- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:234.16-235.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在22b3中以不可能与必然的相反对应关系解释必然样态命题何以不依常规方式跟随,阿摩尼奥斯分析了阐述次序中“原因”何以先于“事实纠正”,并详加阐释了必然与不可能之间兼具同等效力与相反关系的内在逻辑。
" Αἴτιον δὲ τοῦ μὴ ἀκολουθεῖν τὸ ἀναγκαῖον ὁμοίως τοῖς ἑτέροις, ὅτι ἐναντίως τὸ ἀδύνατον τῷ ἀναγκαίῳ ἀποδίδοται τὸ αὐτὸ δυνάμενον·1 ὃ γὰρ ἀδύνατον εἶναι, ἀναγκαῖον τοῦτο οὐκ εἶναι, ὃ δὲ ἀδύνατον μὴ εἶναι, τοῦτο ἀνάγκη εἶναι. ὥστε εἰ ἐκεῖνα ὁμοίως ἀκολουθεῖ τῷ δυνατῷ καὶ μή, ταῦτα ἐξ ἐναντίας, ἐπεὶ οὐ σημαίνει γε ταὐτὸν τό τε ἀναγκαῖον καὶ τὸ ἀδύνατον, ἀλλ’, ὥσπερ εἴρηται, ἀντεστραμμένως." Ἦν μὲν ἀκόλουθον παραδοῦναι πρότερον τὴν ἑξῆς ῥηθησομένην τῆς ἐκθέσεως τῶν προτάσεων διόρθωσιν2 καὶ ἐπιδεῖξαι ὅτι ἡμαρτημένως ἔχουσιν ἐν τῷ πρότερον ἐκτεθέντι διαγράμματι αἱ τοῦ ἀναγκαίου ἀποφάσεις (οὔτε γὰρ τὴν ἁπλῆν ἐχρῆν συντετάχθαι ταῖς ἁπλαῖς τῶν ἄλλων τρόπων προτάσεσιν ἀλλὰ ταῖς ἐκ μεταθέσεως ἐπ’ εὐθείας τῇ ἑαυτῆς καταφάσει, οὔτε τὴν ἐκ μεταθέσεως ταῖς ἐκ μεταθέσεως ἀλλὰ ταῖς ἁπλαῖς, ἐπ’ εὐθείας καὶ ταύτην ἐσομένην τῇ οἰκείᾳ καταφάσει), καὶ οὕτως προσθεῖναι τὰ διὰ τούτων λεγόμενα, ὅτι εἰκότως ἡ μὲν ἐκ μεταθέσεως τοῦ ἀναγκαίου ἀντίφασις ὑπὸ τὴν ἁπλῆν τέτακται τοῦ τε δυνατοῦ καὶ τοῦ ἀδυνάτου ἀντίφασιν, ἡ δὲ ἁπλῆ ὑπὸ τὴν ἐκ μεταθέσεως· προσήκει γὰρ τὸ ὅτι προηγουμένην ἔχειν τάξιν τοῦ διότι.3 ἀλλ’ ἴσως ὁ Ἀριστοτέλης μετὰ τὸ ἐπισημήνασθαι τῇ ἀταξίᾳ τῆς ἐξ ἀρχῆς γενομένης ἐκθέσεως τῶν τοῦ ἀναγκαίου προτάσεων, ὡς τῶν ἐπιστατικωτέρων εὐθὺς συνορώντων τὴν ἀκόλουθον αὐτῶν ἔκθεσιν, τὴν αἰτίαν ἠξίωσεν ἀποδοῦναι διὰ τούτων τῆς τεταγμένης αὐτῶν ἀκολουθίας. ἐπὶ δὲ τούτῳ συνεῖδεν ὅτι χρὴ καὶ ἡμῶν τῶν πολλῶν ποιήσασθαί τινα λόγον ἀποπλῆσαί τε ἡμᾶς, ὅτι ταύτην ἀνάγκη τὴν τάξιν ἔχειν τὰς τοῦ ἀναγκαίου προτάσεις ἐν τῇ ἀκολουθίᾳ τῶν μετὰ τρόπου προτάσεων, καὶ διὰ τοῦτο πρὸ τοῦ ὅτι τὸ διότι παραδίδωσιν. ἀλλὰ τίνα φησὶν εἶναι τὴν αἰτίαν τοῦ ὑποτετάχθαι ταῖς μὲν ἁπλαῖς τοῦ δυνατοῦ καὶ τοῦ ἀδυνάτου προτάσεσι τὰς ἐκ μεταθέσεως τοῦ ἀναγκαίου, ταῖς δὲ ἐκ μεταθέσεως τὰς ἁπλᾶς; ὅτι, φησίν, ἐναντίως τὸ ἀδύνατον τῷ ἀναγκαίῳ ἀποδίδοται τὸ αὐτὸ δυνάμενον, τὸ αὐτὸ μὲν αὐτὰ δύνασθαι λέγων, διότι ἑκάτερον αὐτῶν ἀεὶ ὡσαύτως ἔχει καὶ ἀνεπίδεκτόν ἐστι τοῦ ἐναντίου, τὸ μὲν ἀεὶ ὂν τὸ δὲ ἀεὶ μὴ ὄν, ἐναντίως δὲ ἀποδίδοσθαι, διότι ὅτε πρὸς τῷ ἑτέρῳ τῶν τρόπων τούτων τὸ εἶναι τίθεμεν ἁπλῆν ποιοῦντες τὴν πρότασιν, πρὸς τῷ ἑτέρῳ τὸ μὴ εἶναι τάττομεν καὶ ποιοῦμεν πρότασιν ἐκ μεταθέσεως· ὃ γὰρ ἀναγκαῖον εἶναι, τοῦτο ἀδύνατον μὴ εἶναι, καὶ ὃ ἀδύνατον εἶναι, τοῦτο ἀναγκαῖον μὴ εἶναι. εἰ οὖν ταύτας τὰς τοῦ ἀδυνάτου προτάσεις ἐλέγομεν, φησίν, ἀκολουθεῖν ταῖς τοῦ δυνατοῦ καὶ τοῦ ἐνδεχομένου, τὰς ὁμοίως αὐταῖς κατὰ τὸ ἁπλοῦν ἢ τὸ ἐκ μεταθέσεως ἐχούσας, τοῦ ἄρα ἀναγκαίου ἕπεσθαι αὐταῖς συμβήσεται τὰς ἐξ ἐναντίας, ὡς αὐτός φησι, κατὰ ταῦτα ἐχούσας, τοῦτ’ ἔστι ταῖς μὲν ἁπλαῖς τὰς ἐκ μεταθέσεως ταῖς δὲ ἐκ μεταθέσεως τὰς ἁπλᾶς. ταῦτα οὕτω διορισάμενος ἀναλαμβάνει πάλιν τὰ εἰρημένα περὶ τῆς κοινωνίας καὶ τῆς διαφορᾶς τοῦ τε ἀναγκαίου καὶ τοῦ ἀδυνάτου, πρόχειρα ἡμᾶς αὐτὰ βουλόμενος ἔχειν ὅτι τὸ αὐτὸ δύνανται ἀλλήλαις ἀντεστραμμένως· τό τε γὰρ ἀναγκαῖον εἶναι εἴποις ἂν ἀδύνατον κατὰ τὸ μὴ εἶναι, καὶ τὸ ἀδύνατον εἶναι ἀναγκαῖον πάλιν κατὰ τὸ μὴ εἶναι.
“然而必然并不与其余各样态同样相跟随的原因,在于具有同等效力的不可能与必然是相反相对地配当的;因为凡不可能存在的事物,这就必然不存在,而凡不可能不存在的事物,这就必然存在。因此,如果那些命题同样跟随可能与并非[可能],那么这些[必然的命题]则是相反地跟随,因为必然与不可能并非意味着同一事物,而是如前所述,是逆转地意味着。” 本来连贯的做法应当是:首先交代接下来将要阐明的对诸命题陈列的纠正,并证明在先前所陈列的图表中必然的否定命题排列有误(因为既不应当将单纯否定命题与其余样态的单纯命题同列,而应当与换位命题同列,并与其自身的肯定命题成一直线;也不应当将换位否定命题与换位命题同列,而应当与单纯命题同列,此命题同样也将与其固有的肯定命题成一直线),然后再以此方式补充通过这些文句所言的内容:即必然的换位矛盾对立命题合乎理据地排布在可能与不可能的单纯矛盾对立命题之下,而单纯矛盾对立命题则排布在换位矛盾对立命题之下;因为“其事实如此”本应具有先于“其原因何在”的次序。但或许亚里士多德在指明起初所作的必然诸命题陈列中的无序之后,认为较有素养的学者随即就能领会它们相承的陈列次序,因而认为适宜通过这些文句给出它们有序跟随关系的原因。此外,他认识到还必须对我们大众有所顾及,并使我们彻底确信:必然的诸命题在带样态命题的跟随关系中必然具有这一秩序,正是由于这个缘故,他在“其事实如此”之前先交代了“其原因何在”。但他所说将必然的换位命题排布在可能与不可能的单纯命题之下、而将单纯命题排布在换位命题之下的原因究竟是什么呢?他说,是因为“具有同等效力的不可能与必然是相反相对地配当的”,他说它们“具有同等效力”,是因为它们各自始终处于同样状态且不接纳其对立面,一者始终存在,另一者始终不存在;而说“相反相对地配当”,是因为每当我们把“存在”加于这两种样态之一从而构成单纯命题时,我们便把“不存在”配于另一者从而构成换位命题;因为凡必然存在的,这就绝不可能不存在;凡不可能存在的,这就必然不存在。他说,因此,如果我们曾说不可能的这些命题伴随可能与偶然的命题,即在单纯或换位方面处于与它们相似状态的命题,那么必然的命题在这些方面如他自己所说处于相反状态而伴随它们,也就是说,换位命题伴随单纯命题,而单纯命题伴随换位命题。在这样界定之后,他再次重申有关必然与不可能之共通与差异的论述,希望我们牢记这一点:它们彼此以逆转的方式具有同等的效力;因为凡必然存在的,你可以说是就其不存在而言是不可能的;而凡不可能存在的,你又可以说是就其不存在而言是必然的。
- 1.52ἐναντίως τὸ ἀδύνατον τῷ ἀναγκαίῳ ἀποδίδοται τὸ αὐτὸ δυνάμενον
中性分词短语 τὸ αὐτὸ δυνάμενον 作主语 τὸ ἀδύνατον 的同位语或环境分词,意为“具有相同效力/潜力的[不可能]”,在语义上与修饰动词的副词 ἐναντίως(“相反地”)形成内在同等与外在配列相反的对比。
- 1.52Ἦν μὲν ἀκόλουθον παραδοῦναι πρότερον τὴν ἑξῆς ῥηθησομένην τῆς ἐκθέσεως τῶν προτάσεων διόρθωσιν
未加虚拟助词 ἄν 的未完成过去时 ἦν 与表示适宜、必要或应当的无人称表语(ἀκόλουθον ἦν,“本是合乎逻辑/按顺序的做法”)连用,构成标准的不加 ἄν 的与过去事实相反或未实现的期待句式,意为“本来先交代……才是顺理成章的”。
- 1.52προσήκει γὰρ τὸ ὅτι προηγουμένην ἔχειν τάξιν τοῦ διότι
带冠词的从句短语 τὸ ὅτι(“即其事实/其然”)作不定式 ἔχειν 的宾格主语,而带冠词的 τοῦ διότι(“即其原因/所以然”)则是受具有比较意味的 προηγουμένην(“先于……”)支配的比较属格。
