← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§236.1-237.13

通过归谬法论证必然命题的正确对应关系

基于亚里士多德的引文(22b10),注释者通过归谬法驳斥了先前图表中必然之否定命题的不当配置,证明跟随可能之单纯肯定命题的乃是必然的换位否定命题(“并非必然不存在”),从而确立了带样态命题图表中的正确排列次序。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.53#1

" Ἢ ἀδύνατον οὕτω κεῖσθαι τὰς τοῦ ἀναγκαίου ἀντιφάσεις; τὸ μὲν γὰρ ἀναγκαῖον εἶναι δυνατὸν εἶναι· εἰ γὰρ μή, ἡ ἀπόφασις ἀκολουθήσει· ἀνάγκη γὰρ ἢ φάναι ἢ ἀποφάναι· ὥστε εἰ μὴ δυνατὸν εἶναι, ἀδύνατον εἶναι· ἀδύνατον ἄρα εἶναι τὸ ἀναγκαῖον εἶναι, ὅπερ ἄτοπον. ἀλλὰ μὴν τῷ γε δυνατὸν εἶναι τὸ οὐκ ἀδύνατον εἶναι ἀκολουθεῖ, τούτῳ δὲ τὸ μὴ ἀναγκαῖον εἶναι· ὥστε συμβαίνει τὸ ἀναγκαῖον εἶναι μὴ ἀναγκαῖον εἶναι, ὅπερ ἄτοπον. ἀλλὰ μὴν οὐδὲ τὸ ἀναγκαῖον εἶναι ἀκολουθεῖ τῷ δυνατὸν εἶναι, οὐδὲ τὸ ἀναγκαῖον μὴ εἶναι· τῷ μὲν γὰρ ἄμφω ἐνδέχεται συμβαίνειν, τούτων δὲ ὁπότερον ἂν ἀληθὲς ᾖ, οὐκέτι ἔσται ἐκεῖνα ἀληθῆ·1 ἅμα γὰρ δυνατὸν εἶναι καὶ μὴ εἶναι. εἰ δὲ ἀνάγκη εἶναι ἢ μὴ εἶναι, οὐκ ἔσται δυνατὸν ἄμφω. λείπεται τοίνυν τὸ οὐκ ἀναγκαῖον μὴ εἶναι ἀκολουθεῖν τῷ δυνατὸν εἶναι· τοῦτο γὰρ ἀληθὲς καὶ κατὰ τοῦ ἀναγκαῖον εἶναι· καὶ γὰρ αὕτη γίνεται ἀντίφασις τῇ ἑπομένῃ τῷ οὐ δυνατὸν εἶναι· ἐκείνῳ γὰρ ἀκολουθεῖ τὸ ἀδύνατον εἶναι καὶ ἀναγκαῖον μὴ εἶναι, οὗ ἀπόφασις τὸ οὐκ ἀναγκαῖον μὴ εἶναι. ἀκολουθοῦσιν ἄρα καὶ αὗται αἱ ἀντιφάσεις κατὰ τὸν εἰρημένον τρόπον, καὶ οὐδὲν ἀδύνατον συμβαίνει τιθεμένων οὕτως." Ἐλέγχεται μὲν διὰ τούτων ἡ προειρημένη τῶν τοῦ ἀναγκαίου ἀποφάσεων ἔκθεσις καὶ παραδίδοται ἡ ἀκριβὴς αὐτῶν τάξις ἐν τῷ διαγράμματι τῶν μετὰ τρόπου προτάσεων, ὥστε μηδεμίαν ἐν αὐταῖς εἶναι μήτε διαφωνίαν μήτε ἀταξίαν, ἀλλὰ τὸ ὅλον διάγραμμα τεταγμένως ἔχειν. ζητεῖται δὲ πρῶτον τῇ ἁπλῇ τοῦ δυνατοῦ καταφάσει ποίαν τῶν τεττάρων τοῦ ἀναγκαίου προτάσεων, τῶν δύο τῶν ἁπλῶν καὶ τῶν δύο τῶν ἐκ μεταθέσεως, ἕπεσθαι ῥητέον. καὶ δείκνυται ὅτι οὔτε, ὡς πρότερον ἐλέγομεν, τὴν ἁπλῆν ἀπόφασιν χρὴ ὡς ἑπομένην αὐτῇ ὑποτάττειν, τὴν οὐκ ἀναγκαῖον εἶναι, οὔτε τῶν καταφάσεων οὐδετέραν, ἀλλὰ μόνην τὴν ἐκ μεταθέσεως ἀπόφασιν, τὴν οὐκ ἀναγκαῖον μὴ εἶναι, ἐπ’ εὐθείας κεισομένην τῇ ἑαυτῆς καταφάσει. καὶ ἐκ τούτων συνάγεται ὅτι τὴν ἁπλῆν ἀπόφασιν ὑπὸ τὴν ἐκ μεταθέσεως τοῦ δυνατοῦ κατάφασιν προσήκει τάττειν, ἐπ’ εὐθείας καὶ ταύτην ἐσομένην τῇ οἰκείᾳ καταφάσει, ἅτε τῶν ἄλλων τριῶν τοῦ ἀναγκαίου προτάσεων ἤδη τεταγμένων ἐν ταῖς προσηκούσαις αὐταῖς χώραις τοῦ διαγράμματος· τούτων γὰρ οὕτως ἐχόντων οὐκέτι τὰς ἀντιφασκούσας ἀλλήλαις χωρὶς ἀλλήλων γεγράφθαι, ὥσπερ πρότερον, συμβαίνει, καὶ τὴν προσήκουσαν ἑαυταῖς ἀπολήψονται τάξιν αἱ τοῦ ἀναγκαίου ἀντιφάσεις, συμπαρατεινόμεναι μὲν ταῖς τοῦ ἀδυνάτου ἀντιφάσεσιν, ἐναντίως δὲ αὐταῖς, ὅπερ ἐλέγετο προσεχῶς, ἀποδιδόμεναι. ἀδύνατον μὲν οὖν, φησὶν ὁ Ἀριστοτέλης, οὕτω κεῖσθαι τὰς τοῦ ἀναγκαίου ἀντιφάσεις, ἴσον λέγων τῷ ‘ἀδύνατον οὕτω κειμένας ὑγιῆ ἔχειν τὴν πρὸς τὰς ἄλλας ἀκολουθίαν’. ὅτι δὲ τὴν οὐκ ἀναγκαῖον εἶναι οὐ καλῶς ὑπετάξαμεν κατ’ ἀρχὰς τῇ δυνατὸν εἶναι ὡς ἀκολουθοῦσαν αὐτῇ, δείκνυσι2 προλαβὼν ὥσπερ λημμάτιον ὅτι τῇ ἀναγκαῖον εἶναι ἀκολουθεῖν ἀνάγκη τὴν δυνατὸν εἶναι καὶ κατασκευάζει γε αὐτὸ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ χρώμενος τοῦτον τὸν τρόπον· εἰ γὰρ μὴ ἕπεται, φησί, τῇ ἀναγκαῖον εἶναι ἡ δυνατὸν εἶναι, ἡ ἀπόφασις αὐτῆς ἀκολουθήσει ἡ οὐ δυνατὸν εἶναι· ἐπὶ παντὸς γὰρ ἢ τὴν κατάφασιν ἀληθεύειν ἀνάγκη ἢ τὴν ἀπόφασιν.

“或者,必然的矛盾对立命题群以这种方式排列是不可能的吗?因为凡必然存在的事物,都是可能存在的;因为若非如此,其否定便会随之而来;因为必然要么肯定要么否定;所以若并非可能存在,便是不可能存在的;因此,必然存在的事物便成了不可能存在的,这是荒谬的。然而,伴随‘可能存在’而来的确是‘并非不可能存在’,而伴随此者的[在先前的陈列中]则是‘并非必然存在’;因此便得出了必然存在的事物并非必然存在,这是荒谬的。然而,‘必然存在’并不跟随‘可能存在’,‘必然不存在’也同样不跟随;因为对前者而言两者皆有可能发生,而后者无论哪一个为真,那些〔即上述两者〕都将不再为真;因为事物同时可能存在亦可能不存在。但如果必然存在或必然不存在,那么两者便不可能皆成立。由此留下的结论是:伴随‘可能存在’而来的乃是‘并非必然不存在’;因为这也适用于必然存在的事物;因为这一命题也恰好构成了伴随‘并非可能存在’而来的命题的矛盾对立命题;因为伴随彼者而来的乃是‘不可能存在’与‘必然不存在’,而后者的否定正是‘并非必然不存在’。因此,这些矛盾对立命题亦按照所述的方式相跟随,当如此设置时便不会产生任何不可能的结果。” 通过这些文句,前述关于必然之否定命题的陈列被驳斥,并且它们在带样态命题图表中的精确次序得以交代,从而使得它们之中既无任何不协调亦无任何无序,整个图表处于秩序井然的状态。首先被探讨的是:在必然的四种命题(两种单纯命题与两种换位命题)之中,究竟应当说哪一种跟随可能之单纯肯定命题。而且文中表明:既不应当如我们先前所言,将单纯否定命题‘并非必然存在’作为跟随者配置于其下,亦不应当配置肯定命题中的任何一种,而唯独应当配置换位否定命题‘并非必然不存在’,此命题将与其自身的肯定命题成一直线。由这些论述推知:既然必然的其余三个命题已经排布在图表中各自适宜的位置上,那么就应当把单纯否定命题排布在可能之换位肯定命题之下,此命题同样也将与其固有的肯定命题成一直线。因为当这些情况得以确立时,便不再会像先前那样出现彼此矛盾对立的命题被分离开来书写的情形,并且必然的矛盾对立命题群将重获其固有的次序,与不可能的矛盾对立命题群并列延伸,但正如刚才所说,与它们相反相对地配当。因此亚里士多德说:“必然的矛盾对立命题群以这种方式排列是不可能的”,这等同于说“以这种方式排列不可能与其余命题具有健全的跟随关系”。至于我们起初将‘并非必然存在’作为伴随者排布在‘可能存在’之下是不妥当的,他在预先设定一个犹如预备性小引理的命题(即‘可能存在’必然跟随‘必然存在’)之后加以证明,并且他运用归谬法按如下方式确立这一点:他说,因为如果‘可能存在’不跟随‘必然存在’,那么其否定命题‘并非可能存在’便会随之而来;因为在一切情形中,要么肯定为真,要么否定为真,此乃必然。

语法注2 条
  1. 1.53τῷ μὲν γὰρ ἄμφω ἐνδέχεται συμβαίνειν, τούτων δὲ ὁπότερον ἂν ἀληθὲς ᾖ, οὐκέτι ἔσται ἐκεῖνα ἀληθῆ·

    代词呼应关系的梳理:与格的 τῷ μέν 指代前文的“可能存在”(τῷ δυνατὸν εἶναι),表明对其而言“两者”(ἄμφω,即存在与不存在)皆有可能发生。紧接着的 τούτων 指必然的两种命题(“必然存在”与“必然不存在”),而后件的主语 ἐκεῖνα 则指代前述可能样态中的两项(存在与不存在)。

  2. 1.53ὅτι δὲ τὴν οὐκ ἀναγκαῖον εἶναι οὐ καλῶς ὑπετάξαμεν κατ’ ἀρχὰς τῇ δυνατὸν εἶναι ὡς ἀκολουθοῦσαν αὐτῇ, δείκνυσι

    倒装句构,置于句首的整个 ὅτι 从句充当后置主要动词 δείκνυσι 的直接宾语。先将命题内容(“我们起初将……排布……是不妥当的”)置于句首作为论述焦点,随后由主动词引出其论证过程。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:236.1-237.13