- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:243.10-244.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯注解了亚里士多德为解决必然与可能的推承难题而引入的潜能同名异义性区分(依适宜性的潜能与依现实活动的潜能),并通过考察文本异文(“可能”与“非不可能”)重新审视了模态命题推承图表及偶适概念的位置。
τούτοις δ’ ἐφεξῆς ἐπάγει τὴν ἀκριβεστάτην διάρθρωσιν τοῦ θεωρήματος, ἐπιδεικνὺς ὅπως ἄμφω ἀληθῶς ἐλέγετο καὶ τὸ ἕπεσθαι τῷ ἀναγκαίῳ τὸ δυνατὸν καὶ τὸ μὴ ἕπεσθαι κατ’ ἄλλο καὶ ἄλλο τῶν ὑπ’ αὐτοῦ σημαινομένων, καί φησιν ἔνιαι δὲ δυνάμεις ὁμώνυμοί εἰσιν, ὡς ἂν εἰ ἔλεγε1 ‘μάλιστα μὲν οὐδ’ ἂν ὁμοειδεῖς συγχωρήσωμεν ἀλλήλαις εἶναι πάσας τὰς ἀλόγους δυνάμεις, ἡ εἰρημένη ἀπορία δύναται προχωρεῖν· εἰδέναι μέντοι χρὴ ὡς πολλοῦ δέουσι τοῦ ὑφ’ ἕν τι ἀνάγεσθαι γένος αἱ ἐν ἅπασι τοῖς οὖσι δυνάμεις· κατὰ μόνον γὰρ τὸ ὄνομα κοινωνοῦσαι κατὰ τὴν φύσιν πλεῖστον ὅσον διεστήκασιν’. εἶτα καὶ ποιεῖται αὐτῶν τὴν διαίρεσιν, ἣν ἡμεῖς φθάσαντες παραδεδώκαμεν, καὶ ἐπιδείκνυσι ποῖον μὲν τῶν σημαινομένων τοῦ δυνατοῦ κατηγορεῖται τοῦ ἀναγκαίου ποῖον δὲ οὔ. Τούτων οὖν φανερῶν ὄντων ἐκ τῶν πρότερον ἡμῖν εἰρημένων, ἑξῆς ἕκαστα τῶν ἐπιστάσεως ἐν τῇ ῥήσει δεομένων βασανίζοντες πρῶτον μὲν ἐν τῷ καὶ αὕτη μὲν ἐπὶ τοῖς κινητοῖς ἐστι μόνοις ἡ δύναμις, ἐκείνη δὲ καὶ ἐπὶ τοῖς ἀκινήτοις κινητὰ μὲν εἰρῆσθαί φαμεν2 τὰ πεφυκότα μὲν κινεῖσθαι μὴ μέντοι ἤδη κινούμενα (τοιαῦτα δὲ μόνα τὰ ἐν γενέσει καὶ φθορᾷ), δύναμιν δὲ εἰλῆφθαί φαμεν οὐ τὴν κατ’ ἐπιτηδειότητα μόνην ἀλλὰ καὶ τὴν πεφυκυῖαν χωρίζεσθαι τῆς ἐνεργείας, ἵνα καὶ ἐν μόνοις θεωρῆται τοῖς ἐν γενέσει καὶ φθορᾷ. διὸ πρὸς ταύτην ἀντιτιθεὶς ὁ φιλόσοφος τὴν κατὰ τὴν ἐνέργειαν λεγομένην δύναμιν ἐπήγαγεν ἐκείνη δὲ καὶ ἐπὶ τοῖς ἀκινήτοις, διὰ τοῦ συνδέσμου ἐνδεικνύμενος ὅτι τυχὸν μὲν καὶ ἐν τούτοις θεωρεῖταί ποτε ἡ τοιαύτη δύναμις, ὅταν ἀπολάβωσι τὴν ἑαυτῶν τελειότητα, πρὸς ἣν ἐπειγομένην εἶχον τὴν κατ’ ἐπιτηδειότητα δύναμιν, πρὸ τούτων μέντοι ἐν τοῖς ἀεὶ κινουμένοις, ὅπερ ἐστὶ τοῖς οὐρανίοις, καὶ πρὸ ἐκείνων ἐν τοῖς ἀκινήτοις, τοῦτ’ ἔστιν ἐν τοῖς νοητοῖς καὶ θείοις αἰτίοις, τῆς κατ’ ἐπιτηδειότητα δυνάμεως ἐπὶ μὲν τῶν νοητῶν οὐδεμίαν χώραν ἔχειν δυναμένης, ἐπὶ δὲ τῶν οὐρανίων οὔσης μέν, ὡς δηλοῖ αὐτῶν ἡ κατὰ τόπον μετάβασις, ἀεὶ μέντοι συμπεπλεγμένης πρὸς τὴν ἐνέργειαν· ὅπερ γὰρ καὶ προσφυῶς ἀνεφθέγξατο περὶ αὐτῶν ἐν τοῖς Μετεώροις, ‘ἀεὶ ἐν τέλει ἐστὶν αὐτῶν ἡ κίνησις’. Ἐπὶ δὲ τούτῳ τὸ ἄμφω δὲ ἀληθὲς εἰπεῖν τὸ δυνατὸν εἶναι βαδίζειν ἢ εἶναι διχῶς γράφεσθαί φαμεν· ἢ γὰρ οὕτως ὡς ἐξεθέμεθα, ἢ ἀντὶ τοῦ δυνατὸν τὸ μὴ ἀδύνατον. εἰ μὲν οὖν γράφοιτο τὸ δυνατόν, αὐτόθεν ἔσται ὁ λόγος περὶ τοῦ ἐξ ἀρχῆς προκειμένου, ὅτι τὸ τοῦ δυνατοῦ ὄνομα καθ’ ἑκατέρας τῶν δυνάμεων κατηγορεῖται, τῆς τε κατ’ ἐνέργειαν καὶ τῆς κατ’ ἐπιτηδειότητα. διὸ ὡς μὲν κατηγορούμενον τῆς κατ’ ἐνέργειαν ἕποιτο ἂν τῷ ἀναγκαίῳ, ὡς δὲ καὶ ἐπὶ τῆς κατ’ ἐπιτηδειότητα λεγομένης καὶ διὰ τοῦτο ἐπαμφοτεριζούσης κατηγορούμενον οὐκέτι ἂν αὐτῷ ἕποιτο· καὶ τούτῳ ἀκόλουθόν ἐστι τὸ ἑξῆς ἐπιφερόμενον τὸ ὥστε ἐπεὶ τῷ ἐν μέρει τὸ καθόλου ἕπεται, καὶ τῷ ἐξ ἀνάγκης ὄντι ἕπεται τὸ δύνασθαι εἶναι, οὐ μέντοι πᾶν. εἰ δὲ ἀντὶ τοῦ δυνατὸν γράφοιτο τὸ μὴ ἀδύνατον, εἴη ἂν ὥσπερ ἀπολογίαν ταύτην τιθεὶς ὑπὲρ τοῦ τὴν μὲν οὐκ ἀδύνατον εἶναι τεταγμένην ἐᾶσαι ὑπὸ τὸ δυνατὸν εἶναι κατὰ τὸ ἐξ ἀρχῆς διάγραμμα, τὴν δὲ οὐκ ἀναγκαῖον εἶναι μετατάξαι καὶ ἀντ’ αὐτῆς θεῖναι τὴν οὐκ ἀναγκαῖον μὴ εἶναι· λέγοι γὰρ ἂν ὅτι τὸ μὲν οὐκ ἀδύνατον εἶναι ἀμφοτέροις συμφωνεῖ τοῖς τοῦ δυνατοῦ σημαινομένοις, καθάπερ καὶ τὸ οὐκ ἀναγκαῖον μὴ εἶναι (διὸ ἄμφω ταῦτα ὑπετάξαμεν τῷ δυνατὸν εἶναι κατὰ τὸ δεύτερον διάγραμμα), τὸ μέντοι οὐκ ἀναγκαῖον εἶναι τῷ μὲν κατ’ ἐπιτηδειότητα δυνατῷ συνᾷδον τοῦ δὲ κατ’ ἐνέργειαν καὶ συμφυοῦς τοῖς ὑποκειμένοις ἀπᾷδον εἰκότως ἐχωρίσαμεν τῆς πρὸς τὸ ἁπλῶς δυνατὸν ἀκολουθίας. ἀλλὰ μήποτε τοῦ μὲν συμφωνεῖν πρὸς τὰς τοῦ δυνατοῦ προτάσεις τὰς τοῦ ἀδυνάτου καὶ ἀναγκαίου φαινόμεθα διὰ τούτων πεφροντικότες,3 μένει μέντοι ἔτι ἡ ἐξ ἀρχῆς ἀπορία κειμένων ἐν τῷ διαγράμματι τῶν τοῦ ἐνδεχομένου προτάσεων· πάλιν γὰρ ἀντὶ τοῦ δυνατοῦ τὸ ἐνδεχόμενον λαβόντες ἐρωτήσομεν πότερον ἕπεται τῷ ἀναγκαῖον εἶναι τὸ ἐνδεχόμενον εἶναι ἢ οὔ· εἰ μὲν γὰρ ἕποιτο, ἐπειδὴ τὸ ἐνδεχόμενον μεταξὺ κείμενον τοῦ τε ἀναγκαίου καὶ τοῦ ἀδυνάτου δύναταί ποτε καὶ μὴ εἶναι, ἔσται τὸ ἀναγκαῖον εἶναι ἐνδεχόμενον μὴ εἶναι· εἰ δὲ μὴ ἕποιτο, μείζονι ἀτόπῳ περιτευξόμεθα ὁμολογεῖν ἀναγκαζόμενοι ὅτι ἔσται τὸ ἀναγκαῖον εἶναι οὐκ ἐνδεχόμενον εἶναι.
紧接着这些,他引入了对该定理的最为严密的剖析,指明了“可能跟随必然”与“可能不跟随必然”这两者是如何依照“可能”所表示的不同含义而皆被真实言说的,并且他说:“然而某些潜能是同名异义的。”这犹如他在说:“首要的是,即便我们承认一切无理性潜能彼此同形式,上述疑难也不能成立;然而应当知晓,一切存在者之中的潜能绝不可能被归入某一单一的属之下;因为它们仅仅在名称上相合,在本性上却相差悬殊。”随后他也对它们作出了区分——我们在前文中已预先给出了这一区分——并表明可能之诸含义中哪一种述说必然者,哪一种则不然。 因此,既然这些事情从我们先前所说的话中已然明了,接下来我们依次严格审验文句中每一处需要留意的点:首先,在“且这一潜能仅存在于可动者之中,而那一潜能亦存在于不动者之中”一句中,我们说,“可动者”是指那些本性上适于运动、然而尚未在运动的事物(而这类事物仅是生灭之物),并且我们说,这里所采纳的“潜能”不仅指依适宜性的潜能,而且指本性上适于脱离现实活动的潜能,以便它仅在生灭之物中被考察。因此,针对这种潜能,这位哲学家对立地提出了依现实活动而言的潜能,并补充道“而那一潜能亦存在于不动者之中”,他通过这个连词表明:或许这种潜能有时亦在这些事物中被考察到,即当它们重新获得自身的完全形态之时(依适宜性的潜能正是急迫趋向于这一完全形态的);然而在这些事物之前,它存在于始终运动之物中,即存在于天体之中;而在那些事物之前,它存在于不动者之中,即存在于可思的和神圣的原因之中;因为依适宜性的潜能对于可思之物而言不可能有任何容身之地,而对于天体而言,正如其位置位移所表明的,它虽然存在,却始终与现实活动交织在一起;因为正如他在《气象学》中关于它们也恰如其分地断言的那样,“它们的运动始终处在终极之中”。 紧接着这一句,“而说可以行走或可以存在两者皆真”一句,我们说有两种书写形式:因为要么正如我们所陈述的那样,要么是用“非不可能”代替“可能”。因此,若写作“可能”,则该论述将直接关于最初提出的议题,即“可能”之名分别述说两种潜能,既述说依现实活动的潜能,又述说依适宜性的潜能。因此,作为对依现实活动的潜能的述说,它将跟随必然者;但作为对依适宜性而言、且由此摇摆不定的潜能的述说,它便不再跟随必然者;而与此相契合的,正是随后补充的那句“因此,既然普遍者跟随特殊者,可能存在亦跟随出于必然者,然而并非一切[可能]皆跟随”。但若用“非不可能”代替“可能”,那么他提出这一点,犹如在为如下做法作辩护:即依照最初的图表,保留“非不可能存在”被排在“可能存在”之下,却调换了“非必然存在”,而在其位置上放置了“非必然不存在”。因为他会说,“非不可能存在”与可能的两种含义皆相合,正如“非必然不存在”一样(因此依据第二张图表,我们将这两者皆从属于“可能存在”),然而“非必然存在”虽然与依适宜性的可能相调和,却与依现实活动且与载体相融为一体的可能相抵触,因而我们理所当然地将其从对单纯可能的跟随关系中分离开来。但是,通过这些做法,我们或许显得顾及到了让不可能与必然的命题与可能的命题相符合,然而只要偶适的命题被置于图表之中,最初的疑难却依然存在;因为我们再次取偶适代替可能,并追问“偶适存在”是否跟随“必然存在”:因为若跟随,由于位于必然与不可能之间的偶适者有时亦能不存在,必然存在便将是偶适不存在的;若不跟随,我们则将陷入更大的荒谬,被迫承认必然存在将是非偶适存在的。
- 1.54ὡς ἂν εἰ ἔλεγε
虚拟比较句式,其中 ὡς ἂν εἰ 搭配未完成过去直陈式(ἔλεγε),引出对亚里士多德简短言论(潜能是同名异义的)的假想阐释,展示其潜台词。
- 1.54ἐπὶ δὲ τούτῳ τὸ ἄμφω δὲ ἀληθὲς εἰπεῖν τὸ δυνατὸν εἶναι βαδίζειν ἢ εἶναι διχῶς γράφεσθαί φαμεν
全句核心为主节动词 φαμεν(“我们说”),接宾格加不定式结构;带有中性定冠词的引用短语 τὸ ἄμφω δὲ ἀληθὲς εἰπεῖν τὸ δυνατὸν εἶναι βαδίζειν ἢ εἶναι 整体作为被动不定式 γράφεσθαι(“被书写”)的逻辑主语。
- 1.54ἀλλὰ μήποτε τοῦ μὲν συμφωνεῖν πρὸς τὰς τοῦ δυνατοῦ προτάσεις τὰς τοῦ ἀδυνάτου καὶ ἀναγκαίου φαινόμεθα διὰ τούτων πεφροντικότες
μήποτε 引导一种委婉的疑难或保留意见(“或许”)。主要动词 φαινόμεθα 搭配补充性分词 πεφροντικότες(“显得我们已经顾及”),该分词进一步支配属格定冠词不定式 τοῦ συμφωνεῖν 作为其关涉的对象。
