- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:248.14-249.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯承接亚里士多德的推论阐明存在者的等级秩序,指出纯粹可知与神圣的存在者是不带潜能的“自体现实”,而唯有包含质料的复合事物才是“在现实中的某物”。他继而引用恩培多克勒的诗句,驳斥了对神话中拟人神形象的字面理解,以此确立形式的等级划分。
ταῦτα οὕτως συλλογισάμενος ἀποφαίνεται λοιπὸν πάνυ φιλοσόφως καὶ θεωρητικῶς περὶ τῆς εὐτάκτου τῶν ὄντων προόδου τε καὶ ὑποβάσεως τὰ ἀκόλουθα τοῖς συλλελογισμένοις, ὅτι τὰ μὲν πρώτιστα καὶ ἀκρότατα τῶν ὄντων, οἷά ἐστι τὰ νοητὰ καὶ θεῖα, αὐτοενέργειαι εἶναι1 ῥηθήσονται, ἀλλ’ οὐχὶ ἐνεργείᾳ τοιάδε εἶναι· τοῦτο μὲν γὰρ τοῖς ἐξ ὕλης τὸ εἶναι ἔχουσι καὶ διὰ τοῦτο συνθέτοις τε οὖσι καὶ τῆς κατ’ ἐπιτηδειότητα δυνάμεως μετέχουσιν ἁρμόσει τῶν ὄντων, καθὸ τοῦ εἴδους ἢ ἀεὶ ἢ ποτὲ δύνανται μετέχειν, ἐπεὶ καὶ ἀεί ἐστιν ἐνεργείᾳ μὲν τὸ εἶδος δυνάμει δὲ ἡ ὕλη, ἐνεργείᾳ δὲ τὸ συναμφότερον, ἅτε τοῦ εἴδους, ταὐτὸν δὲ εἰπεῖν, τῆς ἐνεργείας μετέχον· ἐπ’ ἐκείνων δὲ ἅτε παντελῶς ἐξῃρημένων τῆς ὕλης τῇ τε οὐσίᾳ καὶ τῇ ὀρθῇ καὶ ἀδιαστρόφῳ περὶ αὐτῶν ἐπινοίᾳ ἡ μὲν ἐπιτηδειότης οὐδεμίαν ἕξει χώραν, διὸ οὐδὲ μεταβολή τις οὐδὲ χρόνος οὐδὲ τὸ εἰδοποιεῖσθαι ἢ ποτὲ ἢ ἀεί, ὥστε οὐδὲ τὸ ἐνεργείᾳ τοιάδε εἶναι καὶ λέγεσθαι, εἴδη δὲ αὐτὰ χωριστὰ ὄντα τῆς ὕλης αὐτοενεργείας προσαγορεύσομεν, οὐ διακρίνοντες τὴν ἐνέργειαν τῆς οὐσίας, καθάπερ ἐπὶ τῶν συνθέτων, ἀλλ’ οὐσιῶσθαι αὐτὰ κατὰ ταύτην ἀποφαινόμενοι. διόπερ ἐν τῷ Λ τῆς Μετὰ τὰ φυσικὰ τοὺς ὄντως θεοὺς τῇ οὐσίᾳ φησὶν ἐνεργείας εἶναι· καὶ γὰρ ἐπὶ τῶν μεταβάλλεσθαι πεφυκότων, ἐφ’ ὧν καὶ τὸ δυνάμει θεωρεῖται καὶ τὸ καθ’ ἕξιν καὶ τὸ κατ’ ἐνέργειαν, ἐπειγομένην ὁρῶμεν τὴν μὲν δύναμιν εἰς τὴν ἕξιν, τὴν δὲ ἕξιν εἰς τὴν ἐνέργειαν ὡς ἐπὶ τέλος οἰκεῖον· οὐδὲν γὰρ αὐτῆς ἔσται ὄφελος ἀνενεργήτου μενούσης. διὰ ταῦτα δὲ καὶ ὁ Ἀκραγαντῖνος σοφὸς ἐπιρραπίσας τοὺς περὶ θεῶν ὡς ἀνθρωποειδῶν ὄντων παρὰ τοῖς ποιηταῖς λεγομένους μύθους, ἐπήγαγε προηγουμένως μὲν περὶ Ἀπόλλωνος, περὶ οὗ ἦν αὐτῷ προσεχῶς ὁ λόγος, κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ περὶ τοῦ θείου παντὸς ἁπλῶς ἀποφαινόμενος οὔτε γὰρ ἀνδρομέῃ κεφαλῇ κατὰ γυῖα κέκασται, οὐ μὲν ἀπαὶ νώτων γε δύω κλάδοι ἀίσσουσιν, οὐ πόδες, οὐ θοὰ γοῦν’, οὐ μήδεα λαχνήεντα, ἀλλὰ φρὴν ἱερὴ καὶ ἀθέσφατος ἔπλετο μοῦνον, φροντίσι κόσμον ἅπαντα καταίσσουσα θοῇσι, διὰ τοῦ “ἱερή” καὶ τὴν ὑπὲρ νοῦν αἰνιττόμενος αἰτίαν, οὐδὲ τῶν συνθέντων τοὺς μύθους παραμελησάντων τοῦ παραδοῦναι2 τοῖς ἀκροωμένοις αὐτῶν ἀφορμάς, δι’ ὧν ἀπιστήσουσι μὲν τοῖς κατὰ τὸ φαινόμενον λεγομένοις, ζητήσουσι δὲ τὴν ἀληθῆ καὶ ὑπὸ πλάσματος ἑκάστου τῶν μύθων αἰνισσομένην διάνοιαν, εἰ μὴ τύχοιεν ἠλιθίως διακείμενοι τὰς ψυχάς· πῶς γὰρ ἀνθρωποειδῆ τὰ ἐξ οὐρανοῦ καὶ γῆς, εἴτε τῶν ἐμφανῶν εἴτε, ὡς ὁ ἀληθὴς λόγος, τῶν νοητῶν καὶ τῶν ὑπὲρ τούτους κρυφίων αἰτιῶν, λεγόμενα τὴν γένεσιν ἔχειν; τίς δὲ ἀνέξεται κατὰ τὸ φαινόμενον ἀκούειν αἰδοῖα οὐρανοῦ καὶ τούτων ἐκτομάς, καὶ τῆς Ἀφροδίτης ἐξ αὐτῶν εἰς τὴν θάλασσαν ῥιφθέντων γένεσιν, παίδων δὲ καταπόσεις καὶ αὖθις ἐμέτους, καὶ ὅσα τοῖς ἐπιπολαιοτέροις ἐπιβοηθοῦντες οὕτως ἀπεμφαίνοντα πλάττουσιν οἱ μῦθοι; πῶς δὲ τὰς ἐπὶ θεῶν λεγομένας μίξεις οὐ παραπλησίας τῇ τοῦ οὐρανοῦ πρὸς τὴν γῆν μυθευομένῃ μίξει νοήσομεν; ἀλλ’ ἐπανέλθωμεν ὅθεν εἰς ταῦτα ἐξέβημεν, φειδοῖ τῶν παιδαρίων τῶν ἱστορίαν ἡγουμένων τοὺς μύθους καὶ οὐ συνιέντων τὸ ἄνευ δυνάμεως ἐνέργειαί εἰσι.3 Τοιαῦτα μὲν οὖν τὰ ἁπλᾶ καὶ νοητὰ εἴδη, τὰ δὲ σύνθετα καὶ ἀπ’ ἐκείνων τὴν πρόοδον εἰληχότα, ὕλης μετέχοντα ἢ ἀεὶ τὸ εἶδος στέγειν πεφυκυίας, ὡς τὰ οὐράνια (εἰ χρὴ καὶ ἐπ’ ἐκείνων τὸ τῆς ὕλης ὄνομα κοινότερον λέγειν), ἢ παρὰ μέρος δέχεσθαί τε αὐτὸ καὶ ἀποβάλλειν, ὡς τὰ ὑπὸ σελήνην, ἐνεργείᾳ τάδε εἶναι φήσομεν ἀλλ’ οὐκ ἐνεργείας.
在如此进行了推论之后,他随后以完全哲学化且思辨的方式,就存在者井然有序的演进与下降,陈述了与所推论之事相一致的观点:存在者中最首要且至高者,正如可知者和神圣者那样,应当被称为自体现实,而非在现实中是某种具体事物。因为后者适合于那些从质料中获得存在、并因此是复合的且分有按适性而言的潜能的存在者,只要它们能够始终或在某一时刻分有形式;因为形式始终是在现实中的,而质料在潜能中,二者的复合体则在现实中,盖其分有了形式,换言之分有了现实;但在前者那里,由于它们无论在本质上还是在关于它们的正确且无偏差的概念中都完全超脱于质料,适性将毫无容身之地,因此既无任何变化,亦无时间,亦无时而或始终被赋予形式,从而既非在现实中是此类事物亦非被如此言说,我们反而将称它们为自体现实,即脱离质料的形式,并不像在复合事物上那样把现实与本质分开,而是断言它们就是依此[现实]而实体化的。因此在《形而上学》第12卷中他说,真正的神在本质上即是现实。因为即便在那些本性上会变化的事物上——在它们身上可以观察到潜能状态、习性状态以及现实状态——我们也看到潜能趋向习性,习性趋向现实,如同趋向其固有的目的;因为若保持不发挥作用,它[习性]便毫无益处。正因如此,阿克拉加斯的智者在斥责了诗人们所讲的关于诸神具有人形的神话之后,首先就他方才正在论述的阿波罗,但同样也直截了当地对整个神圣者断言道: “因为他并没有在肢体上配有人类的头颅, 背部也确实没有伸出两条枝干, 没有双足,没有敏捷的膝盖,没有多毛的生殖器, 而仅仅是一颗神圣且不可言喻的心灵, 以迅捷的思想穿梭巡历于整个宇宙,”他通过“神圣”暗示了超越理智的原因;而编造神话的人也未曾忽视向其听众提供线索,只要这些听众在灵魂上并非愚钝之辈,就能凭借这些线索不相信表面上所言之事,而是探寻在神话的每个虚构故事下所暗示的真实意涵。因为被称为从天与地所生之物——无论是指可见之物,还是如真实的论述所言,指可知之物及其上隐藏的诸原因——怎能是人形的呢?谁又能忍受照表面意思去听乌拉诺斯的生殖器及其遭切断、阿佛洛狄忒从被扔入大海的这些肢体中诞生、吞食子女及其再次吐出,以及神话为了帮助较肤浅的人而编造的种种如此荒谬的事情呢?我们又怎能不把关于诸神所言的交媾理解为类似于天地之间被神话化的交合呢?然而,出于对那些把神话当作历史事实且不能理解“它们是没有潜能的现实”的小儿们的怜悯,我们才偏离主题谈论了这些,现在让我们回到当初岔开之处吧。因此,单纯且可知的形式是这般的;至于那些复合的且由它们演进衍生而来的事物,则分有着质料——或是如天体那样本性上始终保持形式的质料(如果对它们也可以在更宽泛的意义上使用质料之名的话),或是如下界事物那样交替地接受和丧失形式的质料——我们将称它们是在现实中的某个具体事物,而不是现实本身。
- 1.55αὐτοενέργειαι εἶναι ῥηθήσονται, ἀλλ’ οὐχὶ ἐνεργείᾳ τοιάδε εἶναι
在作为述语名词将本质直接等同于现实的“自体现实(αὐτοενέργειαι)”,与与格 ἐνεργείᾳ(表示方式或状态的“在现实中”)修饰不定式 εἶναι 及代词 τοιάδε 的结构之间形成对照。采用副词性/方式与格的解释,指明质料复合物仅是在现实中具有某种特定性质,而神圣事物在本质上即是现实本身。
- 1.55οὐδὲ τῶν συνθέντων τοὺς μύθους παραμελησάντων τοῦ παραδοῦναι
带有否定词 οὐδέ 的属格独立结构(“编造神话的人也未曾忽视向其提供……”)。动词 παραμελέω 在此接冠词加不定式的属格 τοῦ παραδοῦναι 作支配宾语。该结构承接前文对诗句的解释,说明神话作者自身亦提供了寓意解读的线索。
- 1.55φειδοῖ τῶν παιδαρίων τῶν ἱστορίαν ἡγουμένων τοὺς μύθους καὶ οὐ συνιέντων τὸ ἄνευ δυνάμεως ἐνέργειαί εἰσι
名词 φειδώ(顾惜、体谅)的单数与格 φειδοῖ 表原因/动机,后接宾格性属格 τῶν παιδαρίων,修饰从句 ὅθεν εἰς ταῦτα ἐξέβημεν(“我们偏离主题谈论这些的地方”),解释了前文展开关于神话寓意之离题讨论的缘由。
