← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§253.1-254.22

矛盾对立的优先性与关于相反对立的裁决

阿摩尼奥斯推测了亚里士多德将矛盾对立置于首位的原因,并介绍了其师叙利亚努斯的裁决;后者借助柏拉图与亚里士多德的其他著作(《形而上学》《范畴篇》《自然哲学》等),论证了真正的最大差异存在于相反者之间,而非存在于肯定命题与否定命题之间。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.56#2

ὅτι δὲ εἰκότως οὔτε τὰς ἀπροσδιορίστους ἐν τούτοις οὔτε τὰς ὑπεναντίας παρέλαβε, διὰ τῶν ἑξῆς κατὰ καιρὸν ἐπιδείξομεν.1 Αὐτὸς μὲν οὖν οὕτω ταῦτα διατάττεται περὶ τούτων, ἀποβλέπων ἴσως πρὸς τὸ ἀπόφασιν μὲν ἐπὶ πάντων ἁπλῶς ὄντων τε καὶ μὴ ὄντων δύνασθαι ἡμᾶς λαμβάνειν2 καὶ ἀντιτιθέναι πρὸς τὴν κατάφασιν, μηκέτι μέντοι ἐπὶ πάντων εἶναι τοῦ ἐναντίου κατάφασιν (ὅταν γὰρ τὸ ἐξ ἀρχῆς κατηγορηθὲν μηδὲν ἔχῃ ἐναντίον ἤτοι οὐσία ὂν ἢ ποσὸν ἢ ἀπὸ τῶν ἄλλων κατηγοριῶν τῶν μὴ ἐπιδεχομένων ἐναντίωσιν, ἢ καὶ μέσον ᾖ ἐναντίων τινῶν, τότε δῆλον ὅτι ἀδύνατον τοῦ ἐναντίου κατάφασιν εὑρεῖν), βουλόμενος δὲ καὶ ἄλλως τῇ ἀναγκαίᾳ φανείσῃ πρὸς τὴν θεωρίαν τῶν προτάσεων ἀντιθέσει, τῇ ἀντιφατικῇ λέγω, τὰ πρεσβεῖα παρὰ τὰς ἄλλας πάσας νέμειν. ὁ μέντοι μέγας Συριανὸς ἄριστα καὶ θεωρητικώτατα ταύτῃ τῇ ζητήσει διῄτησε, τά τε πράγματα ὅπως ἔχει φύσεως καὶ τῆς πρὸς ἄλληλα διαστάσεως μάλα ἐναργῶς ἐπιδεικνὺς καὶ τὰς κοινὰς ἡμῶν καὶ αὐτοφυεῖς ἐννοίας συμφώνους τοῖς λεγομένοις ἀποφαίνων καὶ τῶν ἐπιχειρημάτων ἕκαστον αὐτὸ καθ’ αὑτὸ βασανίζων καὶ διηρθρωμένως διδάσκων τί τε ὀρθῶς καὶ τί πιθανῶς μὲν οὐ μέντοι ἀκριβῶς ἐν αὐτοῖς παραδίδοται, καὶ ἐπὶ πᾶσι τόν τε θειότατον Πλάτωνα μάρτυρα παραφέρων ἐν τῷ Σοφιστῇ ἀποφαινόμενον τὴν ἀπόφασιν ἕτερον μέν τι τῆς καταφάσεως σημαίνειν, οὐ μὴν ἐναντίον πρὸς αὐτήν, διότι ἓν μὲν ἑνὶ ἐναντίον (οὐ γὰρ ἄδικος ἡ φύσις, ὥστε πλείονα ἑνὶ ποιῆσαι πολέμια), ἡ δὲ τοῦ μεγάλου ἀπόφασις, ὅπερ ἐν Σοφιστῇ λέγεται, καθ’ ἣν τὸ οὐ μέγα λέγομεν, οὐδὲν μᾶλλον τὸ σμικρὸν ἢ τὸ ἴσον δηλοῖ (διὸ καὶ ἐν τῷ ἕκτῳ τῆς Πολιτείας πλείονος ἐπιμελείας δεῖσθαι λέγων τὰς ἐρρωμενεστέρας φύσεις πρὸς τὸ μὴ διαφθαρῆναι τῶν σμικροτέρων καὶ ἀποδιδοὺς τούτου τὴν αἰτίαν “ἀγαθῷ3 γάρ, φησί, κακὸν ἐναντιώτερον ἢ τῷ μὴ ἀγαθῷ”, τοῦτ’ ἔστι τῷ λοιπῷ τῶν ὑπὸ τῆς ἀποφάσεως τοῦ κακοῦ σημαινομένων, εἰ καὶ παρεῖται τοῦτο ὡς ἐναργὲς καὶ εἴληπται τὸ μὴ ἀγαθὸν ἀντὶ τοῦ μήτε κακοῦ μήτε ἀγαθοῦ), καὶ αὐτοῦ μέντοι τοῦ Ἀριστοτέλους τῇ τελειοτέρᾳ παραδόσει τῇ ἐν τῷ δεκάτῳ τῆς Θεολογικῆς πραγματείας πείθεσθαι ἡμᾶς ἀξιῶν4 πλείστην εἶναι διάστασιν τοῦ ἐναντίου πρὸς τὸ ἐναντίον ἀλλ’ οὐ τῆς ἀποφάσεως πρὸς τὴν κατάφασιν ἀποφαινομένου, δι’ ὧν φησιν “ἐπεὶ δὲ διαφέρειν ἐνδέχεται ἀλλήλων τὰ διαφέροντα πλεῖον καὶ ἔλαττον, ἔστι τις καὶ μεγίστη διαφορά, καὶ ταύτην λέγω ἐναντίωσιν” καὶ ὅσα ἑξῆς τούτοις ἐπιφέρει, κατασκευάζων, οὐ καθάπερ ἐνταῦθα λογικώτερον ὑπὲρ τοῦ γυμνάσαι τὴν ἡμετέραν, ὡς εἴρηται, διάνοιαν, ἀλλ’ ἀπ’ αὐτῶν ὄντως τῶν πραγμάτων, ὅτι ἡ τῶν ἐναντίων διαφορὰ μεγίστη τῶν ἄλλων καὶ διὰ τοῦτο τελεία καὶ οὐδὲν ἔχουσα ἐξωτέρω αὐτῆς δυνάμενον πεσεῖν. οὕτω δὲ καὶ ἐν Κατηγορίαις τὸ οὐ δίκαιον καὶ τὸ οὐκ ἄδικον μέσον ἔφατο εἶναι τοῦ δικαίου καὶ τοῦ ἀδίκου, ἐναντίων ὄντων καὶ τὴν πλείστην ἀλλήλων διάστασιν ἀφεστηκότων, ὃ καὶ τοῖς ἄλλοις πᾶσιν ἐναντίοις ὑπάρχειν ἔφη κατὰ τὸν ἀποδεδομένον αὐτῶν ὁρισμὸν ἐν τῷ συγγράμματι τῶν Κατηγοριῶν, καὶ ἐν ταῖς Φυσικαῖς μέντοι πάσαις πραγματείαις γίνεσθαι ἀποφαίνεται τὰ ἐναντία ἐκ τῶν ἐναντίων, ἅτε πλεῖστον ἀπ’ αὐτῶν διεστηκότων καὶ ὄντων ὡρισμένων, καὶ εἴ ποτε γίνοιντο ἐκ τῶν μεταξὺ κειμένων καὶ ἁπλῶς μὲν ὑπὸ τῆς τοῦ γινομένου ἀποφάσεως πῇ δὲ ὑπὸ τῆς τοῦ ἐναντίου πρὸς αὐτὸ καταφάσεως δηλουμένων, οἷον τὸ λευκὸν ἐκ τοῦ φαιοῦ, ἁπλῶς μὲν ὄντος οὐ λευκοῦ πῇ δὲ μέλανος, γίνεσθαί φησιν αὐτὰ ἐξ ἐκείνων, οὐ καθὸ ἐκεῖνα σημαίνεται ἁπλῶς ὑπὸ τῆς ἀποφάσεως τοῦ γινομένου, ἀλλὰ καθὸ πῇ τοῦ ἐναντίου μετέχουσιν, ὡς ἂν τῆς ἀποφάσεως οὐ περιεχούσης καθ’ αὑτὴν τὴν παντελῆ πρὸς τὴν κατάφασιν διαφοράν.5 καὶ αὐτόθεν μέντοι συμφώνως τοῖς ἐν τῷ Σοφιστῇ παρὰ Πλάτωνος εἰρημένοις ἀποφαίνεται μὴ εἶναι τῷ μὴ ὄντι τὸ μὴ ὂν ἐναντίον περὶ τῶν ἐναντίων κινήσεων καὶ μεταβολῶν ἐν τῷ πέμπτῳ τῆς Φυσικῆς ἀκροάσεως διοριζόμενος. συνᾴδει δὲ τούτοις καὶ τὸ προοίμιον τῆς Τοπικῆς πραγματείας ὑπεναντία προσαγορεῦον τὰ ἀντιφατικῶς ἀλλήλοις ἀντικείμενα, ὡς οὐ τελείαν τὴν πρὸς ἄλληλα ἐναντίωσιν ἔχοντα.

至于他在这些讨论中理所当然地既未引入不定命题也未引入下反对命题,我们将在接下来的内容中适时加以指明。他自己关于这些事物是如此安排的,这或许是考虑到:对于存在的事物与不存在的事物,我们完全可以毫无例外地一律采取否定命题并使其与肯定命题相对立,然而相反者的肯定命题却绝非在所有情况下都能成立(因为无论起初所表述的是实体还是数量,还是来自其他不容纳相反性的范畴,只要它不具有任何相反者,或者它原本就是某些相反者之间的居间者,显而易见此时就无法找到相反者的肯定命题);并且在另一方面,他也是希望将超越所有其他对立形式的首要地位赋予对于命题的研究而言显为必然的对立,我指的是矛盾对立。然而,伟大的叙利亚努斯对这一探究作出了极其出色且极具理论深度的裁决:他极其明晰地阐明了事物在自然本性上以及在彼此间的距离上究竟如何,指出我们共同的与生俱来的概念与所说之理相符,逐一审视每一个论证企图本身,条理分明地指明在其中何者被正确地传授,何者虽貌似可信却未达精确;而在所有这些之上,他引证了无比神圣的柏拉图作为见证,后者在《智者篇》中表明:否定命题意味着某种与肯定命题相异之物,却绝非与其相反,因为一物只与一物相反(自然并不不公,以致于使多物敌对于一物),而正如在《智者篇》中所言,我们据以说“不大”的“大”的否定,指向“小”绝不甚于指向“相等”(因此在《理想国》第六卷中,他在说明更坚强的天性为了不致败坏相比于较弱小的天性需要更多的照料并给出其原因时也说,“因为相比于不是善,恶对于善更为相反”,这也就是相比于被恶的否定所意指的其他事物更为相反,即便这一点因其显然已被略过,且“不是善”被用来代指“既非恶亦非善”);此外叙利亚努斯还认为,我们应当顺从亚里士多德自己在《神学论著》第十卷中更为完备的传授,在那里亚里士多德表明是相反者对于相反者、而非否定命题对于肯定命题具有最大的距离,通过这些文字他说:“既然相异者彼此间的相异可以更多也可以更少,便存在某种最大的相异,而我将此称为相反性”,以及他在其后附加的一切内容;他不是像在此处那样为了锻炼我们的思想而在逻辑推演上如前所说的那样立论,而是真正出自事物本身去确证相反者的差异在其他一切差异中是最大的,并因此是完备的且没有任何事物能够落在其外。同样,在《范畴篇》中他也指出“非正义”与“非不正义”是“正义”与“不正义”的中介,后两者作为相反者彼此保持着最大的距离,依据《范畴篇》一书中所给出的关于它们的定义,他说这也属于所有其他相反者;不仅如此,在全部物理学论著中他都表明相反者产生于相反者,因为它们与彼此相距最远且是确定的;即便有时它们产生于居间者——这些居间者单纯由所产生之物的否定命题来指示,但又在某种意义上由对其相反者的肯定命题来指示,例如白产生于灰色,灰色单纯而言是不白,但在某种意义上是黑——他说它们产生于这些居间者,并不是按照那些居间者单纯被所产生之物的否定命题所意指的方面,而是按照它们在某种意义上分有相反者的方面,这宛如否定命题本身并不包含相对于肯定命题的彻底差异。而且,亚里士多德在《自然哲学听友笔记》第五卷中界定相反的运动与变化时,直接符合柏拉图在《智者篇》中所说之话地断言:非存在并不与非存在相反。甚至《论题篇》的序言也与这些主张相契合,将相互矛盾对立的命题称为下相反命题,理由是它们并不具有相互之间完全的相反性。

语法注5 条
  1. 1.56ὅτι δὲ εἰκότως οὔτε τὰς ἀπροσδιορίστους ἐν τούτοις οὔτε τὰς ὑπεναντίας παρέλαβε, διὰ τῶν ἑξῆς κατὰ καιρὸν ἐπιδείξομεν.

    ὅτι 引导的从属名词性分句置于句首,作主句谓语动词 ἐπιδείξομεν 的宾语(“我们将在……中指明……这件事”)。

  2. 1.56ἀποβλέπων ἴσως πρὸς τὸ ἀπόφασιν μὲν ἐπὶ πάντων ἁπλῶς ὄντων τε καὶ μὴ ὄντων δύνασθαι ἡμᾶς λαμβάνειν

    在介词短语 πρὸς τὸ ... δύνασθαι ἡμᾶς λαμβάνειν 中,中性定冠词 τὸ 将带不定式的宾格结构(ἡμᾶς 作不定式 δύνασθαι 的逻辑主语)名词化。后续由 μέντοι 并列的 μηκέτι ... εἶναι 同样受该冠词结构统辖。

  3. 1.56ἀγαθῷ γάρ, φησί, κακὸν ἐναντιώτερον ἢ τῷ μὴ ἀγαθῷ

    与比较级 ἐναντιώτερον 相应,比较对象由 ἤ 之后的与格短语 τῷ μὴ ἀγαθῷ(“相比于对非善”)引出。句首的与格 ἀγαθῷ 同样受 ἐναντιώτερον 支配(“因为对于善而言,恶比[恶]对于非善更为相反”)。

  4. 1.56καὶ αὐτοῦ μέντοι τοῦ Ἀριστοτέλους τῇ τελειοτέρᾳ παραδόσει ... πείθεσθαι ἡμᾶς ἀξιῶν

    分词 ἀξιῶν(主格阳性单数,修饰主语叙利亚努斯)统辖带不定式的宾格结构 πείθεσθαι ἡμᾶς(“认为我们应当顺从”),动词 πείθεσθαι 支配与格 τῇ τελειοτέρᾳ παραδόσει(“更完备的传授”)。属格短语 αὐτοῦ τοῦ Ἀριστοτέλους 依附于 παραδόσει,作所属(著者)属格。

  5. 1.56ὡς ἂν τῆς ἀποφάσεως οὐ περιεχούσης καθ’ αὑτὴν τὴν παντελῆ πρὸς τὴν κατάφασιν διαφοράν.

    ὡς ἄν 与属格独立结构 τῆς ἀποφάσεως οὐ περιεχούσης... 连用,表达一种带有假设或比拟色彩的理由说明(“宛如/理由是否定命题本身并不包含……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:253.1-254.22