← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§249.30-251.8

现实与潜能的先后及存在的四重阶梯

阿摩尼奥斯阐明了潜能与现实在时间与自然上的先后关系,进而阐述了存在者从纯粹现实、天体、生成消灭之物直到仅依潜能而存者的四重下降秩序。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.55#3

καὶ ἐφ’ ὧν τὸ δυνάμει κατὰ χρόνον διακρίνεται τοῦ κατ’ ἐνέργειαν, ἐπὶ τούτων κατὰ μὲν τὸν χρόνον πρότερον ἔσται τὸ δυνάμει κατὰ δὲ τὴν φύσιν τὸ κατ’ ἐνέργειαν· δεῖ μὲν γὰρ πρότερον ἐπιτηδείως πρὸς τόδε τι ἔχειν, ἵνα καὶ ἄγεσθαι δύνηται ὕστερον εἰς ἐκεῖνο, πρὸς ὃ εἶχεν ἐπιτηδείως. ἀλλ’ ἐπειδὴ τὸ μὲν κατ’ ἐνέργειαν τέλειον τὸ δὲ κατὰ δύναμιν ἀτελές, τὸ δὲ τέλειον τοῦ ἀτελοῦς τῇ φύσει πρότερον (ἀπὸ γὰρ τῶν ὑπερτέρων ἐπὶ τὰ καταδεέστερα πρόεισιν ἡ κατὰ φύσιν εὔτακτος τῶν πραγμάτων ἀπογέννησις), δῆλον ὅτι προηγήσεται κατὰ φύσιν τὸ ἐνεργείᾳ τοῦ δυνάμει· μὴ γὰρ προυπάρξαντος τοῦ κατ’ ἐνέργειαν ἀνθρώπου πῶς ἂν ὑποσταίη τὸ ἔμβρυον, ὃ λέγομεν εἶναι δυνάμει ἄνθρωπον; πλάτος μέντοι πολύ, μᾶλλον δὲ βάθος ἕξει ἡ τοῦ δυνάμει πρὸς τὸ ἐνεργείᾳ συμπλοκή, ἐφ’ ὧν μὲν οὕτως σφόδρα κεκρατημένης τῆς δυνάμεως ὑπὸ τῆς ἐνεργείας, ὡς κατὰ μόνον τὸν λόγον καὶ τὴν ἐπίνοιαν ἀπ’ αὐτῆς διακρίνεσθαι, ὥσπερ ἐπὶ τῆς οὐσίας ἔχει τῶν οὐρανίων (οὐ γὰρ ὤν ποτε κατὰ δύναμιν ὁ ἥλιος ὕστερον γέγονε κατ’ ἐνέργειαν, εἴπερ ἀδύνατον ἐπὶ τῶν ὅλων προηγεῖσθαι τῆς μὲν τάξεως τὴν ἀταξίαν τοῦ δὲ κόσμου τὴν ἀκοσμίαν ὄντος θεοῦ, καὶ τὸν δημιουργὸν τοῦ παντὸς ποτὲ μὲν εἶναι δυνάμει καὶ ἀτελῆ δημιουργὸν ποτὲ δὲ ἐνεργείᾳ καὶ τέλειον, καὶ ὅλως προαιρέσεως καὶ τῆς κατ’ αὐτὴν ἐκ τοῦ πρότερον μὴ βούλεσθαι εἰς τὸ ὕστερον βούλεσθαι κοσμοποιεῖν μεταβολῆς καὶ χρόνου μετέχειν τὸν πᾶσαν ἐν τάξει τὴν ἀεί ποτε γινομένην μεταβολὴν καὶ αὐτὴν τὴν οὐσίαν τῶν μεταβάλλειν πεφυκότων καὶ τὸ εἶναι τοῦ χρόνου παραγαγόντα θεόν), ἐφ’ ὧν δὲ χωριζομένης μὲν αὐτῆς καὶ κατὰ τὸν χρόνον, οὕτω μέντοι, ὥστε ἐξ ἀνάγκης ἔχειν τὴν ἐνέργειαν ἑπομένην, ὥσπερ ἐπὶ τῆς κατὰ κύκλον αὐτῶν κινήσεως ἔχει· πρότερον μὲν γὰρ ὢν δυνάμει ἐν κριῷ, εἰ τύχοι, ὁ ἥλιος ὕστερον ἐν αὐτῷ γίνεται κατ’ ἐνέργειαν, ἀλλ’ οὐχ οἷόν τε μὴ γενέσθαι διὰ τὸ συνεχὲς καὶ ἄπαυστον τῆς κατὰ κύκλον κινήσεως. ἐπ’ ἐνίων μέντοι καὶ διακρίνεται κατὰ τὸν χρόνον ἡ δύναμις τῆς ἐνεργείας καὶ οὐ πάντως ἔχει αὐτὴν ἑπομένην, ὥσπερ ἐπὶ τῶν ἐν γενέσει· οὐ γὰρ ἐπειδὴ τὸ ἔμβρυον δυνάμει ἄνθρωπος, ἤδη ἀνάγκη αὐτὸ καὶ τελεσφορηθὲν γενέσθαι κατ’ ἐνέργειαν ἄνθρωπον· δηλοῦσι δὲ τὰ ἀμβλισκανόμενα τῶν ἐμβρύων. ἐσχάτην δὲ ἔχουσιν ἐν τοῖς οὖσι τάξιν τὰ κατὰ μόνην ὑφεστηκότα τὴν δύναμιν καὶ μηδέποτε ἀχθῆναι εἰς ἐνέργειαν δυνάμενα, ὡς ἡ ἐπ’ ἄπειρον τομὴ τῶν συνεχῶν καὶ ἡ τοῦ ἀριθμοῦ αὔξησις· ἐνεργείᾳ μὲν γὰρ οὐδέποτε γένοιτο ἄν τι αὐτῶν ἄπειρον, οὐ μέντοι ἐπιλείψει ἐν αὐτοῖς ἡ πρόοδος ἢ τῆς διαιρέσεως ἢ τῆς αὐξήσεως, καὶ τὴν ἐπιτηδειότητα πρὸς τοῦτο ἔχουσι μόνον. ὅρα οὖν τῶν ὄντων τὴν εὔτακτον ὑπόβασιν· τὰ μέν εἰσιν αὐτοενέργειαι μεταβολῆς πάσης καὶ τῆς κατὰ ταύτην κινήσεως ἐξῃρημένα, τὰ δὲ ἀεικίνητα ὄντα κατὰ μὲν τὸ εἶναι ἀεὶ συμπεπλεγμένην ἔχουσι τῇ δυνάμει τὴν ἐνέργειαν κατὰ δὲ τὴν μετάβασιν τῷ μὲν χρόνῳ διακρινομένην ἀπ’ αὐτῆς ἐξ ἀνάγκης μέντοι αὐτῇ ἑπομένην, τὰ δὲ καὶ τὸ εἶναι καὶ τὸ κινεῖσθαι κατά τινα χρόνον ἔχοντα τὴν πρὸς ἑκάτερον δύναμιν ἔχει τῷ τε χρόνῳ προηγουμένην, ὡς εἴρηται, τῆς ἐνεργείας καὶ οὐ πάντως αὐτῆς τυγχάνουσαν, τὰ δὲ τὸ λειπόμενον1 κατὰ μόνην ὑφεστηκότα τὴν δύναμιν εἰς ἐνέργειαν ἄγεσθαι οὐ πεφύκασιν.

在潜能中的事物依时间而与在现实中的事物相区分的那些情况中,在这些事物上,在潜能中的事物在时间上在先,而在现实中的事物在自然上在先。因为必须预先对某一具体事物具有适性,以便随后也能被引导进入预先对其具有适性的那一事物。但是,既然在现实中的事物是完全的,而在潜能中的事物是不完全的,且完全者在自然上先于不完全者(因为事物依自然的井然有序的产生乃是从较高者进向较低者),显而易见,现实者在自然上将先行于潜能者。因为若在现实中的人未曾预先存在,我们所言为潜能中的人的胚胎又怎能成立呢?然而,潜能与现实的交织将具有极大的广度,或者不如说是深度:在某些事物上,潜能被现实如此强烈地支配着,以至于仅在定义和思惟中才与现实相区分,正如天体的本质那样(因为太阳并非曾经是在潜能中而后来才变成在现实中;既然在有神存在的情况下,在整体事物上绝不可能混乱先于秩序、无秩序先于宇宙,万物的造物主也绝不可能有时是潜能中的且不完全的造物主,有时是现实中的且完全的造物主,而且总而言之,这位产生了一切始终依秩序而发生的变化、产生了一切本性上会变化者本身的本质、并产生了时间的存在的上帝,也绝不可能分有抉择、分有依抉择而从起初不愿到随后愿意创造宇宙的变化,并分有时间);而在另一些事物上,潜能虽然在时间上也相脱离,但其方式却是必然伴随有现实,正如它们的圆周运动那样(因为比方说,太阳起初在潜能中处于白羊座,随后才在现实中处于其中,但由于圆周运动的连续性和不息性,它不可能不变成如此)。然而在某些事物上,潜能既在时间上与现实相区分,也绝非必然伴随有现实,正如处于生成中的事物那样;因为并非由于胚胎是潜能中的人,就必然要求它成熟并成为现实中的人;胚胎的流产便阐明了这一点。而在存在者中占据最末位阶的,则是那些仅依潜能而成立且绝不可能被引导进入现实者,例如连续量的无限分割与数的增加;因为它们之中绝不可能有任何东西在现实中成为无限,然而在它们之中无论分割还是增加的演进都绝不匮乏,它们仅仅对这具有适性。因此,请看存在者的井然有序的下降:有些是超脱于一切变化及依此变化而来的运动的自体现实;有些作为常动者,在存在上具有始终与潜能交织在一起的现实,但在转移上则具有依时间而与潜能相区分却必然伴随潜能的现实;有些既在某一时间具有存在亦在某一时间具有运动,正如所说的那样,它们对二者的潜能均在时间上先行于现实,且绝非必定达到现实;而有些作为其余的事物,仅依潜能而成立,本性上绝不能被引导进入现实。

语法注2 条
  1. 1.55τὸ λειπόμενον

    作为副词性宾格使用,意为“作为其余的事物”或“最后”,对中性复数主语 τὰ ... ὑφεστηκότα 起到限定作用。

  2. 1.55εἴπερ ἀδύνατον ἐπὶ τῶν ὅλων προηγεῖσθαι ... τὸν ... παραγαγόντα θεόν

    在非人称谓词 ἀδύνατον[ἐστί]之下并列了三个带不定式的宾格句:(1) 在属格绝对结构 ὄντος θεοῦ 伴随下的 προηγεῖσθαι(主语为 τὴν ἀταξίαν / τὴν ἀκοσμίαν);(2) τὸν δημιουργὸν ... εἶναι;(3) 带有倒装离隔(hyperbaton)的结构,宾格主语 τὸν ... παραγαγόντα θεόν 统摄不定式 μετέχειν,后者支配属格短语 προαιρέσεως καὶ τῆς ... μεταβολῆς καὶ χρόνου 作为其宾语。

    未在正文中定位

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:249.30-251.8