← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§247.1-248.14

必然命题的优先性与现实性的在先

阿摩尼奥斯注疏亚里士多德文本(23a18),从存在者的本体论等级秩序(永恒者、质料者与不可能者)以及现实在本性上先于潜能出发,论证了为何必然命题应当先行于其他样态命题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.55#1

" Καὶ ἔστι δὴ ἀρχὴ ἴσως τὸ ἀναγκαῖον καὶ τὸ μὴ ἀναγκαῖον πάντων ἢ εἶναι ἢ μὴ εἶναι, καὶ τὰ ἄλλα ὡς τούτοις ἀκολουθοῦντα ἐπισκοπεῖν δεῖ. φανερὸν δὴ ἐκ τῶν εἰρημένων ὅτι τὸ ἐξ ἀνάγκης ὂν κατ’ ἐνέργειάν ἐστιν, ὥστε εἰ πρότερα τὰ ἀΐδια, καὶ ἐνέργεια δυνάμεως προτέρα. καὶ τὰ μὲν ἄνευ δυνάμεως ἐνέργειαί εἰσιν, οἷον αἱ πρῶται οὐσίαι, τὰ δὲ μετὰ δυνάμεως, ἃ τῇ μὲν φύσει πρότερα τῷ χρόνῳ δὲ ὕστερα, τὰ δὲ οὐδέποτε ἐνέργειαί εἰσιν ἀλλὰ δυνάμεις μόνον." Ἀκολουθότερον ἐν τούτοις καὶ θεωρητικώτερον προηγεῖσθαι ἀξιοῖ1 τὰς τοῦ ἀναγκαίου προτάσεις ἐν τῷ διαγράμματι τῶν κατὰ τοὺς ἄλλους τρόπους προτάσεων, ἕπεσθαι δὲ ἐκείναις ταύτας, οὐ μόνον ὅτι κοινότερον ἐλέγετο εἶναι τὸ δυνατὸν τοῦ ἀναγκαίου καὶ ἔδει τὸν περὶ τῆς ἀκολουθίας αὐτῶν διαλεγόμενον προυποτίθεσθαι καὶ ὡς ἡγούμενον ἀναλαμβάνειν τὸ εἰδικώτερον, ἐπισκέπτεσθαι δὲ πῶς τούτῳ δυνατὸν ἕπεσθαι τὸ κοινότερον, οὐ μέντοι ἔμπαλιν, ἀλλὰ καὶ ὅτι τὸ μὲν ἀναγκαῖον τοῖς ἀιδίοις τῶν ὄντων καὶ θείοις προσήκει, τὸ δὲ δυνατὸν τὸ τοῦ ἀναγκαίου διαφέρον καὶ τὸ ἐνδεχόμενον ἀπὸ τῆς ὕλης ἀναβλαστάνουσιν (ἐν ταύτῃ γὰρ καὶ διὰ ταύτην ἡ κατὰ τὴν ἐπιτηδειότητα δύναμις, ἅτε πάντα ἔχουσα δυνάμει κατ’ ἐνέργειαν δὲ οὐδέν),2 τὸ δὲ ἀδύνατον καὶ ἔξω πέπτωκε παντελῶς τῶν ὄντων· οὐ γὰρ ἂν ἐλέγετο εἶναι ἀδύνατον, εἴπερ εἶχε τὴν οἵαν δήποτε εἰς τὰ ὄντα πάροδον ἢ ἐν τῇ ὕλῃ ἢ ἐν τῇ ταύτης ἀμυδροτέρᾳ τῇ στερήσει· ἡ μὲν γὰρ στέρησις ἀναγκαία πρὸς τὴν γένεσιν (ἐξ αὐτῆς γὰρ ἡ εἰς τὸ εἶναι τῶν γινομένων μεταβολή), τὸ δὲ ἀδύνατον οὐδέποτε ἂν εἰς τὸ δυνατὸν μεταβάλλοι. δεήσει οὖν τῇ μὲν ἀναγκαῖον εἶναι ὕπαρξιν ἀίδιον σημαινούσῃ τῶν ἄλλων τρόπων ἀκολουθεῖν, ὡς ὑπογέγραπται, τὰς ἀναιρούσας τὸ μὴ εἶναι, τήν τε οὐ δυνατὸν μὴ εἶναι καὶ τὴν οὐκ ἐνδεχόμενον μὴ εἶναι καὶ τὴν ἀδύνατον μὴ εἶναι, τῇ δὲ ἀναγκαῖον μὴ εἶναι τὴν οὐ δυνατὸν εἶναι καὶ οὐκ ἐνδεχόμενον εἶναι καὶ τὴν ἀδύνατον εἶναι. δήλη δὲ ἐκ τούτων καὶ τῶν ἀντικειμένων αὐταῖς ἡ ἀκολουθία. Ἑξῆς δὲ τούτοις ἐπιδεῖξαι βουλόμενος ὅτι αὐτῇ ἀκολουθῶν τῇ φυσικῇ διακοσμήσει τῶν ὄντων προηγεῖσθαι ἀξιοῖ τὰς τοῦ ἀναγκαίου προτάσεις τῶν ἄλλων, ὑφηγεῖσθαι μὲν προτίθεται τὰς τῶν ὄντων τάξεις κατὰ τὸν προσήκοντα τρόπον τῇ προκειμένῃ θεωρίᾳ, πρὸ δέ γε τούτων ὥσπερ λημμάτιόν τι προλαμβάνει ὅτι φύσει προτέρα τῆς κατ’ ἐπιτηδειότητα δυνάμεως ἡ ἐνέργεια. τοῦτο δὲ κατασκευάζει, πόρισμά τι κατὰ τοὺς γεωμετρικοὺς ἐκ τῶν εἰρημένων πρὸς τὴν κατασκευὴν χρήσιμον συνάγων, ὅτι τὸ ἀναγκαῖον ἐπὶ μόνου τοῦ κατ’ ἐνέργειαν ὄντος θεωρεῖται.3 καὶ τοῦτο εἰκότως· τοῦ γὰρ δυνατοῦ κατ’ ἀμφοτέρων, ὡς ἐλέγομεν, κατηγορουμένου, τῆς τε ἐπιτηδειότητος καὶ τῆς ἐνεργείας, τὸ ἕτερον μόνον τῶν σημαινομένων, τὸ ἐπὶ τῆς ἐνεργείας, ὤφθη συνᾴδειν τῷ ἀναγκαίῳ δυνάμενον· ὥστε καὶ τὸ κυρίως ἀναγκαῖον, οἷόν ἐστι τὸ μὴ ποτὲ μὲν ὂν ποτὲ δὲ μὴ ὂν ἀλλ’ ἀεὶ ὡσαύτως ἔχον, ἐπὶ μόνων τῶν ἀεὶ κατ’ ἐνέργειαν ὄντων ῥηθήσεται. εἰ τοίνυν τὸ μὲν κυρίως ἀναγκαῖον τοῖς ἀϊδίοις προσήκει τῶν ὄντων, τὸ δὲ κυρίως δυνατόν, ὅπερ ἐστὶ τὸ κατ’ ἐπιτηδειότητα, μόνοις τοῖς ἐν γενέσει καὶ φθορᾷ, ἔσται ὡς τὰ ἀΐδια πρὸς τὰ ἐν γενέσει καὶ φθορᾷ, οὕτως ἡ ἐνέργεια πρὸς τὴν δύναμιν· φύσει δὲ πρότερα τὰ ἀΐδια τῶν γενητῶν· φύσει ἄρα καὶ ἡ ἐνέργεια τῆς δυνάμεως προτέρα.

“或许必然者与非必然者是万物存在或不存在的本原,而其他各项必须作为跟随它们者受到考察。那么从已述的内容来看,显然出于必然性而存在者是在现实中的,因此若永恒者在先,现实亦在潜能之先。而且有些事物是没有潜能的现实,例如第一实体,有些事物则伴随着潜能,它们在本性上在先但在时间上在后,还有些事物绝非现实而仅是潜能。” 在这些论述中,他认为必然命题在图表中居于按其他样态排列的命题之首,而后者跟随前者,是更为一贯且更为思辨的;这不仅是因为可能者曾被说成比必然者更具共通性,且讨论它们的后承关系者应当预设并采用更为特殊者作为主导,进而考察更共通者如何能够跟随它,而不是反过来;而且也是因为,必然者属于存在者中永恒与神圣之物,而有别于必然者的可能者以及偶适者则萌发于质料(因为按适性而言的潜能存在于质料之中且凭借质料而存,因为质料在潜能上具有万物而在现实中全无所具),至于不可能者则完全落于存在者之外;因为如果它具有任何进入存在者之途径(无论是在质料中还是在比它更为幽暗的匮乏中),它就不会被称为不可能了;盖匮乏对于生成而言是必然的(因为生成之物进入存在的转变即源于匮乏),而不可能者则绝不可能转变为可能者。因此,对于表示永恒存在的“必然存在”,必然要求其他样态中否定不存在者跟随之(如后文所附),即“非可能不存在”、“非偶适不存在”和“不可能不存在”;而对于“必然不存在”,则要求“非可能存在”、“非偶适存在”和“不可能存在”跟随之。从这些出发,与它们相对立的命题之后承关系亦是显而易见的。 紧接着,为了表明他正是依循存在者自身的自然秩序而认为应当让必然命题先行于其他命题,他打算以适合当前思辨的方式阐述存在者的等级秩序,但在这之前,他如同预设引理一般,预先确立现实在本性上先于按适性而言的潜能。他对此进行了论证,像几何学家那样从已述的内容中引出一条对于论证有用的推论(系理),即必然者仅在现实存在者上受到考察。这也是理所当然的:因为正如我们所言,可能者既述说着适性亦述说着现实,但其所表示的意义中唯有一者(即关于现实者)被见得能够与必然者调和;从而,严格意义上的必然者——即并非时而存在时而不存在、而是始终保持同一状态者——将仅就始终在现实中的存在者而言说。既然严格意义上的必然者属于存在者中的永恒者,而严格意义上的可能者(即按适性而言者)仅属于处于生成与毁灭之中的事物,那么正如永恒者对于处于生成与毁灭之中的事物,现实亦将如此相对于潜能;然而永恒者在本性上先于生成者;因此,现实在本性上亦先于潜能。

语法注3 条
  1. 1.55Ἀκολουθότερον ἐν τούτοις καὶ θεωρητικώτερον προηγεῖσθαι ἀξιοῖ

    中性比较级 ἀκολουθότερον 与 θεωρητικώτερον 作为状语性中性宾格修饰主动词 ἀξιοῖ(主语为亚里士多德)。整句骨干为:“他认为……居首且……跟随,是更为一贯的(ἀκολουθότερον)且更为思辨的(θεωρητικώτερον)”。

  2. 1.55ἅτε πάντα ἔχουσα δυνάμει κατ’ ἐνέργειαν δὲ οὐδέν

    表原因的分词短语 ἅτε ἔχουσα(阴性单数主格)在语义上的主语并非紧邻的主格短语 ἡ κατὰ τὴν ἐπιτηδειότητα δύναμις,而是介词短语 ἐν ταύτῃ γὰρ καὶ διὰ ταύτην 所指代的 ὕλη(质料)。这符合亚里士多德关于质料在潜能上具有一切形式而在现实中全无所有的学说。

  3. 1.55πόρισμά τι κατὰ τοὺς γεωμετρικοὺς ἐκ τῶν εἰρημένων πρὸς τὴν κατασκευὴν χρήσιμον συνάγων, ὅτι τὸ ἀναγκαῖον ἐπὶ μόνου τοῦ κατ’ ἐνέργειαν ὄντος θεωρεῖται

    ὅτι 从句与分词短语 πόρισμά τι ... συνάγων 中的名词 πόρισμα(系理、推论)构成同位关系,解释了依照几何学家的方式所引出的系理的具体内容(即“必然者仅在现实存在者上受到考察”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:247.1-248.14