- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:245.1-246.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯阐明了可能与偶适仅存在名称上的差异以及严格意义上的偶适定义,并解释了在第一张模态图表中为何必须排除“非必然”并将其调换为“非必然不存在”的逻辑理据。
Πρὸς ταῦτα οὖν ῥητέον ὅτι πρῶτον μὲν φαίνεται ὁ Ἀριστοτέλης ὀνόματι μόνον διακρίνων τοῦ δυνατοῦ τὸ ἐνδεχόμενον· τὴν γοῦν ἐν τούτοις παραδεδομένην τοῦ δυνατοῦ διαίρεσιν σαφῶς εὑρίσκομεν κατ’ ἀρχὰς τῶν Ἀναλυτικῶν ἐν τῷ περὶ τῶν ἀντιστροφῶν λόγῳ καὶ ἐπὶ τοῦ ἐνδεχομένου λεγομένην, ἐν οἷς φησιν “ἐπὶ δὲ τοῦ ἐνδεχομένου, ἐπειδὴ πολλαχῶς λέγεται τὸ ἐνδέχεσθαι· καὶ γὰρ τὸ ἀναγκαῖον καὶ τὸ μὴ ἀναγκαῖον καὶ τὸ δυνατὸν ἐνδέχεσθαι λέγομεν”, τὸ δυνατὸν ἐν ἐκείνοις κατὰ μόνον τὸ ἐπαμφοτερίζειν καὶ μήπω ἐκβεβηκέναι τιθέμενος, ὥσπερ ἐν τούτοις τὸ ἐνδεχόμενον ἔχειν ἀξιοῦμεν. εἰ δὲ καὶ ἀποδιδοὺς τοῦ ἐνδεχομένου τὸν ὁρισμὸν ἀποφαίνοιτο αὐτὸ μήτε ἀναγκαῖον εἶναι μήτε ἀδύνατον, οὐ τοῦ ἁπλῶς ἐνδεχομένου φήσομεν εἶναι τὸν λόγον, ἀλλὰ τοῦ κυρίως λεγομένου καὶ μεταξὺ τοῦ ἀεὶ ὄντος καὶ τοῦ ἀεὶ μὴ ὄντος κειμένου, τοῦτον δὲ ὁμοίως καὶ τῷ δυνατῷ τῷ κυρίως ἐφαρμόττειν. ἔπειτα εἰ μόνον λαμβάνοιμεν τὸ κυρίως ἐνδεχόμενον, αὐτὸ μὲν δηλονότι οὐχ ἕψεται τῷ ἀναγκαίῳ, ἀκολουθήσει δὲ αὐτῷ τὸ οὐκ ἐνδεχόμενον εἶναι, οὐχ ὡς αὐτὴν τὴν ὑπόστασιν τοῦ πράγματος ἄρδην ἀναιροῦν, ἀλλὰ μόνον τὸν ἐνδεχόμενον τῆς ὑποστάσεως τρόπον,1 καθάπερ καὶ τὸ ἐνδεχόμενον λέγομεν οὐκ ἀναγκαῖον. καὶ κατὰ ταύτην μέντοι τοῦ ἐνδεχομένου τὴν ἔννοιαν ὀρθῶς ὁ Ἀριστοτέλης ἀκολουθεῖν ἔφη τῷ ἐνδεχόμενον εἶναι τὸ οὐκ ἀναγκαῖον μὴ εἶναι· διότι γὰρ τὸ ἐνδεχόμενον κατὰ πᾶσαν τὴν περὶ αὐτοῦ ἔννοιαν τοῦ ἀδυνάτου διέστηκε, τὸ δὲ ἀδύνατον εἶναι ταὐτὸν σημαίνει τῷ ἀναγκαῖον μὴ εἶναι, συμβήσεται τὸ ἐνδεχόμενον εἶναι διαφωνεῖν μὲν πρὸς τὸ ἀναγκαῖον μὴ εἶναι, συνᾴδειν δὲ τῷ οὐκ ἀναγκαῖον μὴ εἶναι. οὕτω δὲ καὶ τὸ ἀναγκαῖον εἶναι ἀκολουθότερον ἕπεσθαι φήσομεν τῷ οὐκ ἐνδεχόμενον μὴ εἶναι. ἀλλ’ εἰ ὑποθοίμεθα τό τε δυνατὸν καὶ τὸ ἐνδεχόμενον μόνον σημαίνειν τὸ κυρίως τοῖς ὀνόμασι τούτοις καλούμενον, ὅπερ αὐτὸς ἐν τοῖς Ἀναλυτικοῖς ὡρίσατο εἰπὼν “ἐνδεχόμενον δὲ λέγω, οὗ μὴ ὄντος ἀναγκαίου, τεθέντος δὲ ὑπάρχειν, οὐδὲν ἀδύνατον συμβαίνει”, ποίας φήσομεν αὐτοῖς ἀκολουθεῖν τοῦ ἀδυνάτου καὶ τοῦ ἀναγκαίου προτάσεις; φημὶ δὴ ὅτι ὅσον μὲν ἐπὶ τῇ πρὸς τὸ δυνατὸν εἶναι καὶ ἐνδεχόμενον εἶναι ἀκολουθίᾳ ὀρθῶς ἔχειν δόξει τὸ ἐξ ἀρχῆς τῶν προτάσεων διάγραμμα· τὸ γὰρ κυρίως δυνατὸν καὶ ἐνδεχόμενον οὔτε ἀδύνατον εἶναί ἐστιν οὔτε ἀναγκαῖον εἶναι. ἀλλ’ εἰ δέοι φροντίζειν τοῦ πάσας τὰς συντεταγμένας προτάσεις συνάδειν ἀλλήλαις, οὐκέτι δυνατὸν ὑποτάττειν τῇ οὐκ ἀδύνατον εἶναι τὴν οὐκ ἀναγκαῖον εἶναι, διότι τὸ μὲν οὐκ ἀδύνατον ἓν ἀναιροῦν, τὸ ἀδύνατον, ἐπὶ τῶν λοιπῶν παρ’ αὐτὸ δύο ἀληθεύει, τοῦ τε ἐνδεχομένου καὶ τοῦ ἀναγκαίου, τὸ δὲ οὐκ ἀναγκαῖον ἓν ἀναιροῦν, τὸ ἀναγκαῖον, ἐπὶ τῶν λοιπῶν δύο ἀληθεύει, τοῦ τε ἐνδεχομένου καὶ τοῦ ἀδυνάτου· ταῦτα οὖν, τὸ οὐκ ἀδύνατον λέγω καὶ οὐκ ἀναγκαῖον, ἔχοντα μέν τι κοινόν, τὸ εἰσάγειν τὸ ἐνδεχόμενον, ἔχοντα δέ τι καὶ ἐναντίον πρὸς ἄλληλα, καθὸ τὸ μὲν αὐτῶν εἰσάγει τὸ ἀναγκαῖον τὸ δὲ τὸ ἀδύνατον, οὐχ οἷόν τε συνάδειν ἀλλήλοις.2 τὸ μέντοι οὐκ ἀναγκαῖον μὴ εἶναι καθ’ ὅλον ἑαυτὸ συνᾴδει τῷ οὐκ ἀδύνατον εἶναι, διότι καὶ αἱ καταφάσεις αὐτῶν τὸ αὐτὸ δύνανται ἀλλήλαις, τό τε ἀδύνατον εἶναι καὶ τὸ ἀναγκαῖον μὴ εἶναι. εἰ δέ τις ἀποροίη διά τίνα οὖν αἰτίαν μὴ τὴν μὲν οὐκ ἀναγκαῖον εἶναι εἴασε κατὰ τὸ ἐξ ἀρχῆς διάγραμμα τετάχθαι ὑπὸ τὴν δυνατὸν εἶναι, τὴν δὲ οὐκ ἀδύνατον εἶναι μετέταξε, θεὶς ἀντ’ αὐτῆς τὴν συνᾴδειν τῇ οὐκ ἀναγκαῖον εἶναι δυναμένην, τὴν οὐκ ἀδύνατον μὴ εἶναι, πρῶτον μὲν ἐροῦμεν ὅτι προετέτακτο ἐν τῷ διαγράμματι ἡ οὐκ ἀδύνατον εἶναι τῆς οὐκ ἀναγκαῖον εἶναι, καὶ γελοῖον ἦν, τοῦ αὐτοῦ μέλλοντος συμβαίνειν, μὴ φροντίζειν τῆς τοῦ ὑστέρου πρὸς τὰ πρὸ αὐτοῦ συμφωνίας, ἀλλὰ πῶς ἂν τὸ πρότερον τῷ ὑστέρῳ συνᾷδον ὀφθείη,3 ἔπειτα ὅτι τὸ δυνατὸν εἶναι καὶ τὸ ἐνδεχόμενον εἶναι ὑπάρχειν τε ἀποφαίνονται τὰ πράγματα, περὶ ὧν λέγονται, καὶ κατὰ τόνδε τὸν τρόπον ὑπάρχειν. διὰ ταῦτα οὖν διαφωνήσουσι μὲν πρὸς αὐτὰ τό τε ἀδύνατον εἶναι καὶ τὸ ἀναγκαῖον εἶναι, κατ’ ἄλλην μέντοι καὶ ἄλλην ἔννοιαν· τὸ μὲν γὰρ ἀδύνατον εἶναι ὡς αὐτὴν ἀναιροῦν τὴν τοῦ πράγματος ὕπαρξιν, τὸ δὲ ἀναγκαῖον εἶναι οὐχ οὕτως, ἀλλ’ ὡς περὶ μόνον τὸν τρόπον τῆς ὑποστάσεως πρὸς τὸ δυνατὸν καὶ ἐνδεχόμενον διαφερόμενον. μᾶλλον ἄρα διεστήξεται αὐτῶν ἡ ἀδύνατον εἶναι τῆς ἀναγκαῖον εἶναι. ὥστε καὶ μᾶλλον αὐταῖς συνάσεται ἡ οὐκ ἀδύνατον εἶναι τῆς οὐκ ἀναγκαῖον εἶναι. εἰκότως ἄρα τὴν οὐκ ἀδύνατον εἶναι καταλιπὼν ὁ Ἀριστοτέλης ὡς ἀκολουθοῦσαν αὐταῖς, μόνην μετέταξε τὴν οὐκ ἀναγκαῖον εἶναι.
对此,我们应当说:首先,亚里士多德显然仅在名称上区分偶适者与可能者;无论如何,我们在《前分析篇》开篇关于换位的讨论中,清楚地发现此处所传达的关于可能的划分同样述说着偶适者,他在那里说:“而在偶适者的情况下,既然偶适有着多种说法;因为我们说必然的、非必然的和可能的皆是偶适的”,他在那些地方仅就摇摆不定且尚未实现而言设定可能者,正如在此处我们认为偶适者所具有的那样。即便他在给出偶适者的定义时表明它既非必然亦非不可能,我们也会说,这一表述并非针对单纯的偶适者,而是针对严格意义上言说的、位于始终存在者与始终不存在者之间的偶适者;而这一表述同样适合于严格意义上的可能者。其次,即便我们仅采纳严格意义上的偶适者,它自身显然不会跟随必然者,但“非偶适存在”却将跟随必然者,这并不是作为彻底取消事物的实存自身,而是仅取消实存的偶适样态,正如我们亦将偶适者称为“非必然”一样。而且依据偶适者的这一概念,亚里士多德亦正确地指出,“非必然不存在”跟随“偶适存在”;因为偶适者依其一切概念皆远离不可能者,而“不可能存在”与“必然不存在”意义相同,故结果将是“偶适存在”与“必然不存在”相冲突,而与“非必然不存在”相调和。这样我们亦将说,“必然存在”更加一致地跟随“非偶适不存在”。 但是,若我们设定可能者与偶适者仅表示严格以此诸名称所称呼之物——即他自己在《前分析篇》中所定义的那样,他说:“我所说的偶适,是指在并非必然的情况下,一旦被设定为实际具有,便不会产生任何不可能之事者”——那么我们将说不可能与必然的何种命题跟随它们呢?我断言:就跟随“可能存在”与“偶适存在”而言,最初的命题图表看似是正确的;因为严格意义上的可能者与偶适者既非不可能存在,亦非必然存在。但若必须顾及所有同位排列的命题彼此调和,便不再可能将“非必然存在”从属于“非不可能存在”;因为“非不可能”否定了[三者之中的]一个即不可能者,而对其余两个即偶适者与必然者皆为真;“非必然”否定了一个即必然者,而对其余两个即偶适者与不可能者皆为真。因此,这两者——我指的是“非不可能”与“非必然”——虽有共通之处(即皆引入偶适者),却亦彼此对立(因为其中一者引入必然者,另一者引入不可能者),因而是不可能彼此调和的。然而,“非必然不存在”依其自身整体与“非不可能存在”相调和,因为它们的肯定命题也具有相同的效力,即“不可能存在”与“必然不存在”。 然而,若有人疑难:究竟出于何种原因,他没有一方面依照最初的图表保留“非必然存在”被排在“可能存在”之下,另一方面调换“非不可能存在”,并在其位置上放置能够与“非必然存在”相调和的“非不可能不存在”呢?首先我们将回答说:在图表中,“非不可能存在”原本排在“非必然存在”之前;既然产生的结果完全相同,不去顾及后置者与前置者的一致,反而去考虑如何让前置者与后置者显得调和,那是荒谬的。其次,“可能存在”与“偶适存在”表明它们所言及的事物既存在,又以这种样态存在。因此,“不可能存在”与“必然存在”皆将与它们相冲突,然而却是依据彼此不同的概念:因为“不可能存在”是作为取消事物的实存自身,而“必然存在”则不然,而是仅就实存的样态与可能者及偶适者相差异。因此,“不可能存在”比“必然存在”与它们相距更远。从而,“非不可能存在”亦比“非必然存在”与它们更加调和。因而,亚里士多德理所当然地保留了“非不可能存在”作为跟随它们者,而仅调换了“非必然存在”。
- 1.54οὐχ ὡς αὐτὴν τὴν ὑπόστασιν τοῦ πράγματος ἄρδην ἀναιροῦν, ἀλλὰ μόνον τὸν ἐνδεχόμενον τῆς ὑποστάσεως τρόπον
中性单数分词 ἀναιροῦν 与主句主语(τὸ οὐκ ἐνδεχόμενον εἶναι)相一致,搭配 ὡς 用以说明推论得以成立的理由与方式:即“非偶适存在”跟随“必然存在”,并不是彻底否定实存自身,而仅是否定偶适这一实存样态。
- 1.54ταῦτα οὖν, τὸ οὐκ ἀδύνατον λέγω καὶ οὐκ ἀναγκαῖον, ἔχοντα μέν τι κοινόν... οὐχ οἷόν τε συνάδειν ἀλλήλοις
破格构文(悬空主格):句首的指示代词 ταῦτα(由同位语 τὸ οὐκ ἀδύνατον λέγω καὶ οὐκ ἀναγκαῖον 加以说明)引出分词从句 ἔχοντα μέν... ἔχοντα δέ...,但随后未接人称动词,而是转向了无人称结构 οὐχ οἷόν τε [ἐστι] συνάδειν ἀλλήλοις,在语义上表达“这两个命题不可能彼此调和”。
- 1.54καὶ γελοῖον ἦν, τοῦ αὐτοῦ μέλλοντος συμβαίνειν, μὴ φροντίζειν τῆς τοῦ ὑστέρου πρὸς τὰ πρὸ αὐτοῦ συμφωνίας, ἀλλὰ πῶς ἂν τὸ πρότερον τῷ ὑστέρῳ συνᾷδον ὀφθείη
γελοῖον ἦν 是不带 ἄν 的未完成过去直陈语气,用以指出显而易见的荒谬或与事实相反的判断。与 μὴ φροντίζειν 相对比的分句 ἀλλὰ πῶς ἂν... ὀφθείη 采取了带有潜势希求语气的间接疑问句形式,反问式地强调了让前置者去迎合后置者这种做法的荒谬性。
