- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:240.7-241.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯从现实活动(先天与后天、脱离质料与天体)和潜能(可转变与无限潜能)的角度精细划分了“可能”的多种含义,阐明哪些意义上的可能跟随必然、哪些不跟随,并解释了亚里士多德在原文中借由实例反驳反对意见的意图。
καὶ τοῦ μὲν συμφυοῦς καὶ εἰδοποιοῦ, ὡς εἴρηται, τῶν ὑποκειμένων τὸ μὲν εἶναι ἀίδιον καὶ ἐν ἀιδίοις πράγμασιν ὑφιστάμενον, ὡς τὸ κινεῖσθαι κύκλῳ τὸν οὐρανὸν ἢ τὴν γῆν ἐν τῷ μέσῳ τετάχθαι τοῦ παντὸς ἢ τὸ εἶναι τὸν θεὸν ἀγαθόν, τὸ δὲ οὐκ ἀίδιον μὲν οὐδ’ ἐπὶ ἀιδίων θεωρούμενον ὑποκειμένων, ἕως μέντοι ἂν ὦσι τὰ ὑποκείμενα, συνυπάρχον αὐτοῖς, ὡς ὅταν λέγωμεν τόδε τὸ πῦρ δύνασθαι θερμαίνειν καὶ τήνδε τὴν χιόνα ψύχειν, τοῦ λοιποῦ δηλαδὴ σημαινομένου τοῦ κατ’ ἐνέργειαν τοῦ μὴ συμφυοῦς τοῖς ὑποκειμένοις θεωρουμένου1 ἐπὶ τῶν ἐκ δυνάμεως εἰς τὴν ἐνέργειαν μεταβεβληκότων, ὡς ἐλέγομεν ἐπὶ τοῦ τὸν καθήμενον δύνασθαι βαδίζειν. τοῦ δ’ αὖ ἐπὶ ἀιδίων πραγμάτων λεγομένου τὸ μὲν θεωρεῖσθαί φησιν ἐν ταῖς παντάπασιν ἐξῃρημέναις τῆς ὕλης οὐσίαις, ὡς τὴν ἀγαθότητα τῶν θεῶν καὶ τὴν νόησιν, τὸ δὲ ἐκείνου προσεχῶς ἐξηρτημένον καὶ ὑφεστηκὸς ἐν σώμασι μὲν ἀλλὰ ἁπλοῖς καὶ μηδὲν ἔχουσιν ἐναντίον καὶ κατὰ μόνην τὴν κύκλῳ κίνησιν ἀεὶ κινουμένοις πάσης τε θνητῆς δυσχερείας ἐξῃρημένοις. πάλιν δὲ τοῦ κατὰ δύναμιν τὸ μὲν εἶναί φησιν οἷόν τε μεταβάλλειν εἰς τὴν ἐνέργειαν, ὡς ὅταν λέγωμεν τὸν παῖδα δύνασθαι στρατηγεῖν, ἂν μή τι αὐτῷ τῶν ἔξωθεν ἐμποδὼν γένηται, τὸ δὲ εἰς ἐνέργειαν μὲν οὐδέποτε ἀχθησόμενον κατ’ αὐτὸ δὲ μόνον τὸ δυνάμει τὸ εἶναι ἔχον, ὡς ἐπὶ τῆς εἰς ἄπειρον τομῆς τῶν μεγεθῶν καὶ πάντων ἁπλῶς τῶν συνεχῶν καὶ τῆς ἐπὶ τὸ πλέον προόδου τῶν ἀριθμῶν. Τοσαυταχῶς τοίνυν λεγομένου τοῦ δυνατοῦ τὰ μὲν τῶν σημαινομένων αὐτοῦ ἕπεσθαί φησι τῷ ἀναγκαίῳ, τὰ δὲ μὴ ἕπεσθαι· τοῦ γὰρ ἐπὶ τῶν κατ’ ἐνέργειαν ὄντων κατηγορουμένου δυνατοῦ τὰ μὲν ἐπὶ τῶν συμφυῶς ὑπαρχόντων τοῖς ὑποκειμένοις, εἴτε ἀιδίοις οὖσιν εἴτε καὶ φθαρτοῖς, λεγόμενα ταῦτα καὶ ἐπὶ τῶν ἐξ ἀνάγκης ὄντων ἀληθεύειν, διότι καὶ αὐτά ἐστιν ἐξ ἀνάγκης ἅτε οὐκ ἐπαμφοτερίζοντα κατὰ τὸ εἶναι καὶ μὴ εἶναι (οὐ γὰρ οἷόν τε τὸ πῦρ μὴ εἶναι θερμὸν οὐδὲ μὴ κινεῖσθαι κύκλῳ τὸν οὐρανόν), τὸ δέ γε ἀπὸ τῆς δυνάμεως εἰς τὴν ἐνέργειαν μεταβεβληκός, ὥσπερ ἐπὶ τοῦ βαδίζειν ἐλέγομεν, καὶ τὸ κατ’ ἐπιτηδειότητα θεωρούμενον, ἢ πεφυκυῖαν εἰς τὴν ἐνέργειαν μεταβάλλειν ἢ μηδὲ πεφυκυῖαν ἀλλ’ ἐν αὐτῷ μόνον τῷ ἀεὶ δύνασθαι τὸ εἶναι ἔχουσαν, οὐκέτι τῷ ἀναγκαίῳ ἐφαρμόζειν, ὥστε καὶ ἕπεσθαι καὶ μὴ ἕπεσθαι τῷ ἀναγκαίῳ τὸ δυνατὸν κατασκευάζοντες ὀρθῶς ἐλέγομεν κατ’ ἄλλην, ὡς προείρηται περὶ αὐτοῦ, καὶ ἄλλην ἔννοιαν καὶ γὰρ εἰ μὴ διωρισμένως ἐλέγομεν τὸ τοιόνδε δυνατὸν ἕπεσθαι τῷ ἀναγκαίῳ, οἷον τὸ μονοειδὲς κατὰ τὴν ἐνέργειαν, ἀλλὰ ἁπλῶς τὸ δυνατόν, οὐδὲν ἐλέγομεν ἄτοπον ὥσπερ γὰρ τὸν χερσαῖον κύνα καὶ ἁπλῶς λέγομεν κύνα καὶ τὸν Τελαμῶνος Αἴαντα καὶ ἁπλῶς Αἴαντα, οὕτω καὶ τὸ τοιόνδε δυνατὸν καὶ ἁπλῶς δυνατὸν προσαγορεύομεν, ἐπεὶ καὶ ἀνάγκη τὰς ὁμωνύμους φωνὰς ἕπεσθαι ἑκάστῳ τῶν ὑπ’ αὐτῶν σημαινομένων, ὥσπερ τὰ γένη τοῖς εἴδεσιν. Ἀλλὰ ταῦτα μὲν ὕστερον παραδίδωσιν ἡμῖν ὁ Ἀριστοτέλης, τὴν τελεωτάτην λύσιν τῆς ἀπορίας ἀποδιδούς. πρότερον δὲ διαπαντῶν πρὸς τὸν λέγοντα λόγον μὴ ἕπεσθαι τῷ ἀναγκαίῳ τὸ δυνατόν, διότι τὸ αὐτὸ δοκεῖ δύνασθαι εἶναι καὶ μὴ εἶναι, φανερὸν εἶναί φησιν ὅτι οὐ πᾶν τὸ δυνατὸν εἶναι καὶ βαδίζειν καὶ τὰ ἀντικείμενα δύναται, τοῦτ’ ἔστι μὴ εἶναι καὶ μὴ βαδίζειν, οὐκ ἐπ’ αὐτῶν τούτων τῶν ἐν παραδείγματος τάξει παρειλημμένων ἀμφοτέρων ἀξιῶν νοεῖσθαι τὸ λεγόμενον2 (αὐτὸ γὰρ τοὐναντίον τῷ ὄντι φανερόν, ὅτι τοῦ βαδίζειν ἡ δύναμις οὐ τούτου μόνον ἐστὶν ἀλλὰ καὶ τοῦ ἀντικειμένου), ἀλλ’ ἐνδείξασθαι ἡμῖν βουλόμενος ὅτι ἐπὶ τινῶν δυνατῶν εἶναι λεγομένων μονοειδής ἐστιν ἡ δύναμις καὶ οὐκ ἐπαμφοτερίζουσα, ἐφ’ ὧν οὐκέτι εὐοδεῖ ὁ λέγων μὴ ἕπεσθαι τῷ ἀναγκαῖον εἶναι τὸ δυνατὸν εἶναι.
而在如前所述、与底层载体先天固有且赋予形式的事物中,一种是永恒的并存在于永恒事物之中的,例如诸天作圆周运动、大地置于宇宙中心,或者神是善的;而另一种虽非永恒,亦非在永恒的底层载体上被考察,但只要载体存在,便与它们共存,正如当我们说这团火能够发热、这堆雪能够致冷一样;而现实活动之物中那不与载体先天固有的其余含义,显然是在那些从潜能转变为现实活动的事物上被考察的,正如我们在坐着的人能够行走的事例中所说的那样。再者,在就永恒事物而言的事物中,他说,一种是在完全脱离质料的实体中被考察的,如诸神的善性与思想,而另一种则直接依附于前者,并存在于物体之中,但这些物体乃是单一的、没有任何相反事物、且始终仅作圆周运动并摆脱了一切凡俗困厄的。又在依据潜能的事物中,他说,一种是能够转变为现实活动的,正如当我们说这孩子能够成为将军(若无任何外物阻碍他的话);而另一种则绝不会被引向现实活动,而仅仅在潜能的存在本身中拥有其存在,正如量度以及单纯而言所有连续事物的向无限分割,以及数字向更大者的推进。 因此,既然“可能”在如此多的意义上被言说,他说,在其含义中,有些跟随必然,有些则不跟随。因为在就现实活动中的事物而言被述说的可能中,那些就与底层载体先天固有的事物所言说的——无论它们是永恒的还是毁灭的——这些在出于必然存在的事物上也是真实的,因为它们自身也是出于必然的,由于它们在存在与不存在之间并不摇摆不定(因为火不可能不是热的,诸天亦不可能不作圆周运动)。然而,从潜能转变为现实活动者(正如我们在行走的事例中所说的),以及依适合性被考察者(无论其本性上适合转变为现实活动,还是甚至本性上亦不适合、而仅仅在始终能够的自身中拥有其存在),便不再适用于必然;因此,在确立“可能”既跟随又不跟随“必然”时,我们正如前文就其所说的,按照其不同的含义而言说是正确的。因为即使我们没有区分性地说“这样一种依据现实活动的单形式的可能跟随必然”,而是单纯地说“可能”,我们亦未说出任何荒谬之言。因为正如我们将陆地上的狗单纯称为“狗”,将忒拉蒙之子埃阿斯单纯称为“埃阿斯”一样,我们也将这样一种可能单纯称为“可能”,因为同名异义的语词必然跟随其所指示的每一个事物,正如属跟随种一样。 然而,亚里士多德是在其后才向我们传授这些内容、给出疑难的最完备解决的。但在更早的时候,针对主张可能并不跟随必然(因为同一事物似乎既可能存在也可能不存在)的论点,他说,显然并非每一个可能存在与可能行走的事物都能行其相反之事,即并非都能不存在与不行走——他并不是要求人们把所说的内容理解为就这两者本身而言在作为例子被引入的事例上均成立(因为事实上恰恰相反是显而易见的,即行走的潜能不仅关涉行走本身,亦关涉其相反者),而是意在向我们表明,在某些被称为可能的事物上,其能力乃是单形式的、不摇摆不定的,对于这些事物而言,断言“可能存在”不跟随“必然存在”的人便不再能行得通了。
- 1.54τοῦ λοιποῦ δηλαδὴ σημαινομένου τοῦ κατ’ ἐνέργειαν τοῦ μὴ συμφυοῦς τοῖς ὑποκειμένοις θεωρουμένου
属格短语 τοῦ λοιποῦ σημαινομένου ... θεωρουμένου 在此作独立属格使用,作为补充说明,用以阐明现实活动中那不与底层载体先天固有(μὴ συμφυές)的其余含义,乃是在由潜能转变为现实活动的事物上被考察的。
- 1.54οὐκ ἐπ’ αὐτῶν τούτων τῶν ἐν παραδείγματος τάξει παρειλημμένων ἀμφοτέρων ἀξιῶν νοεῖσθαι τὸ λεγόμενον
分词 ἀξιῶν 为主格阳性单数,修饰主句主语(亚里士多德),受否定词 οὐκ 管辖。它与后文的 ἀλλ’ ... βουλόμενος 构成对照,意为“并非要求人们把所说的内容理解为在作为例子引入的两件事物本身上均成立,而是意在表明……”。
