← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§256.10-258.4

向心内信念的溯源与无中介相反命题

阿摩尼奥斯在结合日常共通观念证实论点后,梳理了亚里士多德将口头命题的抗衡溯源至心内信念的探究方法,并解释了在无中介相反者中否定命题与相反者的肯定命题发生重合时的核心问题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.56#4

ὅτι δὲ οὐ μόνον δοξάζομεν οὕτως, ἀλλὰ καὶ διασώζομεν τὸν ἀνθρώπινον βίον κατὰ τὰς αὐτοφυεῖς καὶ ἀδιδάκτους ἐννοίας, δῆλον ἐντεῦθεν· τὸ ἀγαθὸν παντὶ ἐφετόν, τὸ δὲ κακὸν παντὶ φευκτόν· τίς ἂν οὖν εἰ μὴ ἐξείη γείτονι χρήσασθαι ἀγαθῷ, δυοῖν εἰς αἵρεσιν αὐτῷ προκειμένων, ἢ οὐκ ἀγαθῷ χρήσασθαι ἢ ὁμολογουμένως πονηρῷ, ἕλοιτο ἄν πρὸ τοῦ μὴ ὠφελοῦντος τὸν βλάπτειν ἐπιχειροῦντα; κἂν γὰρ ὁ αὐτὸς οὐκ ἀγαθὸς ἅμα ᾖ καὶ κακός, φευκτὸς ἔσται μᾶλλον, οὐ καθὸ ἀνωφελὴς ἀλλὰ καθὸ πρὸς τούτῳ καὶ βλαβερός. ὁ αὐτὸς δὲ λόγος καὶ ἐπὶ δικαίου καὶ ἀδίκου καὶ πάντων τῶν παραπλησίων. Τῆς τοίνυν φύσεως τῶν πραγμάτων καὶ τῆς δυνάμεως τῶν ἀποφαντικῶν λόγων, περὶ ὧν ἡ σκέψις, δήλης ἐκ τούτων γενομένης, ἑξῆς ἐπισκεψώμεθα τὰ διὰ τῆς προκειμένης ἐπιχειρήσεως περὶ τούτων λεγόμενα. ποιεῖται μὲν οὖν ὁ τῶν λόγων τούτων πατὴρ ὢν τὴν ζήτησιν ἐπὶ τῶν κατὰ τὸν προφορικὸν λόγον προτάσεων, δύο λαμβάνων καταφάσεις, τὴν μὲν καθόλου ὡς καθόλου τὴν δὲ καθ’ ἕκαστα, καὶ τῇ μὲν καθ’ ἕκαστα τήν τε ὄντως οὖσαν ἀπόφασιν αὐτῆς ἀντιτιθεὶς καὶ τὴν τοῦ ἐναντίου κατάφασιν, τῇ δὲ καθόλου ὡς μὲν ἀπόφασιν ἀντιτιθεὶς οὐ τὴν ἀντιφάσκουσαν πρὸς αὐτὴν ἀλλὰ τὴν ὡς ἐναντίαν αὐτῇ μαχομένην, ὅπερ ἐστὶ τὴν καθόλου ἀπόφασιν, πρὸς ταύτῃ δέ γε καὶ τὴν καθόλου τοῦ ἐναντίου κατάφασιν. καὶ προτίθεται εὑρεῖν πότερον αἱ ἀποφάσεις εἰσὶν αἱ μᾶλλον μαχόμεναι ταῖς καταφάσεσιν ἢ αἱ τῶν ἐναντίων καταφάσεις, πάνυ προσεκτικῶς ἀνάγων τὴν ζήτησιν ἐπὶ τὴν οἰκείαν τῶν προκειμένων ἀρχήν, λέγω δὲ τοὺς ἐνδιαθέτους καλουμένους λόγους καὶ τὰς περὶ τῶν πραγμάτων ἐν τῇ ψυχῇ δόξας, ἀφ’ ὧν προφερόμεθα τοὺς ἔξω ῥέοντας λόγους, καὶ ἀξιῶν ὡς ἂν ἐπὶ τῶν δοξῶν ἔχουσαι ὀφθῶσιν αἱ εἰρημέναι τῶν προτάσεων ἀντιθέσεις, οὕτως καὶ ἐπὶ τῶν κατὰ τὴν φωνὴν ἀποφάνσεων ἔχειν.1 τοῦτο μὲν οὖν καὶ ὀρθῶς ἐπινενόηται παρ’ αὐτοῦ καὶ σαφῶς λέγεται. εἰ δὲ τὰς καθόλου προτάσεις καὶ ἐναντίας λεγομένας καθ’ ὁμοιότητα τῶν κυρίως ἐναντίων τῷ ὀνόματι τούτῳ προσαγορεύομεν, ἅτε ποτὲ συμψευδομένας, δῆλον ὅτι τὴν μάχην αὐτῶν καὶ τὴν πρὸς ἀλλήλας ἐναντίωσιν ἀσθενεστέραν εἶναι ἡγητέον τῆς μάχης τῶν προηγουμένως καὶ κυριώτατα λεγομένων ἐναντίων· αὗται δ’ ἂν εἶεν αἱ τολμῶσαι κατὰ τοῦ αὐτοῦ τὰ ἐναντία καταφάσκειν. ἀλλὰ τοῦτο μὲν καὶ τὰς κατὰ μέρος ἐπιχειρήσεις βασανίζοντες ἀκριβέστερον ἐπισκεψόμεθα, καὶ ἔτι ὅπως ἡ τῆς ἀντιφάσεως ἀντίθεσις ἔχει πρὸς τὴν τῶν ἐναντίων καταφάσεων, ἅπερ ἐστὶ τὰ νῦν ἡμῖν εἰς θεωρίαν προκείμενα. Τῆς δὲ λέξεως τὸ μὲν εἰ γὰρ τὰ μὲν ἐν τῇ φωνῇ ἀντὶ τοῦ ‘εἰ δὴ’ εἴρηται·2 οὐ γὰρ προειρημένου τινὸς αἰτίαν ἀποδίδωσιν, ἵνα καὶ χώραν ἔχῃ ὁ αἰτιολογικὸς σύνδεσμος, ἀλλὰ τὴν μέθοδον ὑφηγεῖται τὴν καθ’ ἣν κρινοῦμεν τὰς μάλιστα μαχομένας προτάσεις, ἀπὸ τῶν αἰτίων αὐτῶν ὁρμώμενοι. τὸ δὲ ἐπὶ τέλει τῆς ῥήσεως εἰρημένον, τὸ καὶ εἰ ἔστι μία, καθ’ ὁποτέραν ἡ ἐναντία,3 τοιαύτην ἔχει διάνοιαν· ἔστι δόξα περί τινος τῶν ἀγαθῶν, οἷον σωφροσύνης, αὐτὸ τοῦτο ἀποφαινομένη ὅτι ἐστὶν ἀγαθόν, ἄλλη δὲ ἡ λέγουσα ὅτι οὐκ ἔστιν ἀγαθόν, τρίτη δὲ ἡ λέγουσα ὅτι ἐστὶ κακόν· συμβαίνει οὖν, φησί, τήν τε ἀπόφασιν τὴν λέγουσαν ‘ἡ σωφροσύνη ἀγαθὸν οὐκ ἔστι’ καὶ τὴν τοῦ ἐναντίου κατάφασιν τὴν λέγουσαν ‘ἡ σωφροσύνη κακόν ἐστι’ ποτὲ μὲν διαφωνεῖν ποτὲ δὲ συντρέχειν ἀλλήλαις· ἐπεὶ γὰρ τῶν ἐναντίων τὰ μὲν ἔστιν ἔμμεσα τὰ δὲ ἄμεσα, εἰ μὲν τῶν ἐμμέσων ἐναντίων εἴη τὰ κατηγορούμενα, οὐκ ἂν ἀκολουθήσαι τῇ ἀποφάσει ἡ τοῦ ἐναντίου κατάφασις (οὐ γὰρ τὸ οὐ λευκὸν ἤδη ἀνάγκη εἶναι μέλαν), εἰ δὲ τῶν ἀμέσων, ταὐτὸν σημαίνουσιν ἥ τε ἀπόφασις καὶ ἡ τοῦ ἐναντίου κατάφασις, ὅταν ἀποφαίνωνται περί τινος τῶν πεφυκότων δέχεσθαι τὴν ἐναντίωσιν· ὥσπερ γὰρ τὸ περιττὸν εὐθὺς οὐκ ἄρτιον, οὕτω τὸ οὐκ ἄρτιον ἀνάγκη εἶναι περιττόν. ἐφ’ ὧν οὖν συντρέχουσιν ἥ τε ἀπόφασις καὶ ἡ τοῦ ἐναντίου κατάφασις, οὐκέτι μὲν δυνατὸν ὡς ἐπὶ διαφόρων ζητεῖν ποτέρα αὐτῶν ἐστιν ἡ μᾶλλον μαχομένη πρὸς τὴν ἐξ ἀρχῆς κατάφασιν· εἰσὶ γὰρ ἄμφω τρόπον τινὰ μία, τὸ αὐτὸ δυνάμεναι. ἀξιοῖ δὲ ζητεῖν αὕτη ἡ μία κατὰ τὴν δύναμιν κατὰ τί μᾶλλον μάχεται τῇ ἐξ ἀρχῆς καταφάσει, πότερον καθὸ ἀποφάσκει τὸ ὑπάρχον ἢ καθὸ καταφάσκει τὸ μὴ ὑπάρχον· οἷον πρὸς τὴν λέγουσαν πρότασιν ‘ὁ τρία ἄρτιός ἐστι’ μάχονται ἥ τε λέγουσα ‘ὁ τρία ἄρτιος οὐκ ἔστι’ καὶ ἡ λέγουσα ‘ὁ τρία περιττός ἐστι’, τὸ αὐτὸ σημαίνουσαι ἄμφω· ζητεῖ οὖν τὸ οὐκ ἄρτιον τοῦτο καὶ περιττὸν κατὰ τί μᾶλλον μάχεται πρὸς τὸ ἄρτιον, πότερον καθὸ οὐκ ἄρτιον ἢ καθὸ περιττόν.

我们不仅如此判断,而且还依循那些天生的、未经教授的共通观念来维系人类的生活,这一点由此便显而易见:善是众人皆渴望的,而恶是众人皆规避的。因此,如果不能与一个良善的邻人为伴,而在摆在他面前的两种选择中——要么与一个不良善者为伴,要么与一个公认邪恶者为伴——谁会宁愿选择企图加害之人,而不选择仅仅无益之人呢?因为即使同一人同时既是不良善的又是邪恶的,他也更为人所规避,并非因其无益,而是因其在此之上还具有危害性。同样的道理也适用于正义与不正义,以及所有类似的情形。 因此,既然所探讨的诸事物的自然本性与断陈性言论的力量已由此得以阐明,接下来就让我们来考察通过眼前的论证关于这些问题所陈述的内容。于是,这些言论之父〔亚里士多德〕在口头言论中的诸命题上展开探究,选取了两个肯定命题,其一为作为全称的全称命题,其二为特称命题;对于特称命题,他既将其实际上的否定命题与之对立,也将相反者的肯定命题与之对立;而对于全称命题,作为否定命题与之对立的并非与它相矛盾者,而是作为相反者与之对抗者,即全称否定命题,并且在此之上还加上了全称的相反者肯定命题。他企图查明,究竟是否定命题更与肯定命题相抗衡,还是相反者的肯定命题更与肯定命题相抗衡;他极为审慎地将这一探究溯源至当前论题所固有的本原,我指的正是所谓的心内言论以及灵魂中关于诸事物的信念——我们正是从这些信念出发才发出向外流淌的言论——并且认定,正如上述命题的对立在信念的情形中被看到的那样,在依声音发出的断陈中也必定同样如此。这在他那里既构想得很正确,也陈述得很清楚。 然而,如果我们将那些称为相反者的全称命题,依其与严格意义上的相反者的相似性而冠以这个名称(因为它们有时会同时为假),显而易见,它们的交锋以及彼此之间的相反性,必须被认为弱于首要且最严格意义上被称为相反者的交锋;而后者乃是那些胆敢就同一事物肯定相反诸属性的命题。但这一点,以及矛盾的对立如何关联于相反肯定的对立,我们在审视具体的论证时将更为精确地予以考察,这些正是当下摆在我们面前以供观照的论题。 至于文句本身,“因为如果口头声音中的事物”这句话乃是用来代替“那么如果”;因为他并不是在为某种先前所述之物提供原因以使因果连接词拥有其位置,而是从诸原因本身出发,提示我们赖以判定最为抗衡之命题的方法。 而在该段言论末尾所说的“如果它是一,依据二者中的哪一方构成了相反”,其意涵如下:存在着一个关于某种善物(例如节制)的信念,断言的正是这一点,即它是善的;另一个信念则断言它不是善的;第三个信念则断言它是恶的。因此他说,断言“节制不是善”的否定命题与断言“节制是恶”的相反者的肯定命题,有时会彼此不一致,有时则会相互重合。因为在相反者中,有些是有中介的,有些是无中介的;如果被述谓之物属于有中介的相反者,相反者的肯定命题便不会随否定命题而产生(因为不白之物并不必然就是黑色);但如果属于无中介者,当它们就那些天生适于接受该相反性的事物作出断言时,否定命题与相反者的肯定命题便意味着同一回事;因为正如奇数立刻就不是偶数一样,不是偶数之物也必然是奇数。 因此,在否定命题与相反者的肯定命题相互重合的情形中,便不再可能像对待两个不同事物那样去探究它们中的哪一个更与最初的肯定命题相抗衡;因为二者在某种方式上乃是一体,具有相同的力量。然而他认为应当探究的是:这个在力量上为一的命题究竟依据什么而更与最初的肯定命题相抗衡,是依据它否定了实际具有的属性,还是依据它肯定了并不具有的属性?例如,针对断言“三是偶数”的命题,断言“三不是偶数”的命题与断言“三是奇数”的命题都与之相对抗,二者意味着同一回事;因此他探究,这个“不是偶数”且“是奇数”的事物究竟依据什么而更与“偶数”相对抗,是依据其不是偶数,还是依据其是奇数。

语法注3 条
  1. 1.56ἀξιῶν ὡς ἂν ἐπὶ τῶν δοξῶν ἔχουσαι ὀφθῶσιν αἱ εἰρημέναι τῶν προτάσεων ἀντιθέσεις, οὕτως καὶ ἐπὶ τῶν κατὰ τὴν φωνὴν ἀποφάνσεων ἔχειν

    依赖于分词 ἀξιῶν(“认为/要求”)的复合句结构。它包含一个相关从句结构 ὡς ἂν ... οὕτως καί ...(“正如……那样,同样也……”),不定式 ἔχειν 作为 ἀξιῶν 的补足语,表达了命题对立在口头发出的断陈中也当同样成立的主张。

  2. 1.56εἰ γὰρ τὰ μὲν ἐν τῇ φωνῇ ἀντὶ τοῦ ‘εἰ δὴ’ εἴρηται

    注解者对亚里士多德原文(23a32)中连词 γάρ 的句法说明。阿摩尼奥斯指出,此处的 γάρ 并非提供前述论断理由的因果连词,而是替代 δή(相当于“那么如果”,用以引出方法论前提)。

  3. 1.56τὸ καὶ εἰ ἔστι μία, καθ’ ὁποτέραν ἡ ἐναντία

    句首的冠词 τό 将引述的短语(来自 23b7 处标目末尾)名词化为主格中性单数,充当谓语 τοιαύτην ἔχει διάνοιαν(“具有如下意涵”)的语法主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:256.10-258.4