- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:254.22-256.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼乌斯继承叙利亚努斯的论述理路,通过阐明单纯名词中相反性与否定之间的根本差异(无论是等力形式间的对立还是自善的退堕),进而确证在命题层面肯定相反者的陈述彼此具有最强的对立。
ἦν μὲν οὖν αὔταρκες τοῖς ἐφιστάνειν δυναμένοις πρὸς τὴν ἐπίκρισιν τῆς περὶ τούτων ἀληθείας τὸ ἐντυγχάνειν1 τοῖς εἰς ταῦτα παρὰ τοῦ θεσπεσίου ἐκείνου ἀνδρὸς γεγραμμένοις, ἀλλ’ ἐπεὶ μόνην τὴν περὶ τούτων ἐπίσκεψιν προθέμενος γράφειν οὐ καταγίνεται περὶ τὴν τῆς λέξεως αὐτῆς σαφήνειαν, ὥστε ἀποπλῆσαι καὶ τὸν πολὺν ἀκροατήν, πειρασόμεθα μὲν ἡμεῖς καὶ τούτου τοῦ θεωρήματος κατὰ τὸν αὐτὸν τοῖς προλαβοῦσι τύπον ποιήσασθαι τὴν ἐξήγησιν, ἐν μέντοι ταῖς ἐπιστάσεσιν οὐδὲν ἔχοντες πλέον ἐπινοεῖν τῶν παρ’ ἐκείνου τεθεωρημένων οὐ παραιτησόμεθα καὶ ἐπ’ αὐτῶν ἐνίοτε τῶν λέξεων τὰ τοῦ ἀνδρὸς ἐκείνου γράφειν. Πρῶτον μὲν οὖν αὐτὸ καθ’ αὑτὸ τὸ πρόβλημα ἐπισκεπτόμενοι φήσομεν ὅτι εἰ καὶ ὑπάρχει τις ἐν τῷ οὐ λευκῷ πρὸς τὸ λευκὸν ἐναντίωσις, περιέχει ταύτην πάντως τὸ μέλαν, οὐ κατὰ συμβεβηκὸς ὥσπερ τὸ πικρὸν ἢ τὸ θερμόν, ἀλλὰ κατ’ αὐτὴν τῆς ἀντιθέσεως τὴν φύσιν τὸ μὲν γὰρ πικρὸν οὐδὲν μᾶλλον τὸ οὐ λευκὸν ἢ τὸ οὐ θερμὸν ἢ ἄλλου ὁτουοῦν τῶν μὴ συγγενῶν αὐτῷ τὴν ἀναίρεσιν σημαίνει, τὸ δὲ μέλαν καθ’ αὑτὸ καὶ προηγουμένως μόνῳ τῷ λευκῷ πολεμοῦν ὡρισμένως δηλονότι καὶ καθ’ αὑτὸ μόνου τοῦ λευκοῦ τὴν ἀναίρεσιν ἂν σημαίνοι. τὴν μέντοι τοῦ μέλανος πρὸς τὸ λευκὸν ἐναντίωσιν οὐκέτι πάντως περιέχει τὸ οὐ λευκόν ἀρχὴ γὰρ τῆς πρὸς τὸ λευκὸν διαφορᾶς τὸ οὐ λευκόν, ὡς ἐν τῷ δεκάτῳ τῆς Μετὰ τὰ φυσικὰ λέλεκται, προκόπτουσα δὲ αὕτη καὶ ἐπὶ πᾶν ἐρχομένη καὶ εἰς τὸ πέρας καταντῶσα μέλαν γίνεται. καὶ ἡ μὲν ἀφαιρεῖ μόνον τὸ ὄν, ἡ δὲ πρὸς τούτῳ τίθησι καὶ τὸ ἐναντίον εἰ γὰρ καὶ ἐπὶ τῶν ἁπλῶν φωνῶν λέγοι τις ἐναντίον εἶναι τῷ λευκῷ τὸ οὐ λευκόν, πρῶτον μὲν εἰς ταὐτὸν ἄξει στέρησιν καὶ ἐναντίωσιν, εἶτα οὐκέτι ἓν ἑνὶ ἐναντίον ἐρεῖ (τὸ γὰρ οὐ λευκὸν καὶ φαιόν ἐστι καὶ ὠχρὸν καὶ ξανθὸν καὶ μέλαν), ἔπειτα ὡρισμένῳ ἀόριστον ἔσται καὶ ἄπειρον ἀντικείμενον κατὰ παντὸς γὰρ ἢ τὸ λευκὸν ἢ τὸ οὐ λευκόν, ὥστε καὶ οὐσίαι ἐναντίαι ἔσονται τῷ λευκῷ καὶ ποσότητες καὶ τὰ ἄλλα γένη. ἀλλὰ δεῖ τὰ κυρίως ἐναντία λεγόμενα ἢ εἴδη ἄμφω εἶναι καὶ δύναμιν ἔχειν καὶ ἐνέργειαν ἑκάτερον καὶ ἰσοσθενεῖν ἀλλήλοις, ἵνα μάχεσθαί τε ἀλλήλοις δύνωνται καὶ μὴ φθείρηται θάτερον εἶδος ὑπὸ θατέρου καὶ παραθραύῃ τὴν τελειότητα τοῦ παντός, ὡς ἐπὶ λευκοῦ καὶ μέλανος ἔχει καὶ θερμοῦ καὶ ψυχροῦ καὶ πάντων τῶν παραπλησίων, ἢ τὸ ἕτερον ἐσχάτην ἀπόπτωσιν εἶναι τοῦ ἑτέρου2 καὶ σημαίνεσθαι ὑπὸ ὡρισμένου ὀνόματος, εἴτε στερητικῶς λεγομένου, καθάπερ ἐπὶ ἀδικίας καὶ ἀνοίας, εἴτε καὶ μή, καθάπερ ἐπὶ δειλίας, καὶ πεφυκέναι εἰς ἐκεῖνο ἀνακάμπτειν, ὡς ἐπὶ σωφροσύνης ἔχει καὶ ἀκολασίας ἀρετῆς τε πάσης καὶ κακίας καὶ ὅλως ἀγαθοῦ καὶ κακοῦ τὸ γὰρ κακὸν εἶδος μὲν καὶ ὅρος οὐκ ἔστιν, ὥσπερ τὸ ἀγαθόν, λέγεται μέντοι καὶ αὐτὸ ὡς ἐσχάτη ὃν ἀπὸ τοῦ ἀγαθοῦ ἔκπτωσις καὶ σημαινόμενον ὀνόματι ὡρισμένῳ ἐναντίον τότε, ὅταν πεφύκῃ εἰς τὸ εἶδος καὶ τὸ ἀγαθὸν ἀνακάμπτειν. ἐὰν δὲ τοῦ αὐτοῦ εἴδους τήν τε παρουσίαν τὴν ἐν τῷ ὑποκειμένῳ καὶ τὴν ἀπουσίαν ἁπλῶς ἐπισκοπῶμεν, ἄλλην τινὰ ποιοῦμεν ἀντίθεσιν καὶ οὐχὶ τὴν τῶν ἐναντίων ἐὰν μὲν γὰρ ἡ ἀπουσία καὶ αὐτῆς τῆς πρὸς τὴν εἰς αὖθις παρουσίαν τοῦ εἴδους δυνάμεως στέρησιν ἔχῃ, γίνεται στέρησις ἡ ἐν Κατηγορίαις παραδεδομένη, εἰ δὲ τῆς ἐνεργείας μόνης ἀπουσία εἴη, γίνεται στέρησις ἡ πεφυκυῖα εἰς τὸ εἶδος ἀνακάμπτειν, ἣν διὰ τοῦτο καίτοι ὑπὸ ἀορίστου δηλουμένην ὀνόματος ἐναντίαν τῷ εἴδει ἐν τῇ Φυσικῇ ἀκροάσει προσαγορεύειν ἠξίωσε.3 Ταῦτα μὲν οὖν παρεξέβημεν, τὰς διαφόρους παρὰ τοῖς παλαιοῖς ἐννοίας τῶν τε ἐναντίων καὶ τῶν κατὰ στέρησιν καὶ ἕξιν ἀντικειμένων καὶ τὰ περὶ τῆς ἀντιθέσεως τοῦ κακοῦ πρὸς τὸ ἀγαθόν, πολλοῖς εἰωθότα πράγματα παρέχειν, διαρθρῶσαι βουληθέντες. εἰ δὲ ἐπὶ τῶν ἁπλῶν φωνῶν οὕτως ἔχει, δῆλον ὅτι καὶ ἐν τοῖς ἀποφαντικοῖς λόγοις ἡ τὸ ἐναντίον καταφάσκουσα τῇ τὸ ἐναντίον καταφασκούσῃ μάλιστα μάχεται· ἡ γὰρ κοινωνία ταῖς προτάσεσι καὶ ἡ διαφορὰ κατὰ τὴν δύναμιν θεωρεῖται τῶν συμπληρουσῶν αὐτὰς ἁπλῶν φωνῶν.
因此,对于那些能够专注的人来说,读到那位非凡之人就这些问题所写下的论述,本已足以对关于它们的真理作出判定;但既然他只打算写下关于这些问题的考察,而未致力于文辞本身的明晰性以至于能让一般听众也感到满意,我们自己也将尝试按照此前诸定理的相同模式对这一定理进行解释;然而在思考上既然无法构想出超越他所观照之物的任何内容,我们有时亦不拒绝依其原初的字句书写那位先生的文字。首先,当我们就这个问题本身进行考察时,我们将说:即便在“不白”对于“白”中存在着某种相反性,“黑”也必定完全包含着这种相反性,并且这不是像“苦”或“热”那样出于偶然,而是依据对立本身的自然本性。因为“苦”并不比意味着“不热”或任何其他与之不同类事物的取消更多地意味着“不白”,而“黑”就其自身而言且首要地只与“白”相对抗,显而易见是以确定的方式就其自身而言只意味着“白”的取消。然而,“不白”却不再完全包含“黑”对于“白”的相反性;因为正如在《形而上学》第十卷中所说,“不白”是对于“白”的差异的开端,而这种差异逐步推进、扩至全面并达到终点时,便成为了黑。并且,前者仅仅去除了存在之物,而后者在此之上更确立了相反者。因为如果在单纯词语的情形下有人也说“不白”是“白”的相反者,首先他将把匮乏与相反性归为同一物,其次他将不再能说一物与一物相反(因为“不白”既是灰色,也是苍白,也是黄色,也是黑色),再者与确定的事物相对立的将是无定且无限之物(因为对于一切事物而言,非“白”即“不白”,以至于实体、数量及其他诸属也将是“白”的相反者)。相反,严格意义上被称为相反者的事物,要么二者必须皆为形式,各自拥有潜能与现实活动性且彼此力量对等,以便它们能够相互对抗,且任何一方形式都不会被另一方毁灭从而破坏整体的完备性——正如在白与黑、热与冷以及所有类似事物的情形中那样;要么其中一方必须是另一方的终极退堕,并由一个确定的名称所指示——不论是依匮乏的方式而言(如同不正义与愚蠢那样),还是并非如此(如同懦弱那样)——并且天生适于复归于〔那一形式〕,正如在节制与放纵、一切德性与恶习以及统而言之善与恶的情形中那样(因为恶并不像善那样是形式与限定,然而当它作为自善的终极退堕、由确定的名称所指示,且天生适于复归于形式与善时,它本身在那时也被称为相反者)。但如果我们单纯考察同一形式在基质中的临在与缺席,我们所造成的乃是另一种对立,而非相反者的对立。因为如果这种缺席甚至伴随着对该形式日后重新临在之潜能本身的剥夺,它就变成了《范畴篇》中所传授的匮乏;但如果仅仅是现实活动性的缺席,它就变成了天生适于复归于形式的匮乏,正因如此,〔亚里士多德〕在《自然哲学听友笔记》中认为即便它由无定的名称来指示,也配被称为形式的相反者。以上是我们因希望厘清古代人关于相反者以及依匮乏与具有相对立之物的不同观念,并厘清通常给许多人带来困扰的关于恶对于善的对立问题而作出的离题探讨。如果对于单纯词语而言情况确实如此,那么显而易见,在断陈性言论中,肯定相反者的命题最与肯定相反者的命题相对抗;因为命题中的相通性与差异性,乃是依据充实它们的单纯词语的力量而被考察的。
- 1.56ἦν μὲν οὖν αὔταρκες ... τὸ ἐντυγχάνειν
句式骨架为 ἦν αὔταρκες(未完成过去时表未实现的潜能或本当如此),带有定冠词的不定词短语 τὸ ἐντυγχάνειν τοῖς ... γεγραμμένοις 作为语法主语。与格 τοῖς ἐφιστάνειν δυναμένοις 表关涉(“对于能够专注的人而言”)。
- 1.56ἀλλὰ δεῖ τὰ κυρίως ἐναντία λεγόμενα ἢ εἴδη ἄμφω εἶναι ... ἢ τὸ ἕτερον ἐσχάτην ἀπόπτωσιν εἶναι τοῦ ἑτέρου
由无人称动词 δεῖ 统辖的以 ἤ ... ἤ 连接的长篇选言宾格不定词结构。不定词的逻辑主语为 τὰ κυρίως ἐναντία λεγόμενα。第一选支为 εἴδη ἄμφω εἶναι 等(二者皆为等力形式),第二选支为 τὸ ἕτερον ἐσχάτην ἀπόπτωσιν εἶναι τοῦ ἑτέρου 等(一方为另一方的终极退堕)。
- 1.56ἐναντίαν τῷ εἴδει ἐν τῇ Φυσικῇ ἀκροάσει προσαγορεύειν ἠξίωσε
双重宾格结构:以关系代词 ἣν(先行词为 στέρησις)作直接宾语,以 ἐναντίαν τῷ εἴδει(“形式的相反者”)作谓述宾格,受 προσαγορεύειν 统辖。ἠξίωσε 的隐含主语依上下文为亚里士多德。
