαι ἡμῖν βουλόμενος ἔφατο εἶναι αὐτὴν ἐξ ἧς ἡ γένεσις, τὴν δὲ γένεσιν ἐκ τῶν ἀντικειμένων εἶναι, τοῦτ’ ἔστιν ἐκ τῶν οἰκείων τοῖς γινομένοις στερήσεων καὶ ἀποφάσεων· τό τε γὰρ λευκὸν ἐξ οὐ λευκοῦ γίνεται λευκὸν καὶ ὁ ἄνθρωπος ἐξ οὐκ ἀνθρώπου, καὶ ἐπὶ πάντων ἁπλῶς τῶν γινομένων ὡσαύτως. ὥστε καὶ ἡ ἀπάτη, φησί, περὶ ταῦτα καὶ ἡ ὡρισμένη ἐναντίωσις, καὶ διὰ ταῦτα ἡ κυριωτάτη μάχη.
“因此,如果关于善有一个它是善的信念,又有另一个它不是善的信念,并且存在某种既不实际具有也不可能实际具有的其他属性,那么在其他信念中,无论是那些认为不实际具有的属性实际具有的信念,还是那些认为实际具有的属性不实际具有的信念,都不应设定(因为二者都是无限的,无论是那些认为不实际具有的属性实际具有的信念,还是那些认为实际具有的属性不实际具有的信念),而应当[设定]那些欺瞒寓于其中的信念。而这些信念正是生成从中产生出来的信念。生成乃是从对立者中产生的,因此欺瞒也是如此。” 这是针对摆在我们面前的课题所给出的第二个论证,它最终将矛盾对立与相反肯定的对立进行了比较。它的推进方式如下。既然我们希望查明在虚假的信念中哪一个最与真实的信念相反,亚里士多德便运用“一物只与一物相反”这一明晰公理,推论出否定乃是与肯定最相敌对的。因为他说,与肯定命题相对抗的虚假肯定与虚假否定都是无限的,前者断言不实际具有的属性实际具有,后者断言实际具有的属性不实际具有(例如,针对断言‘善是善’的命题,与之相对抗的肯定命题有‘善是应当规避的’、‘善是恶’、‘善是有害的’,否定命题有‘善是不可选的’、‘善是无益的’、‘善是不可企慕的’,而且我们绝不能说其中哪一个比另一个更为虚假);因此在这些之中,绝不可说有任何一个是与断言‘善是善’的命题相反的。因为这两类都是未加限定且无限的,而一物只与一物相反,限定之物也只与限定之物相反。那么,我们将运用何种准绳来找到那唯一定向对抗的信念呢?他说,乃是依据欺瞒的本原,可说是根元;因为公认这一本原是一且是确定的。事实上,我们固然因把善设想为有害的或恶的、无益的或不可企慕的而受欺瞒,但这所有一切的单一根源就在于善本身被认为不是善。亚里士多德希望向我们展示这欺瞒的根源究竟为何,便宣称它正是生成从中产生出来的东西,而生成是从对立者中产生的,也就是从对生成者而言固有的缺失和否定中产生的;因为白之物从非白之物生成为白,人从非人生成为人,对于所有生成的事物来说一概如此。因此他说,欺瞒也是关于这些的,限定的相反性也是关于这些的,并且正因如此,最首要的交锋也是关于这些的。
- 1.57Τὸ μὲν δὴ τούτῳ οἴεσθαι τὰς ἐναντίας δόξας ὡρίσθαι τῷ τῶν ἐναντίων εἶναι, ψεῦδος
带冠词的不定式短语 Τὸ ... οἴεσθαι 作主句主语,与表语名词 ψεῦδος 结合。指示代名词 τούτῳ 由紧随其后的与格动名词短语 τῷ τῶν ἐναντίων εἶναι 作同位语具体阐明,构成表示原因或方式的与格(“由这一点,即因其涉及相反者”)。
- 1.57τοῦ γὰρ ἀγαθοῦ ὅτι ἀγαθὸν καὶ τοῦ κακοῦ ὅτι κακόν, ἡ αὐτὴ ἴσως καὶ ἀληθής
属格短语 τοῦ ἀγαθοῦ 与 τοῦ κακοῦ 作省略的名词 δόξα(信念)的宾格性/关涉属格。ὅτι 从句表达判断的内容(“它是善的”、“它是恶的”),述谓部分省略了系动词 ἐστί,以 ἡ αὐτή 和 ἀληθής 作为表语。
- 1.58τῶν μὲν δὴ ἄλλων οὐδεμίαν θετέον ... ἀλλ’ ἐν ὅσαις ἐστὶν ἡ ἀπάτη
动词性形容词 θετέον 采用非人称用法,带宾格宾语 τῶν μὲν δὴ ἄλλων οὐδεμίαν(“其他信念中的任何一个[都不应设定]”)。在转折词 ἀλλ’ 之后,语法上承前省略了支配关系从句的指示宾语短语:[ἐκείνας θετέον] ἐν ὅσαις ἐστὶν ἡ ἀπάτη(“而应当[设定那些]欺瞒存在于其中的信念”)。
