- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:237.13-238.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼乌探讨了在‘可能存在’之后究竟应当跟随必然的哪一个命题,通过归谬法排除了单纯否定命题与两种肯定命题,从而确立唯有换位否定命题‘并非必然不存在’得以相随,并引出下一节关于‘必然存在’与‘可能存在’之跟随关系的疑难。
ἀλλ’ εἰ ἕποιτο τῇ ἀναγκαῖον εἶναι ἡ οὐ δυνατὸν εἶναι, ἐπειδὴ ταύτῃ τε καὶ τῇ ἰσοδυναμούσῃ αὐτῇ, τῇ οὐκ ἐνδεχόμενον εἶναι, ἀκολουθεῖν ἐλέγομεν τὴν ἀδύνατον εἶναι, συμβήσεται συναληθεύειν ἀλλήλαις τήν τε ἀναγκαῖον εἶναι καὶ τὴν ἀδύνατον εἶναι, ὅπερ ἐστὶ παντελῶς ἄλογον. ἕπεσθαι ἄρα χρὴ τῇ ἀναγκαῖον εἶναι τὴν δυνατὸν εἶναι. τούτου προληφθέντος δείκνυται ῥᾳδίως ὅτι οὐ καλῶς ἐλέγομεν τὴν οὐκ ἀναγκαῖον εἶναι ἀκολουθεῖν τῇ δυνατὸν εἶναι· εἰ γὰρ τῇ ἀναγκαῖον εἶναι ἀκολουθεῖ ἡ δυνατὸν εἶναι, ὡς τὸ λημμάτιον ἔδειξε, τῇ δὲ δυνατὸν εἶναι λέγοιμεν ἕπεσθαι τὴν οὐκ ἀναγκαῖον εἶναι, ὡς ἐξ ἀρχῆς διεγράφομεν, ἕψεται ἄρα τῇ ἀναγκαῖον εἶναι ἡ ἀπόφασις αὐτῆς, ἡ οὐκ ἀναγκαῖον εἶναι, ὅπερ ἀδύνατον. οὐκ ἄρα δεῖ τάττειν ὑπὸ τὸ δυνατὸν εἶναι τὴν ἁπλῆν τοῦ ἀναγκαίου ἀπόφασιν. ἀλλὰ μὴν οὐδὲ τῶν καταφάσεων αὐτοῦ οὐδετέραν, ἢ τὴν ἀναγκαῖον εἶναι ἢ τὴν ἀναγκαῖον μὴ εἶναι· τούτων μὲν γὰρ ἑκατέρα φύσιν τινὰ ὡρισμένην δηλοῖ, ἡ μὲν ἀεὶ οὖσαν, ἡ ἁπλῆ, ἡ δὲ ἀεὶ μὴ οὖσαν, ἡ ἐκ μεταθέσεως, τὸ δέ γε δυνατὸν εἶναι ἐπαμφοτερίζει καὶ εἰς τὸ μὴ εἶναί ποτε μεταπίπτει· ὃ γὰρ δυνατὸν εἶναι, δύναταί ποτε καὶ μὴ εἶναι. ὥστε οὐδὲ τούτων ὁποτεραοῦν συνάσεται1 τῇ δυνατὸν εἶναι. τῶν οὖν τριῶν τοῦ ἀναγκαίου προτάσεων ἐληλεγμένων ὡς οὐ δυναμένων ἕπεσθαι τῇ δυνατὸν εἶναι καταλείπεται μόνη ἡ οὐκ ἀναγκαῖον μὴ εἶναι· ὥστε ταύτην αὐτῇ ἕπεσθαι ῥητέον, καθάπερ τῇ οὐ δυνατὸν εἶναι ἀκολουθεῖν ἐλέγομεν τὴν ἀναγκαῖον μὴ εἶναι. καὶ φανερὸν ὅτι τὴν οὐκ ἀναγκαῖον εἶναι μεταθήσομεν ἐπὶ τὴν χώραν, ἣν ἐν τῷ προτέρῳ διαγράμματι κατεῖχεν ἡ οὐκ ἀναγκαῖον μὴ εἶναι, πάσας τὰς προτάσεις πάσαις ὁμολόγους ποιοῦντες. ἵνα δὲ μή τις ὑπολάβῃ ὅτι καθ’ ὃν τρόπον ἐδείκνυμεν τὴν οὐκ ἀναγκαῖον εἶναι2 μὴ δυναμένην ἕπεσθαι τῇ δυνατὸν εἶναι προλαβόντες ὅτι τῇ ἀναγκαῖον εἶναι ἀκολουθεῖ ἡ δυνατὸν εἶναι, κατὰ τὸν αὐτὸν τρόπον δεικνύναι δυνατὸν μηδὲ τὴν οὐκ ἀναγκαῖον μὴ εἶναι δυναμένην αὐτῇ ἀκολουθεῖν, προστίθησι τὸ τοῦτο γὰρ ἀληθὲς καὶ κατὰ τοῦ ἀναγκαῖον εἶναι· οὐ γὰρ ἔτι συμβήσεται ἄτοπον, εἰ τῷ μὲν ἀναγκαῖον εἶναι τὸ δυνατὸν εἶναι λέγομεν ἕπεσθαι, τῷ δὲ δυνατὸν εἶναι τὸ οὐκ ἀναγκαῖον μὴ εἶναι· συμβήσεται μὲν γὰρ διὰ ταῦτα ἀκολουθεῖν τῷ ἀναγκαῖον εἶναι τὸ μὴ ἀναγκαῖον μὴ εἶναι. τοῦτο δὲ οὐκέτι ἄτοπον, ἀλλὰ καὶ ἀληθές· ὃ γὰρ ἀναγκαίαν ἔχει τὴν ὕπαρξιν, τοῦτο οὐχ οἷόν τε καὶ ἀνυπαρξίαν ἀναγκαίαν ἔχειν. ἀλλὰ τούτων οὕτως εἰρημένων εἰκότως ἀπορεῖ διὰ τῶν ἐφεξῆς ὁ Ἀριστοτέλης πότερον ἕπεσθαι ῥητέον τῇ ἀναγκαῖον εἶναι τὴν δυνατὸν εἶναι ἢ μὴ ἕπεσθαι, διότι ἄμφω μὲν εἶναι ἀληθῆ ταῦτα ἀμήχανον, ἑκάτερον δὲ αὐτῶν ἔδοξε κρατύνειν, τὸ μὲν διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς τὸ δὲ ἐπ’ εὐθείας, καί φησιν·
然而,如果‘并非可能存在’跟随‘必然存在’,那么,既然我们曾说过‘不可能存在’跟随此命题以及与其等值之命题‘并非容许存在’,便会得出‘必然存在’与‘不可能存在’二者彼此同时为真,这乃是全然不合情理的。因此,‘可能存在’必须跟随‘必然存在’。在预设了这一点之后,便易于表明:我们先前说‘并非必然存在’跟随‘可能存在’是不妥当的。因为正如预备小前提所表明的,如果‘可能存在’跟随‘必然存在’,而我们又如起初图示的那样说‘并非必然存在’跟随‘可能存在’,那么其自身的否定命题即‘并非必然存在’便将跟随‘必然存在’,这乃是不可能的。因此,绝不应当在‘可能存在’之下配置必然之单纯否定命题。 然而,亦绝不应当配置其肯定命题中的任何一种,即‘必然存在’或‘必然不存在’。因为这两者各指示某种确定不变的本性——单纯肯定命题指示始终存在者,而换位肯定命题则指示始终不存在者——而‘可能存在’则摇摆于两端,并在某时转变为不存在;因为可能存在者,亦能够在某时不复存在。因此,二者之中的任何一个都不会与‘可能存在’相协调。因此,既然必然的三种命题作为不能跟随‘可能存在’者已被驳退,便唯独剩下‘并非必然不存在’;所以必须说这一命题跟随它,正如我们曾说‘必然不存在’跟随‘并非可能存在’那样。并且显而易见的是,我们将把‘并非必然存在’移置到先前的图表中‘并非必然不存在’所占据的位置,从而使所有命题相互一致。 而为了不让人误以为:既然我们先前通过预设‘可能存在’跟随‘必然存在’而证明了‘并非必然存在’不能跟随‘可能存在’,那么按同样的方式亦可证明‘并非必然不存在’亦不能跟随它,他便增补道:“因为这对于‘必然存在’也为真”。因为如果我们说‘可能存在’跟随‘必然存在’,而‘并非必然不存在’跟随‘可能存在’,便不再会产生任何荒谬;因为通过这些推导,实际上将得出‘并非必然不存在’跟随‘必然存在’。而这一点不再是荒谬的,反而是真实的;因为具有必然存在者,绝不可能同时亦具有必然的不存在。 但在这些事情如此阐明之后,亚里士多德在接下来的文句中合理地提出疑难:究竟应当说‘可能存在’跟随‘必然存在’,还是不跟随;因为这两者同时为真乃是绝不可能的,然而他似乎确立了它们中的每一者——一者通过归谬法,另一者则通过直接论证——他说:
- 1.53συνάσεται
系 συνᾴδω(协调、一致)的将来时中相形式(συνᾴσεται),支配与格补足语 τῇ δυνατὸν εἶναι,意为“与‘可能存在’相协调/一致”。
- 1.53ἵνα δὲ μή τις ὑπολάβῃ ὅτι καθ’ ὃν τρόπον ἐδείκνυμεν τὴν οὐκ ἀναγκαῖον εἶναι μὴ δυναμένην ἕπεσθαι τῇ δυνατὸν εἶναι προλαβόντες ὅτι τῇ ἀναγκαῖον εἶναι ἀκολουθεῖ ἡ δυνατὸν εἶναι, κατὰ τὸν αὐτὸν τρόπον δεικνύναι δυνατὸν μηδὲ τὴν οὐκ ἀναγκαῖον μὴ εἶναι δυναμένην αὐτῇ ἀκολουθεῖν, προστίθησι τὸ τοῦτο γὰρ ἀληθὲς καὶ κατὰ τοῦ ἀναγκαῖον εἶναι·
整个句子的主句位于后半部的 προστίθησι τὸ ...(“他增补道……”),前半部的 ἵνα δὲ μή τις ὑπολάβῃ ὅτι ... 则构成目的从句。在 ὅτι 从句内部,先行的从属句(καθ’ ὃν τρόπον ἐδείκνυμεν ... προλαβόντες ὅτι ...)与后继呼应句(κατὰ τὸν αὐτὸν τρόπον δεικνύναι δυνατὸν ...)构成了相对应的关联结构。
