← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§241.23-243.10

作动性潜能的单向性与诸神的理性能力

阿摩尼奥斯论述了在无理性潜能中,作动性潜能(如火与重力)具有单向性,表明并非所有潜能都是双向摇摆的。随后,针对理性潜能皆关涉相反者这一原则,他检视了亚历山大就诸神潜能提出的疑难及通过区分智性与推论性理性而作出的解答。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.54#3

καὶ ποῖά ἐστι τὰ οὕτως ἔχοντα προστίθησιν, ὅτι τινὰ τῶν μὴ ἐχόντων λογικὴν οὐσίαν, οἷον τὰ ἄψυχα κατὰ τὰς ποιητικὰς ἑαυτῶν ἐνεργοῦντα δυνάμεις τὸ γοῦν πῦρ θερμαῖνον οὐ δύναται καὶ μὴ θερμαίνειν καὶ ἡ βῶλος ἐπὶ τὰ κάτω φερομένη οὐ δύναται καὶ μὴ φέρεσθαι, εἰ μή τι αὐτὴν βίᾳ κωλύοι τῶν ἔξωθεν ὅτι γὰρ οὐκ ἐπὶ πάντα τὰ ἄμοιρα λογικῆς δυνάμεως ἐκτείνεσθαι βούλεται τὸ λεγόμενον, ὥστε καὶ ἐπὶ τῶν ἀλόγων ζῴων ἐφαρμόζειν, δηλοῖ ἐφεξῆς ἐπιφέρων ἔνια μέντοι δύναται καὶ τῶν κατὰ τὰς ἀλόγους δυνάμεις ἅμα τὰ ἀντικείμενα δέξασθαι τῶν τε γὰρ ἀψύχων αἱ παθητικαὶ δυνάμεις ἐναργῶς ἐπαμφοτερίζουσιν, οἷον τὸ ἱμάτιον διατμηθῆναί τε καὶ μὴ διατμηθῆναι ὁμοίως δυνατόν, καὶ τῶν ἀλόγων ζῴων αἱ ποιητικαὶ οὐκ εἰσὶ μονήρεις καὶ κατηναγκασμέναι, ὥσπερ ἐπὶ τοῦ πυρὸς καὶ τῆς χιόνος ἐλέγομεν· βαδίσαι γάρ, φέρε εἰπεῖν, δυνάμενος ὁ κύων δύναται καὶ μὴ βαδίσαι ταῖς προσπιπτούσαις αὐτῷ φαντασίαις ἑπόμενος. ἐπεὶ δὲ ὁ λόγος ὁ κατασκευάζων μὴ ἕπεσθαι τῷ ἀναγκαίῳ τὸ δυνατὸν ὡρμᾶτο ἀπὸ τῶν ὑπαρχουσῶν τοῖς ἐν γενέσει καὶ φθορᾷ δυνάμεων, ὡς τοῦ μὲν ἀναγκαίου μὴ πεφυκότος ἐπαμφοτερίζειν τούτων δὲ οὐ μόνον εἶναι ἀλλὰ καὶ μὴ εἶναι δυναμένων, διὰ τοῦτο τὴν ἀρχὴν τῆς ἀπαντήσεως ἀπ’ αὐτῶν τούτων ποιούμενος φησι πρῶτον μὲν ἐπὶ τῶν μὴ κατὰ λόγον δυνατῶν· κυριώτατα μὲν γὰρ ἡ δύναμις ἡ τοῖς ἀϊδίοις ὑπάρχουσα διαπέφευγε τὸ ἐπαμφοτερίζειν καὶ συνᾴδει τῷ ἀναγκαίῳ, περὶ ἧς ἐφεξῆς διαλέξεται μετὰ τῆς προσηκούσης ἀκριβείας τὴν ἀπορίαν ἐπιλυόμενος, εἰσὶ μέντοι καὶ τῶν ἐν γενέσει καὶ φθορᾷ δυνάμεις τινὲς οὐκ ἐπαμφοτερίζουσαι σωζομένων τῶν ὑποκειμένων, ἀλλὰ σὺν αὐτοῖς ὑπάρχουσαί τε καὶ μὴ ὑπάρχουσαι· ὥστε καὶ ἐκ μόνων τούτων ἐλέγχεσθαι τὸν ἀποφαινόμενον ὡς ἅπαν τὸ δυνατὸν εἶναι δυνατόν ἐστι καὶ μὴ εἶναι, τῶν, ὥς φησιν, ἀεὶ ἐνεργούντων,1 τὸ ἀεὶ οὐ πρὸς τὴν ἀπειρίαν τὴν χρονικὴν νῦν λέγων, ἀλλ’ ἕως ἄν ᾖ τὸ ὑποκείμενον. ὅτι μὲν οὖν οὐδὲ ἐπὶ μόνων τῶν ἀλόγων δυνάμεων, αἳ ὁμοειδεῖς λέγονται εἶναι ἀλλήλαις κατ’ αὐτὸ τὸ ἄλογοι εἶναι, ἀληθὴς ὁ λόγος ὁ λέγων ἅπαν τὸ δυνατὸν εἶναι δύνασθαι καὶ μὴ εἶναι, φανερὸν ἐκ τῶν εἰρημένων. ἐπεὶ δὲ τὰς μετὰ λόγου δυνάμεις ἁπάσας τῶν ἐναντίων εἶναί φησιν, ἐπὶ μὲν ἀνθρώπων τὸ λεγόμενον φανερόν, εἴτε τεχνικὸν λαμβάνοις τὸν λόγον εἴτε καὶ προαιρετικόν· ὁ γὰρ ὑγιάσαι δυνάμενος δύναται καὶ μὴ ὑγιάσαι. καὶ ἔτι φανερώτερον ἐπὶ τῶν κατὰ προαίρεσιν γινομένων, ἐφ’ ὧν καὶ αἱ βουλαὶ χώραν ἔχουσιν· ὁ γοῦν λούσασθαι ἢ βαδίσαι δυνάμενος καὶ μὴ λούσασθαι δύναται καὶ μὴ βαδίσαι· κύριοι γάρ ἐσμεν, ὡς διὰ πλειόνων κατεσκεύασται πρότερον, τῆς ἑαυτῶν προαιρέσεως καὶ ἐφ’ ἡμῖν ἐστι τὸ πράττειν ἕκαστον τῶν κατὰ προαίρεσιν γινομένων καὶ τὸ μὴ πράττειν. ἐπὶ δὲ τῶν θεῶν τί ἐροῦμεν; ὥσπερ ἀπορεῖ καὶ ὁ Ἀλέξανδρος· ἢ γὰρ οὐκ εἶναι μετὰ λόγου τὰς δυνάμεις αὐτῶν φήσομεν, εἴπερ εἰσὶν ὡρισμέναι καὶ ἀεὶ ὡσαύτως ἔχουσαι πάσης ἐξῃρημέναι μεταβολῆς, ἢ εἴπερ εἰσὶ μετὰ λόγου, καὶ αὐτὰς εἶναι τῶν ἀντικειμένων ὁμολογήσομεν. λύει οὖν ὀρθῶς ἐκεῖνος τὴν ἀπορίαν, λόγον ἐνταῦθα παρειλῆφθαι λέγων τὸν διανοητικὸν καὶ ἀπὸ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον προϊόντα καὶ ἀπὸ τῶν προτάσεων ἐπὶ τὰ συμπεράσματα, οἷός ἐστιν ὁ ἡμέτερος, ἀλλ’ οὐ τὸν νοερὸν καὶ κατὰ μίαν ἁπλῆν ἐνέργειαν καὶ ἀεὶ ἑστῶσαν ἅπαντα ὁρῶντα τὰ ὄντα, οἷον εἶναι αὐτὸς ἀποφαίνεται τὸν τῶν θεῶν νοῦν, ἐξῃρημένον τε παντελῶς τῆς ὕλης καὶ τῇ οὐσίᾳ σύνδρομον ἔχοντα τὴν ἐνέργειαν. μήποτε δὲ οὐδὲ προσήκει φέρειν ἐπ’ ἐκείνων τὸ τοῦ λόγου τούτου ὄνομα·2 νοῦς γὰρ αὐτοὺς ὁ Ἀριστοτέλης ἀξιοῖ προσαγορεύειν, καί που καὶ τοῦ νοῦ σεμνοτέραν ἔχειν ἐνδείκνυται φύσιν. Ἀλλὰ ταῦτα μὲν κατὰ τὴν πρώτην, ὅπερ εἴρηται πλεονάκις, ἀπάντησιν πρὸς τοὺς ἀξιοῦντας μὴ ἕπεσθαι τῷ ἀναγκαίῳ τὸ ἐνδεχόμενον, οἷον λέγοντος τοῦ φιλοσόφου ὡς οὐδ’ ἐπὶ τῶν συγγενεστάτων πρὸς ἀλλήλας δυνάμεων καὶ καθ’ ἕνα λόγον, ὃν ἐκάλεσεν εἶδος, θεωρουμένων, φημὶ δὲ τῶν ἀλόγων, ὀρθῶς ἔχει τὸ λέγειν ὅτι ἅπαν τὸ δυνατὸν εἶναι δυνατόν ἐστι καὶ μὴ εἶναι.

接着他补充说明了具有如此情形的事物是哪些,即是不具有理性实体的某些事物,例如依照自身的作动潜能发挥现实活动的无生命物。无论如何,正在发热的火不可能亦不发热,向下运动的土块亦不可能不运动,除非有外物强力阻碍它。因为他并不意图将所说的话扩展至一切缺乏理性潜能的事物,以至于也适用于无理性动物,这一点他通过随后补充的话表明了:“然而,依据无理性潜能的事物中,亦有某些事物能够同时接受相反者。”因为无生命物的受动潜能显然是摇摆不定的——例如一件外衣同样可能被剪开和不被剪开——并且无理性动物的作动潜能也并非单一且必然受迫的,正如我们在火和雪的事例中所说的那样;因为比如一条能行走的狗,跟随呈现在它面前的表象,亦能不行走。但是,由于确立可能不跟随必然的论证是从属于生灭之物的潜能出发的——理由是必然者本性上并不摇摆不定,而这些事物不仅能够存在而且亦能不存在——因此,他将反驳的出发点正是定在这些事物上,首先就非依理性的可能事物而言发言。因为最严格而言,属于永恒事物的潜能确实免于摇摆不定,且与必然相符合,关于这一点,他将在后文以恰当的严密性解决疑难时展开论述;然而,生灭之物中亦有某些潜能在载体得以保全时并不摇摆不定,而是与它们一同存在或不存在。因此,仅仅从这些事物出发——正如他所说的“始终发挥现实活动之物”,在这里他说“始终”并非指时间上的无限,而是指只要载体存在——那主张“一切可能存在者亦可能不存在”的人就已经被驳倒了。由此,甚至仅就无理性潜能而言——它们恰恰由于无理性这一事实而被说成彼此同形式——那断言“一切可能存在者亦能不存在”的论点亦非真实,这一点从前述内容中已很明显。 而既然他说一切伴随理性的潜能都关涉相反者,那么所说的话在人身上是显而易见的,无论人们将这里的理性理解为技术的还是审择的;因为能医治者亦能不医治。而在依照抉择而发生的事物上,这一点更为明显,在这些事物上审虑亦有其容身之所;无论如何,能沐浴或行走的人,亦能不沐浴和不行走。因为正如先前通过多条论证所确立的那样,我们是我们自身抉择的主人,依照抉择而发生的每一件事,行之与不行之皆取决于我们。但在诸神的事情上我们该怎么说呢?正如亚历山大亦提出的疑难那样:因为要么我们将说他们的潜能并不伴随理性(若它们确实是被限定的、始终处在同一状态且脱离了一切变化),要么若它们确实伴随理性,我们将承认它们自身亦关涉相反者。于是他正确地解决了这一疑难,指出这里所采纳的“理性”乃是推论性的理性,它从不完备走向完备,从前提走向结论,正如我们的理性一样,而不是指那依据单一、纯朴且始终静止的现实活动观照一切存在的智性理性——正如他自己断言诸神的心灵那样,完全脱离了质料,且拥有与其自身实体相并发的现实活动。或许,甚至根本不适宜将这种“理性”的名称加于那些存在者之上;因为亚里士多德认为应当称它们为心灵,且在某处甚至表明它们拥有比心灵更为崇高的本性。 然而,正如屡次提到的,这些都是针对那些主张可能不跟随必然之人所作的第一种反驳,犹如这位哲学家在说:甚至在彼此最为亲近、且依照单一规定(他称之为形式)被考察的潜能上——我指的是无理性的潜能——断言“一切可能存在者亦可能不存在”也是不正确的。

语法注2 条
  1. 1.54τῶν, ὥς φησιν, ἀεὶ ἐνεργούντων

    属格短语 τῶν ... ἀεὶ ἐνεργούντων 与前面的代词短语 ἐκ μόνων τούτων 构成同位语关系,呼应了亚里士多德的原文字句(23a1)。随后的 τὸ ἀεὶ οὐ πρὸς τὴν ἀπειρίαν... 则是注疏者的插入性补充说明,用以限定引用语中副词 ἀεὶ 的含义。

  2. 1.54μήποτε δὲ οὐδὲ προσήκει φέρειν ἐπ’ ἐκείνων τὸ τοῦ λόγου τούτου ὄνομα

    μήποτε 后接直陈式现在时 προσήκει 的句式,属于希腊化及后古典希腊语中常见的审慎断言(cautious assertion)用法,意为“或许甚至不适宜……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:241.23-243.10