- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:233.1-234.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
安摩尼乌斯对亚里士多德的文本(22a32)进行注解,阐明不可能诸命题虽在肯定与否定的质上有所逆转但排列整然,而必然诸命题则处于失序状态,矛盾命题并未成一直线排列,横向相对的命题之间反而构成可同假或同真的相反对立。
" Τὸ μὲν οὖν ἀδύνατον καὶ οὐκ ἀδύνατον τῷ ἐνδεχομένῳ καὶ δυνατῷ καὶ οὐκ ἐνδεχομένῳ καὶ μὴ δυνατῷ ἀκολουθεῖ μὲν ἀντιφατικῶς, ἀντεστραμμένως δέ· τῷ μὲν γὰρ δυνατῷ εἶναι ἡ ἀπόφασις τοῦ ἀδυνάτου, τῇ δὲ ἀποφάσει ἡ κατάφασις· τῷ γὰρ οὐ δυνατῷ εἶναι τὸ ἀδύνατον εἶναι· κατάφασις γὰρ τὸ ἀδύνατον, τὸ δὲ οὐκ ἀδύνατον ἀπόφασις. τὸ δὲ ἀναγκαῖον πῶς, ὀπτέον. φανερὸν δὴ ὅτι οὐχ οὕτως, ἀλλ’ αἱ ἐναντίαι ἕπονται. αἱ δὲ ἀντιφάσεις χωρίς· οὐ γάρ ἐστιν ἀπόφασις τοῦ ἀνάγκη μὴ εἶναι τὸ οὐκ ἀνάγκη εἶναι· ἐνδέχεται γὰρ ἀληθεύεσθαι ἐπὶ τοῦ αὐτοῦ ἀμφοτέρας· τὸ γὰρ ἀναγκαῖον μὴ εἶναι οὐκ ἀναγκαῖον εἶναι." Δι’ ὧν τὰς μὲν τοῦ ἀδυνάτου προτάσεις καταφατικάς τε καὶ ἀποφατικὰς ἀκολούθως ἐκκεῖσθαί φησι1 καὶ ὑποτετάχθαι ταῖς τοῦ δυνατοῦ καὶ τοῦ ἐνδεχομένου καταφατικαῖς τε καὶ ἀποφατικαῖς προτάσεσι, τῶν ἀποφάσεων ἐπ’ εὐθείας διαγεγραμμένων ταῖς οἰκείαις καταφάσεσι καὶ ὅλης μὲν τῆς ἁπλῆς τοῦ ἀδυνάτου ἀντιφάσεως ὑπὸ τὰς ἁπλᾶς ἐκείνων ἀντιφάσεις τεταγμένης ὅλης δὲ τῆς ἐκ μεταθέσεως ὑπὸ τὰς ἐκ μεταθέσεως, ἀλλ’, ὥσπερ φησίν, ἀντεστραμμένως, τῆς ἀντιστροφῆς περὶ μόνην θεωρουμένης τὴν τῆς ποιότητος τάξιν, διότι ταῖς μὲν ἐκείνων καταφάσεσιν ἕπονται αἱ τοῦ ἀδυνάτου ἀποφάσεις ταῖς δὲ ἀποφάσεσιν αἱ καταφάσεις, ἥ τε ἀδύνατον εἶναι καὶ ἡ ἀδύνατον μὴ εἶναι· κἂν γὰρ στερητικῶς λεγόμεναι δοκῶσί τισιν ἀποκλίνειν πρὸς τὸ εἶδος τῶν ἀποφάσεων, ἀλλ’ ὁμολογουμένως εἰσὶ τὸ ὅλον τοῦτο στερητικαὶ καταφάσεις· διὸ καὶ ἠξίωσεν ἐπ’ αὐτῶν μόνον ἐπισημήνασθαι τοῦτο ὁ Ἀριστοτέλης. τὰς μὲν οὖν τοῦ ἀδυνάτου προτάσεις εὐτάκτως, ὅπερ ἐλέγομεν, ἐκτεθεῖσθαί φησιν, οὐκέτι μέντοι τὰς τοῦ ἀναγκαίου· τὰς μὲν γὰρ τὴν ἀντίφασιν ἐπ’ αὐτοῦ ποιούσας προτάσεις, οἷον τὴν ἀναγκαῖον εἶναι καὶ οὐκ ἀναγκαῖον εἶναι, κεχωρισμένως, ἀλλ’ οὐκ ἐπ’ εὐθείας ἀλλήλαις ἐκτεθεῖσθαι, τῆς μὲν ἀναγκαῖον εἶναι ἁπλῆς καταφάσεως ἐν τῇ δευτέρᾳ σελίδι κάτω τεταγμένης ὑπὸ τὴν ἐκ μεταθέσεως τοῦ ἀδυνάτου κατάφασιν, τῆς δὲ ἀποφάσεως αὐτῆς κατὰ τὸ ἄνω μέρος τῆς πρώτης σελίδος ὑπὸ τὴν ἁπλῆν τοῦ ἀδυνάτου ἀπόφασιν, καὶ πάλιν τῆς μὲν ἀναγκαῖον μὴ εἶναι καταφάσεως κατὰ τὸ ἄνω μέρος τῆς δευτέρας σελίδος ἐκτεθειμένης, τῆς δὲ ἀποφάσεως αὐτῆς κατὰ τὸ πέρας τῆς πρώτης σελίδος. τὰς δέ γε ἐπ’ εὐθείας ἀλλήλαις κειμένας μηκέτι ποιεῖν ἀντίφασιν,2 ὅπερ ἔχουσιν αἱ κατὰ πάντας τοὺς ἄλλους τρόπους ἐπ’ εὐθείας κείμεναι ἀλλήλαις προτάσεις· συμψεύδονται γὰρ ἀλλήλαις αἱ μὲν ταῖς ἁπλαῖς τοῦ δυνατοῦ προτάσεσιν ἑπόμεναι, ἡ οὐκ ἀναγκαῖον εἶναι καὶ ἡ ἀναγκαῖον μὴ εἶναι, κατὰ τὴν ἀναγκαίαν ὕλην, αἱ δὲ ταῖς ἐκ μεταθέσεως, ἡ οὐκ ἀναγκαῖον μὴ εἶναι καὶ ἡ ἀναγκαῖον εἶναι, κατὰ τὴν ἀδύνατον. διὸ καὶ ἐκάλεσεν αὐτὰς ἐναντίας, δι’ ἣν αἰτίαν καὶ τὰς ἄνευ τρόπου τὰς συμψευδομένας ἀλλήλαις ἐναντίας προσηγορεύομεν. συμψεύδονται οὖν ἀλλήλαις κατὰ τὰς εἰρημένας ὕλας αἱ ἐπ’ εὐθείας ἐκτεθεῖσαι τοῦ ἀναγκαίου προτάσεις. καὶ πρὸς τοῦτο καθ’ ἑτέρας τινὰς φαίνονται συναληθεύουσαι· πάλιν γὰρ αἱ μὲν ταῖς ἁπλαῖς ἑπόμεναι κατὰ τὴν ἀδύνατον ὕλην συναληθεύουσιν ἀλλήλαις (ὡς γάρ φησιν ὁ Ἀριστοτέλης, ὅπερ ἀναγκαῖόν ἐστι μὴ εἶναι, τοῦτο οὐκ ἔστιν ἀναγκαῖον εἶναι), αἱ δὲ ταῖς ἐκ μεταθέσεως κατὰ τὴν ἀναγκαίαν.
“因此,不可能与并非不可能跟随偶然与可能以及并非偶然与并非可能,其跟随是矛盾对立的,但又是逆转的:因为‘存在是可能的’为不可能的否定所跟随,而否定则为肯定所跟随;因为‘存在并非可能’为‘存在是不可能的’所跟随;因为不可能是肯定,而并非不可能是否定。但必然的情形如何,必须予以考察。显然并不是这样,而是相反对立的命题相跟随。矛盾对立的命题则是分开的:因为‘存在并非必然’并不是‘不存在是必然的’的否定;因为对于同一个事物两者有可能都为真;因为凡必然不存在的,就并非必然存在。” 通过这些话,他说不可能的诸命题,无论是肯定的还是否定的,都是连贯地陈列并排布在可能与偶然的肯定和否定命题之下的,否定命题与其固有的肯定命题成一直线排列,且不可能的整个单纯矛盾对立命题排布在它们[可能与偶然]的单纯矛盾对立命题之下,整个换位矛盾对立命题排布在换位矛盾对立命题之下;但正如他所说,是以逆转的方式,这种逆转仅见于质的次序方面,因为不可能的否定命题跟随它们[可能与偶然]的肯定命题,而肯定命题,即“存在是不可能的”和“不存在是不可能的”,则跟随否定命题。因为即便以剥夺方式表达的它们在某些人看来似乎倾向于否定命题的形式,但无可否认,从整体来看这些都是剥夺性肯定命题;这也是为什么亚里士多德认为只需对它们指明这一点。因此他说,正如我们所说,不可能的诸命题是整然陈列的,然而必然的诸命题却不再如此。因为在其自身中构成矛盾对立的诸命题,例如“存在是必然的”与“存在并非必然”,是彼此分开陈列而非相互成一直线排列的,单纯肯定命题“存在是必然的”排布在第二列下方的不可能换位肯定命题之下,而其自身的否定命题则排布在第一列上部的不可能单纯否定命题之下;再次,肯定命题“不存在是必然的”陈列在第二列的上部,而其自身的否定命题则陈列在第一列的末尾。然而,彼此成一直线排列的诸命题却不再构成矛盾对立,而这种矛盾对立恰恰是其余所有样态中彼此成一直线排列的诸命题所具有的。因为跟随可能单纯命题的那些命题,即“存在并非必然”与“不存在是必然的”,在必然质料中彼此同为假;而跟随换位命题的那些命题,即“不存在并非必然”与“存在是必然的”,在不可能质料中彼此同为假。因此他也称它们为相反对立,出于同样的理由,我们也把无样态命题中彼此同为假的命题称为相反对立。因此,成一直线陈列的必然诸命题在所述的质料中彼此同为假。此外,它们在某些其他质料中又显出同为真;因为再次,跟随单纯命题的那些命题在不可能质料中彼此同为真(正如亚里士多德所说,凡必然不存在的,这就并非必然存在),而跟随换位命题的那些命题在必然质料中彼此同为真。
- 1.51Δι’ ὧν τὰς μὲν τοῦ ἀδυνάτου προτάσεις καταφατικάς τε καὶ ἀποφατικὰς ἀκολούθως ἐκκεῖσθαί φησι
间接引语的主动词 φησι(他说)支配宾格主语 τὰς... προτάσεις 以及不定式 ἐκκεῖσθαι 和 ὑποτετάχθαι。其后由 τῶν ἀποφάσεων 引导的一系列独立属格从句详细说明了陈列的具体方式。
- 1.51τὰς δέ γε ἐπ’ εὐθείας ἀλλήλαις κειμένας μηκέτι ποιεῖν ἀντίφασιν
此为与前文 τὰς μὲν γὰρ... ἐκτεθεῖσθαι 相应和的“宾格加不定式”结构,仍受前述 φησίν 的间接引语支配。不定式 ποιεῖν 的逻辑主语是带冠词分词短语 τὰς... κειμένας(彼此成一直线排列的诸命题)。
