← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§238.20-240.7

必然所伴随的可能与现实和潜能的二义性

在亚里士多德原文(22b29–23a26)中,提出了关于‘可能’是否跟随‘必然’的疑难,并通过区分‘可能’的两种含义(现实活动与潜在能力)化解了这一矛盾。阿摩尼乌对此论证加以梳理,解释了‘可能’的同名异义性以及固有形式的现实态与外来现实态的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.54#1

Ἀπορήσειε δ’ ἄν τις εἰ τῷ ἀναγκαῖον εἶναι τὸ δυνατὸν εἶναι ἕπεται· εἴ τε γὰρ μὴ ἕπεται, ἡ ἀντίφασις ἀκολουθήσει, τὸ μὴ δυνατὸν εἶναι, καὶ εἴ τις ταύτην μὴ φήσειεν εἶναι ἀντίφασιν, ἀνάγκη λέγειν τὸ δυνατὸν μὴ εἶναι· ἅπερ ἄμφω ψευδῆ κατὰ τοῦ ἀναγκαῖον εἶναι. ἀλλὰ μὴν πάλιν τὸ αὐτὸ εἶναι δοκεῖ δυνατὸν τέμνεσθαι καὶ μὴ τέμνεσθαι καὶ εἶναι καὶ μὴ εἶναι, ὥστε ἔσται τὸ ἀναγκαῖον εἶναι ἐνδεχόμενον μὴ εἶναι. τοῦτο δὲ ψεῦδος. φανερὸν δὴ ὅτι οὐ πᾶν τὸ δυνατὸν ἢ εἶναι ἢ βαδίζειν καὶ τὰ ἀντικείμενα δύναται, ἀλλ’ ἔστιν ἐφ’ ὧν οὐκ ἀληθές, πρῶτον μὲν ἐπὶ τῶν μὴ κατὰ λόγον δυνατῶν, οἷον τὸ πῦρ θερμαντικὸν καὶ ἔχει δύναμιν ἄλογον. αἱ μὲν οὖν μετὰ λόγου δυνάμεις αἱ αὐταὶ πλειόνων καὶ τῶν ἐναντίων, αἱ δὲ ἄλογοι οὐ πᾶσαι, ἀλλ’, ὥσπερ εἴρηται, τὸ πῦρ οὐ δυνατὸν θερμαίνειν καὶ μή, οὐδ’ ὅσα ἄλλα ἐνεργεῖ ἀεί. ἔνια μέντοι δύναται καὶ τῶν κατὰ τὰς ἀλόγους δυνάμεις ἅμα τὰ ἀντικείμενα δέξασθαι. ἀλλὰ τοῦτο μὲν τούτου χάριν εἴρηται, ὅτι οὐ πᾶσα δύναμις τῶν ἀντικειμένων, οὐδὲ ὅσαι λέγονται κατὰ τὸ αὐτὸ εἶδος. ἔνιαι δὲ δυνάμεις ὁμώνυμοί εἰσι· τὸ γὰρ δυνατὸν οὐχ ἁπλῶς λέγεται, ἀλλὰ τὸ μὲν ὅτι ἀληθὲς ὡς ἐνεργείᾳ ὄν, οἷον δυνατὸν βαδίζειν ὅτι βαδίζει, καὶ ὅλως δυνατὸν εἶναι ὅτι ἤδη ἔστι κατ’ ἐνέργειαν ὃ λέγεται εἶναι δυνατόν, τὸ δὲ ὅτι ἐνεργήσειεν ἄν, οἷον δυνατὸν εἶναι βαδίζειν, ὅτι βαδίσειεν ἄν. καὶ αὕτη μὲν ἐπὶ τοῖς κινητοῖς ἐστι μόνοις ἡ δύναμις, ἐκείνη δὲ καὶ ἐπὶ τοῖς ἀκινήτοις. ἄμφω δὲ ἀληθὲς εἰπεῖν τὸ δυνατὸν εἶναι βαδίζειν ἢ εἶναι, καὶ τὸ βαδίζον ἤδη καὶ τὸ ἐνεργοῦν καὶ τὸ βαδιστικόν. τὸ μὲν οὕτω δυνατὸν οὐκ ἀληθὲς κατὰ τοῦ ἀναγκαίου ἁπλῶς εἰπεῖν, θάτερον δὲ ἀληθές. ὥστε ἐπεὶ τῷ ἐν μέρει τὸ καθόλου ἕπεται, τῷ ἐξ ἀνάγκης ὄντι ἕψεται τὸ δύνασθαι εἶναι, οὐ μέντοι πᾶν. Κατασκευάζων γὰρ ὅτι τῶν τεττάρων τοῦ ἀναγκαίου προτάσεων μόνην τὴν οὐκ ἀναγκαῖον μὴ εἶναι δυνατὸν ἀκολουθεῖν τῇ δυνατὸν εἶναι, τῶν δὲ ἄλλων οὐδεμίαν, πρῶτον μὲν ἐδείκνυ τὴν οὐκ ἀναγκαῖον εἶναι μὴ δυναμένην αὐτῇ ἀκολουθεῖν, προλαμβάνων ὅτι ἕπεται τῷ ἀναγκαῖον εἶναι τὸ δυνατὸν εἶναι, διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς τοῦτο πιστούμενος, ἧς καὶ νῦν ἡμᾶς ἀναμιμνήσκειν πειρᾶται μετὰ πλείονος τιθεὶς αὐτὴν ἐπεξεργασίας τῷ ἐκ περιουσίας προστιθέναι1 ὅτι κἂν οἴηταί τις μὴ εἶναι τῆς δυνατὸν εἶναι ἀπόφασιν τὴν οὐ δυνατὸν εἶναι, ἀλλὰ τὴν δυνατὸν μὴ εἶναι, οὐδὲν αὐτῷ ἔσται διὰ τοῦτο πλέον· ἀναγκασθήσεται γὰρ ὁμολογεῖν ὅτι ὅ φαμεν ἀναγκαῖον εἶναι, τοῦτο ἔσται ποτὲ δυνατὸν μὴ εἶναι, ὅπερ ἐναργῶς ἄλογον. εἶτα ἐφεξῆς μεταβαίνων ἐπὶ τὸν ἔλεγχον τῶν τοῦ ἀναγκαίου καταφάσεων, ὡς οὐδὲ τούτων ὁποτερασοῦν δυναμένης αὐτῇ συνάδειν, αὐτὸ τοὐναντίον ἔλεγε τοῖς προσεχῶς εἰρημένοις, ὅπερ καὶ αὐτὸ ἀναλαμβάνει διὰ τούτων, ὅτι τὸ μὲν ἀναγκαῖον εἶναι ἀδύνατόν ποτε μὴ εἶναι, ὥσπερ τὸ ἀναγκαῖον μὴ εἶναι ἀδύνατόν ποτε εἶναι, τὸ μέντοι δυνατὸν εἶναι τῶν ποτὲ μὲν ὄντων2 ἐστὶ ποτὲ δὲ μὴ ὄντων, ὥστε διὰ ταῦτα μηκέτι πάλιν ἀκολουθεῖν τῷ ἀναγκαῖον εἶναι τὸ δυνατὸν εἶναι. λύων οὖν τὴν ἀπορίαν τὴν ὁμωνυμίαν αἰτιᾶται τοῦ δυνατοῦ τῆς δοκούσης τῶν λόγων ἐναντιότητος,3 καθ’ ἣν ἕπεσθαι συμβαίνει τῷ ἀναγκαίῳ τὸ δυνατὸν καὶ πάλιν μὴ ἕπεσθαι κατ’ ἄλλην αὐτοῦ καὶ ἄλλην ἔννοιαν· τοῦ γὰρ δυνατοῦ τὸ μὲν εἶναί φησιν ἤδη ὂν κατ’ ἐνέργειαν, ὡς ὅταν τὸν βαδίζοντα λέγωμεν δύνασθαι βαδίζειν καὶ τὸν ἥλιον δύνασθαι φωτίζειν ἢ κινεῖσθαι, τὸ δὲ κατὰ δύναμιν καὶ ἐπιτηδειότητα μόνον, ὡς ὅταν λέγωμεν τὸν καθήμενον δύνασθαι βαδίζειν καὶ τὸν βαδίζοντα δύνασθαι μὴ βαδίζειν. ἀλλὰ τοῦ μὲν κατ’ ἐνέργειαν τὸ μὲν εἶναι συμφυὲς τῷ πράγματι τῷ δύνασθαι αὐτὸ λεγομένῳ4 καὶ εἰδοποιὸν αὐτοῦ, τὸ δὲ ἐπίκτητον καὶ οὐκ ἀεὶ παρὸν τῷ ὑποκειμένῳ.

“然而,人们可能会提出疑难:‘可能存在’是否跟随‘必然存在’。因为如果不跟随,其矛盾对立命题‘并非可能存在’便将跟随;而如果有人说这不是矛盾对立命题,就必须说是‘可能不存在’;而这两者对于‘必然存在’来说都是假的。然而另一方面,同一事物似乎既可能被切割也可能不被切割,既可能存在也可能不存在,从而‘必然存在’将变成容许不存在。但这又是假的。显然,并非每一个可能存在或可能行走的事物都能行相反之事,而是在某些情况下这并非真实:首先是在非理性潜能的事物上,例如火具有发热的作用,并具有非理性的潜能。因此,伴随理性的潜能,同一潜能可以关涉多种事物及相反事物,但非理性的潜能并非全都如此;而是正如所说过的,火不可能既发热又不发热,其他任何始终现实活动着的事物也是如此。然而,在依从非理性潜能的事物中,亦有某些能够同时接受相反状态者。但说这番话是为了表明:并非一切潜能都关涉相反事物,甚至并非依循同一种形式而论的潜能全都是如此。此外,某些潜能是同名异义的;因为‘可能’并非单义而言,而是一方面因为作为现实存在而是真实的,例如能行走是因为他正在行走,且大体上可能存在是因为被称为可能存在者已经在现实中存在;另一方面则是因为它能够产生现实活动,例如可能行走是因为他可以行走。而后一种潜能仅存在于能运动的事物中,前一种潜能则亦存在于不动的事物中。然而,对于这两者——既对于已经行走且处于现实活动中的事物,也对于具有行走能力的事物——说可能行走或可能存在都是真实的。对于必然者而言,断言以这种方式可能者并非单纯为真,但另一者则是真实的。因此,既然普遍者跟随部分者,存在的能力便将跟随出于必然存在者,但并非全部的能力。” 因为亚里士多德在确立必然的四个命题中唯独‘并非必然不存在’能够跟随‘可能存在’,而其余命题皆不能跟随之时,首先预设了‘可能存在’跟随‘必然存在’,从而证明了‘并非必然存在’不能跟随它,并通过归谬法证实了这一点。而他现在正试图提醒我们注意这同一论证,并通过余外增补这一点对其加以更详尽的阐发:即使有人认为‘可能存在’的否定命题不是‘并非可能存在’而是‘可能不存在’,他亦不能因此占到任何便宜;因为他将被迫承认,我们所说必然存在的事物,有时将变成可能不存在,这显然是不合情理的。随后,他紧接着转入对必然肯定命题的反驳,指出这两者中的任何一种都不能与它相协调,从而说出了与方才所述恰恰相反之理——这也正是他通过这些话所重新提起的——即:‘必然存在’乃是绝不可能在某时不复存在(正如‘必然不存在’乃是绝不可能在某时存在一样),然而‘可能存在’则属于那些有时存在、有时不存在的事物,以至于由于这些原因,‘可能存在’反过来不再跟随‘必然存在’。因此,他在解决这一疑难时,将这些论证的表面对立归咎于‘可能’的同名异义性,依据这种同名异义性,按照其不同的含义,‘可能’便会得出既跟随必然、又反过来不跟随它的结论。因为他说,在可能的事物中,一种是已经在现实活动中存在,正如我们说正在行走的人能够行走,太阳能够照耀或能够运动一样;而另一种则仅仅依据潜能与适合性,正如我们说坐着的人能够行走,正在行走的人能够不行走一样。然而,在现实活动之物中,一种是与被称为能够拥有它的事物相先天固有的、且为其赋予形式的,而另一种则是后天获得的、并非始终存在于底层载体之中的。

语法注4 条
  1. 1.54τῷ ἐκ περιουσίας προστιθέναι

    带冠词的不定词与格‘τῷ ... προστιθέναι’在此作手段或方式与格,修饰前置分词短语‘μετὰ πλείονος τιθεὶς αὐτὴν ἐπεξεργασίας’(对其加以更详尽的阐发)。介词短语‘ἐκ περιουσίας’是惯用表达,意为‘作为余外增补’或‘多余地’。

  2. 1.54τὸ δυνατὸν εἶναι τῶν ποτὲ μὲν ὄντων ἐστὶ ποτὲ δὲ μὴ ὄντων

    属格名词短语‘τῶν ποτὲ μὲν ὄντων ... ποτὲ δὲ μὴ ὄντων’充当系动词‘ἐστί’的表语(表示所属或范畴的属格),意指‘可能存在属于那些有时存在、有时不存在的事物之类’。

  3. 1.54τὴν ὁμωνυμίαν αἰτιᾶται τοῦ δυνατοῦ τῆς δοκούσης τῶν λόγων ἐναντιότητος

    动词‘αἰτιάομαι’采取‘将某事(属格)的原因归咎于某物(宾格)’的句式;在此,宾格‘τὴν ὁμωνυμίαν τοῦ δυνατοῦ’(可能的同名异义性)是被归咎的对象,而属格‘τῆς δοκούσης τῶν λόγων ἐναντιότητος’(论证的表面对立)则是所指称的原因/事由。

  4. 1.54τῷ πράγματι τῷ δύνασθαι αὐτὸ λεγομένῳ

    与格名词‘τῷ πράγματι’由定语从属分词短语‘τῷ ... λεγομένῳ’修饰,该分词以不定词‘δύνασθαι’及其宾格宾语‘αὐτό’(能够做到它)作补足语,构成‘对于被称为能够做到它的事物’这一修饰关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:238.20-240.7