- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:251.9-252.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在给出亚里士多德《解释篇》第14章(23a27)的引文之后,阿摩尼乌斯提出该章可能系后人伪作,或即使是真作也只是用来锻炼读者的习作这一怀疑,并进而阐明本章的要旨在于比较否定命题与相反肯定命题各自对肯定命题的对立强度。
" Πότερον δὲ ἐναντία ἐστὶν ἡ κατάφασις τῇ ἀποφάσει ἢ ἡ κατάφασις τῇ καταφάσει, καὶ ὁ λόγος τῷ λόγῳ ὁ λέγων ὅτι πᾶς ἄνθρωπος δίκαιος τῷ οὐδεὶς ἄνθρωπος δίκαιος ἢ τὸ πᾶς ἄνθρωπος δίκαιος τῷ πᾶς ἄνθρωπος ἄδικος, οἷον ἔστι Καλλίας δίκαιος — οὐκ ἔστι Καλλίας δίκαιος — Καλλίας ἄδικός ἐστι· ποτέρα δὴ ἐναντία1 τούτων; εἰ γὰρ τὰ μὲν ἐν τῇ φωνῇ ἀκολουθεῖ τοῖς ἐν τῇ διανοίᾳ, ἐκεῖ δὲ ἐναντία δόξα ἡ τοῦ ἐναντίου, οἷον ὅτι πᾶς ἄνθρωπος δίκαιος τῇ πᾶς ἄνθρωπος ἄδικος, καὶ ἐπὶ τῶν ἐν τῇ φωνῇ καταφάσεων ἀνάγκη ὁμοίως ἔχειν. εἰ δὲ μὴ ἐκεῖ ἡ τοῦ ἐναντίου δόξα ἐναντία ἐστίν, οὐδὲ ἡ κατάφασις τῇ καταφάσει ἔσται ἐναντία, ἀλλ’ ἡ εἰρημένη ἀπόφασις. ὥστε σκεπτέον ποία δόξα ἀληθὴς ψευδεῖ δόξῃ ἐναντία, πότερον ἡ τῆς ἀποφάσεως ἢ ἡ τὸ ἐναντίον εἶναι δοξάζουσα. λέγω δὲ ὧδε. ἔστι τις δόξα ἀληθὴς τοῦ ἀγαθοῦ ὅτι ἀγαθόν, ἄλλη δὲ ὅτι οὐκ ἀγαθὸν ψευδής, ἑτέρα δὲ ὅτι κακόν· ποτέρα δὴ τούτων ἐναντία τῇ ἀληθεῖ; καὶ εἰ ἔστι μία, καθ’ ὁποτέραν ἡ ἐναντία;" Συμπεπλήρωται μὲν ἡ διδασκαλία τῶν ἐξ ἀρχῆς ἡμῖν ἀπηριθμημένων τεττάρων τοῦ βιβλίου κεφαλαίων καὶ τὸ Περὶ ἑρμηνείας, ὡς ἐμοὶ φαίνεται, τὸ προσῆκον ἀπείληφε πέρας· τὰ γὰρ ἐφεξῆς ὑποπτεύω ἤτοι μὴ εἶναι γνήσια τοῦ Ἀριστοτέλους, ἀλλὰ προστεθεῖσθαι ὑπό τινος τῶν μετ’ αὐτόν, ἀποβλέπων πρὸς τὸ πανταχοῦ τῶν ἑαυτοῦ συγγραμμάτων φαίνεσθαι τὸν φιλόσοφον τὰ ἐναντία δοξάζοντα τοῖς διὰ τούτων λεγομένοις, ἢ γεγράφθαι μὲν ὑπ’ αὐτοῦ, γυμνάσαι δὲ μόνον βουληθέντος2 τοὺς ἐντυγχάνοντας πρὸς τὴν ἐπίκρισιν τῶν πιθανῶς μὲν οὐ μέντοι ἀληθῶς λεγομένων λόγων, καὶ παραπλήσια ποιοῦντος τῷ παραδιδόντι τοὺς ἀναιρεῖν δοκοῦντας τὴν κίνησιν δυσελέγκτους λόγους, ὅπερ ἴσμεν ὅτι καὶ περὶ τῶν πρός τι διαλεγόμενος ἐν Κατηγορίαις πεποίηκε, δι’ ὧν ἐπεχείρει κατασκευάζειν ὡς οὐ πάντως ἅμα τῇ φύσει τὰ πρός τι, ἀλλὰ προηγεῖται τῆς μὲν αἰσθήσεως τὸ αἰσθητὸν τῆς δὲ ἐπιστήμης τὸ ἐπιστητόν, καὶ ταῦτα διὰ βραχέων ἐν τῷ δευτέρῳ τῆς Φυσικῆς ἀκροάσεως σαφῶς τε ἅμα καὶ ἀκριβῶς τὸ περὶ τοῦ συνυπάρχειν τὰ πρός τι θεώρημα διαρθρώσας καὶ τῆς λύσεως τῶν εἰρημένων ἐν Κατηγορίαις παρασχὼν ἡμῖν τὰς ἀφορμάς. διὸ καὶ τὸν φιλόσοφον Πορφύριον ὑπολαμβάνω παραιτήσασθαι τὴν ἐξήγησιν τοῦδε τοῦ θεωρήματος. εἰ δὲ δεῖ καὶ ἡμᾶς εἴξαντας τῇ συνηθείᾳ καὶ ταῦτα ὡς ἐσπουδασμένα τῷ Ἀριστοτέλει φροντίδος τινὸς ἀξιῶσαι, ῥητέον ὅτι προτίθεται διὰ τούτων ἐπισκέψασθαί τι θεώρημα προσῆκον τῇ προθέσει τῆς προκειμένης πραγματείας· οὔσης γὰρ καταφάσεώς τινος ἀληθοῦς, οἷον τῆς ‘Σωκράτης δίκαιός ἐστι’, καὶ ταύτῃ δύο ψευδῶν προτάσεων μαχομένων, τῆς τε ἀποφάσεως αὐτῆς τῆς ‘Σωκράτης δίκαιος οὐκ ἔστι’ καὶ τῆς κατὰ τοῦ αὐτοῦ ὑποκειμένου τὸ ἐναντίον τῷ ἐξ ἀρχῆς κατηγορηθέντι καταφασκούσης, οἷον τῆς λεγούσης ‘Σωκράτης ἄδικός ἐστι’, ἐπιζητεῖ ποτέραν τῶν ψευδῶν μᾶλλον μάχεσθαι ῥητέον τῇ ἀληθεῖ, πότερον τὴν ἀπόφασιν ἢ τὴν τοῦ ἐναντίου κατάφασιν, καὶ ἀποφαίνεται σφοδροτέραν εἶναι τὴν μάχην τῆς ἀποφάσεως πρὸς τὴν κατάφασιν ἤπερ τῆς τοῦ ἐναντίου καταφάσεως, καὶ εἰ ψευδὴς μὲν ἡ ἐξ ἀρχῆς κατάφασις εἴη, αἱ δὲ μαχόμεναι πρὸς ταύτην ἀληθεύοιεν, ὡσαύτως. διὸ καὶ αὐτὸς ἀμφότερα ἐν τῷ προβλήματι τέθεικεν ὡς οὐδὲν διαφέροντα, ποτὲ μὲν λέγων ποία δόξα ἀληθὴς ψευδεῖ δόξῃ ἐναντία, ποτὲ δὲ ποτέρα δὴ τῶν ψευδῶν ἐναντία τῇ ἀληθεῖ. τὸ αὐτὸ δὲ ἀποφαίνεται καὶ περὶ τῆς ἀντιθέσεως τῶν καθόλου προτάσεων, ἃς ἐναντίας προσηγορεύομεν. διὸ καὶ δοκεῖ ἀναγκαίως κινεῖν τὸ προκείμενον θεώρημα, διδάσκων ὅτι οὐ μάτην αὐτὰς ἠξιοῦμεν καλεῖν ἐναντίας. καὶ νῦν μὲν τῶν εἰρημένων μόνων ἀντιθέσεων πεποίηται μνείαν, πρὸς δὲ τῷ τέλει μνημονεύσει καὶ τῆς τῶν καθόλου πρὸς τὰς κατὰ μέρος ἀντιθέσεως, ὥστε εἶναι τὸ προκείμενον εἰς τὴν ἀπόδειξιν ὅτι ἡ τῆς ἀποφάσεως πρὸς τὴν κατάφασιν μάχη, τῆς τε ἐναντίας, ἐφ’ ὧν δυνατὸν ἐναντίαν εἶναι τῇ καταφάσει ἀπόφασιν, καὶ ἐπὶ πάντων τῆς ἀντιφασκούσης πρὸς αὐτήν, μείζονα ἔχει διάστασιν τῆς πρὸς ἀλλήλας τῶν ἐναντίων καταφάσεων διαφορᾶς.
“是肯定命题与否定命题相反,还是肯定命题与肯定命题相反?并且,是说‘每个人都是正义的’这个命题与‘没有人是正义的’相反,还是‘每个人都是正义的’与‘每个人都是不正义的’相反?例如:‘卡利亚斯是正义的’——‘卡利亚斯不是正义的’——‘卡利亚斯是不正义的’:究竟这其中哪一个是相反的?因为如果言声中的事物遵从思想中的事物,而在那里相反的意见是关于相反者的意见(例如‘每个人都是正义的’相反于‘每个人都是不正义的’),那么在言声中的肯定命题上也必然同样如此。但如果在那里关于相反者的意见并不是相反的,肯定命题也就不会与肯定命题相反,而是所说的否定命题〔与之〕相反。因此必须考察,何种真意见与假意见相反,是否定命题的意见,还是认为相反者存在的意见?我所说的是这样:关于善有一条认为它是善的真意见,另一条认为它不是善的假意见,还有另一条认为它是恶的意见;究竟这其中哪一条与真意见相反?如果只有一条,依哪一条而言它是相反的?” 我们起初所列举的本书四个篇章的讲授业已完成,而在我看来,《解释篇》已获得了其应有的终结。因为对于接下来的内容,我怀疑它要么不是亚里士多德的真作,而是被他之后的某人所增添的,这是考虑到这位哲学家在他自己的著作各处都显然持有与通过这些文字所说之事相反的意见;要么虽然是由他所写的,但他只是意在锻炼读者对那些虽然貌似可信却非真实的论辩进行判定,所做的类似于提供那些貌似取消运动的难以驳倒的论辩的人;这正如我们所知他在《范畴篇》中讨论关系范畴时所做的那样,通过那些论辩他曾试图证明关系范畴绝非在自然上完全同时存在,而是可知觉对象先行于知觉,可认识对象先行于知识,而且这还是在他于《自然哲学听友笔记》第二卷中简明扼要且准确地阐明了关于关系范畴共存的定理,并为我们提供了解决在《范畴篇》中所说之事的端绪的情况下。因此我推测哲学家波菲利也谢绝了对这一定理的解释。但如果我们也必须顺应习俗,将这些内容当作曾被亚里士多德严肃对待的事物而认为值得加以一番考虑,那么就必须说明:他意在通过这些内容考察某个切合当下论著主旨的定理。因为既然存在某个真肯定命题,例如“苏格拉底是正义的”,且有两个假命题与它相冲突——即其自身的否定命题“苏格拉底不是正义的”,以及就同一个主项断定与起初所表述者相反属性的命题,例如说“苏格拉底是不正义的”——他便探究应当说这两个假命题中哪一个与真命题冲突得更厉害,究竟是否定命题还是相反属性的肯定命题,并且他断言否定命题对肯定命题的冲突要比相反属性的肯定命题更加激烈;如果起初的肯定命题是假的,而与它相冲突的诸命题是真的,情况亦是同样。因此他自己在提出问题时将二者作为毫无区别之物并列,有时说何种真意见与假意见相反,有时又说这两个假意见中究竟哪一个与真意见相反。对于我们曾称之为相反的全称命题的对立,他也断言了同样的事情。因此,他似乎也是必然要提出当下的定理,指明我们认为应当将它们称作相反者并不是徒劳的。现在他虽然仅提到了上述的对立,但在末尾他也将提及全称命题对特称命题的对立,从而所要证明的课题是:否定命题对肯定命题的冲突——无论是在可能出现否定命题相反于肯定命题的情况下的相反否定命题,还是在所有情况下与其矛盾对立的否定命题——具有比相互相反的肯定命题彼此间的差异更大的距离。
- 1.56καὶ εἰ ἔστι μία, καθ’ ὁποτέραν ἡ ἐναντία;
引文末尾的省略结构。εἰ ἔστι μία(如果只有一条)的主语承前省略了 δόξα(意见);其后 καθ’ ὁποτέραν ἡ ἐναντία[ἐστίν]中,介词 κατά 支配疑问/关系词 ὁποτέρα(两者中的哪一个),意指“依这两条[假意见]中的哪一条而言,[对真意见的]相反关系才得以成立”。
- 1.56τὰ γὰρ ἐφεξῆς ὑποπτεύω ἤτοι μὴ εἶναι γνήσια τοῦ Ἀριστοτέλους, ἀλλὰ προστεθεῖσθαι ὑπό τινος τῶν μετ’ αὐτόν ... ἢ γεγράφθαι μὲν ὑπ’ αὐτοῦ, γυμνάσαι δὲ μόνον βουληθέντος
主要动词 ὑποπτεύω(我怀疑)由 ἤτοι... ἤ...(要么……要么……)引出两个并列的不定词小句作为其宾语:前一小句为 μὴ εἶναι γνήσια... ἀλλὰ προστεθεῖσθαι...(非真作……而是被增添的),后一小句为 γεγράφθαι μὲν ὑπ’ αὐτοῦ(是由他所写的)。在后一结构中,接续了与被动不定词 γεγράφθαι 的施事属格 αὐτοῦ(ὑπ’ αὐτοῦ)一致的属格分词(γυμνάσαι δὲ μόνον βουληθέντος... καὶ παραπλήσια ποιοῦντος...),用以修饰施事者(亚里士多德)。
