← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§231.26-232.34

第一图表中必然命题的配置及其后续修正

阿摩尼乌斯解释了亚里士多德在样态命题的第一幅图表中如何配置必然命题,并预告这一最初的陈列存在错误,稍后将被修正。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.50#2

τοῦ μέντοι ἀναγκαίου τίθεται τὴν ἀρχὴν ἕπεσθαι1 ταῖς ἁπλαῖς καταφάσεσι τοῦ δυνατοῦ καὶ τοῦ ἐνδεχομένου καὶ τῇ ἁπλῇ τοῦ ἀδυνάτου ἀποφάσει τὴν ἁπλῆν πάλιν ἀπόφασιν, ὥστε ὑπὸ τὸ δυνατὸν εἶναι καὶ ἐνδεχόμενον εἶναι καὶ οὐκ ἀδύνατον εἶναι τετάχθαι τὸ οὐκ ἀναγκαῖον εἶναι· τὸ γὰρ δυνατὸν καὶ τὸ ἐνδεχόμενον μεταξὺ τοῦ ἀναγκαίου καὶ τοῦ ἀδυνάτου τετάχθαι δοκοῦντα καὶ οὐδετέρῳ τῶν ἄκρων τὰ αὐτὰ εἶναι εἰκότως ἐδόξασε τὰς ἀποφάσεις ἀμφοτέρων ἑπομένας ἔχειν. ὑπὸ δὲ τὰς ἁπλᾶς ἀποφάσεις τοῦ δυνατοῦ καὶ τοῦ ἐνδεχομένου καὶ τὴν ἁπλῆν τοῦ ἀδυνάτου κατάφασιν τίθησιν οὐκέτι τὴν ἁπλῆν τοῦ ἀναγκαίου κατάφασιν, ἀλλὰ τὴν ἐκ μεταθέσεως· οὐ γὰρ οἷόν τε ἦν τὸ οὐ δυνατὸν εἶναι καὶ οὐκ ἐνδεχόμενον εἶναι καὶ ἀδύνατον εἶναι λέγεσθαι ἀναγκαῖον εἶναι, ἀλλὰ δῆλον ὅτι ἔσται ἀναγκαῖον μὴ εἶναι· εἰ γὰρ ἀδύνατον εἶναι τὴν διάμετρον τῇ πλευρᾷ σύμμετρον, ἀναγκαῖον αὐτὴν μὴ εἶναι σύμμετρον. πάλιν δὲ ὑπὸ τὰς ἐκ μεταθέσεως καταφάσεις τοῦ δυνατοῦ καὶ τοῦ ἐνδεχομένου τάξας τὴν ἐκ μεταθέσεως τοῦ ἀδυνάτου ἀπόφασιν, ὑπὸ τὰς ἐκείνων ἀποφάσεις εἰκότως τίθησι τὴν κατάφασιν ἐπ’ εὐθείας οὖσαν τῇ ἑαυτῆς ἀποφάσει. τοῦ μέντοι ἀναγκαίου πάλιν ὑπὸ μὲν τὰς εἰρημένας καταφάσεις καὶ τὴν τοῦ ἀδυνάτου ἐκ μεταθέσεως ἀπόφασιν τίθησι τὴν ὁμοίως ἔχουσαν ἀπόφασιν, τοῦτ’ ἔστιν ὑπὸ τὸ δυνατὸν μὴ εἶναι καὶ ἐνδεχόμενον μὴ εἶναι καὶ οὐκ ἀδύνατον μὴ εἶναι τὴν οὐκ ἀναγκαῖον μὴ εἶναι, ὑπὸ δὲ ταύταις τὰς ἀντικειμένας, τοῦτ’ ἔστιν ὑπὸ τὸ οὐ δυνατὸν μὴ εἶναι καὶ οὐκ ἐνδεχόμενον μὴ εἶναι καὶ ἀδύνατον μὴ εἶναι, οὐκέτι τὴν ἐκ μεταθέσεως κατάφασιν τοῦ ἀναγκαίου (ἤδη γὰρ ἄνω τέτακται ὑπὸ τὴν ἁπλῆν τοῦ δυνατοῦ ἀπόφασιν καὶ τὰς ταύτῃ ἑπομένας), ἀλλὰ τὴν ἁπλῆν κατάφασιν τὴν ἀναγκαῖον εἶναι, ἥτις καὶ μόνη ὑπολέλειπτο ἀκατάτακτος τῶν τοῦ ἀναγκαίου προτάσεων, τῶν ἄλλων τριῶν ἑκάστης ἤδη κατὰ τὸν εἰρημένον τρόπον ὑπ’ αὐτοῦ κατατεταγμένης. ταῦτα οὕτως ἐν τοῖς παροῦσι διατάξας ἀξιοῖ καὶ ἐπὶ διαγράμματος, ὃ ἐκάλεσεν ὑπογραφὴν ὡς ὑποτεταγμένον τῇ περὶ αὐτοῦ διδασκαλίᾳ καὶ ὑπ’ αὐτὴν γεγραμμένον, θεωρεῖν ἡμᾶς τὴν εἰρημένην ὑπ’ αὐτοῦ τῶν προτάσεων ἀκολουθίαν. καὶ ἀρξάμενος ἀπὸ τῆς ἁπλῆς τοῦ δυνατοῦ καταφάσεως ἐφεξῆς ἀπαριθμεῖται τὰς ἀπὸ τῶν ἄλλων τρόπων ταύτῃ ἑπομένας, εἶτα προάγων τὴν διδασκαλίαν κατὰ τὴν αὐτὴν ὥσπερ σελίδα τοῦ διαγράμματος, παραλαβὼν τὴν ἐκ μεταθέσεως κατάφασιν τοῦ δυνατοῦ, ταύτῃ πάλιν ἐφεξῆς καταλέγει τὰς ἀκολουθούσας κατὰ τοὺς λοιποὺς τῶν τρόπων προτάσεις, εἶτα ἐφεξῆς μέτεισιν ἐπὶ τὸ ἀπαριθμεῖσθαι τὰς κατὰ τὴν ἑτέραν σελίδα τοῦ διαγράμματος προτάσεις. ἐπεὶ δὲ οὐ γέγονεν ἄμεμπτος πᾶσα ἡ εἰρημένη τῶν προτάσεων ἔκθεσις, εἰ καὶ πιθανὴ ἔδοξεν ἂν εἶναι τοῖς ἁπλουστέροις τὴν διάνοιαν διὰ τὰς εἰρημένας αἰτίας, προτίθεται μὲν διὰ τῶν ἐφεξῆς τὸ ἡμαρτημένως ἐν αὐτῇ ἐκτεθὲν ἐπανορθώσασθαι, πρότερον δὲ ἡμᾶς ἐφιστάνειν ἀξιοῖ ἐν τῷ ἐκτεθέντι τῶν προτάσεων διαγράμματι ὅπως μὲν ἔχουσι τάξεως αἱ τοῦ ἀδυνάτου προτάσεις ὅπως δὲ αἱ τοῦ ἀναγκαίου,2 ἵνα καὶ θεάσασθαι δυνηθῶμεν ὅ τι ποτέ ἐστιν ἐν τούτῳ τὸ ἡμαρτημένως ἔχον. διόπερ ἐπάγει ταυτί·

然而关于必然,[亚里士多德]首先设定,单纯否定命题再次跟随可能与偶然的单纯肯定命题以及不可能的单纯否定命题,以至于在“存在是可能的”、“存在是偶然的”以及“存在并非不可能”之下配置了“存在并非必然”。因为可能与偶然既然显得居于必然与不可能之间,且与两个极端中的任何一个都不相同,所以他有理由认为它们伴随着两者的否定命题。但在可能与偶然的单纯否定命题以及不可能的单纯肯定命题之下,他放置的不再是必然的单纯肯定命题,而是换位肯定命题;因为“存在并非可能”、“存在并非偶然”以及“存在是不可能的”绝不可能被说成是“存在是必然的”,相反显而易见它将是“不存在是必然的”;因为如果对角线与边可通约是不可能的,那么它不可通约就是必然的。随后,在可能与偶然的换位肯定命题之下配置了不可能的换位否定命题之后,他在它们的否定命题之下自然放置了与其自身的否定命题处在同一条直线上的肯定命题。然而关于必然,在上述肯定命题以及不可能的换位否定命题之下,他又放置了处于同样状态的否定命题,即在“不存在是可能的”、“不存在是偶然的”以及“不存在并非不可能”之下放置“不存在并非必然”,而在这些命题的对立面之下——即在“不存在并非可能”、“不存在并非偶然”以及“不存在是不可能的”之下——他放置的不再是必然的换位肯定命题(因为它已经在上方被配置在可能的单纯否定命题以及跟随它的命题之下了),而是单纯肯定命题“存在是必然的”,这确实也是必然诸命题中唯一剩下未曾配置的命题,因为其余三个中的每一个都已经按照所述的方式被他配置妥当了。在目前讨论的文段中将这些命题如此排布之后,他要求我们也在图表上——他将之称为“草图”,因为它附属于关于它的讲授并书写于其下——考察他所陈述的诸命题的后续关系。他从可能的单纯肯定命题开始,按次序数出其他各样态中跟随此命题的命题,随后如同沿着图表的同一列推进讲授那样,取来可能的换位肯定命题,再次按次序开列出属于其余诸样态而跟随它的命题,之后紧接着便转向数出属于图表另一列的命题。然而,由于上述诸命题的陈列并非全无瑕疵(即便由于所述的原因,在理解力较为淳朴的人看来它似乎是令人信服的),他打算通过后续的内容纠正其中陈列有误之处,但在那之前,他要求我们在已陈列的命题图表中密切注意不可能诸命题处于何种秩序,必然诸命题又处于何种秩序,以便我们也能够看清在此之中有误的究竟是什么。正因如此,他引出了如下内容:

语法注2 条
  1. 1.50τοῦ μέντοι ἀναγκαίου τίθεται τὴν ἀρχὴν ἕπεσθαι

    此处 τὴν ἀρχήν 并非作为名词性直接宾语(“最初的[命题]”),而是作为宾格状语(adverbial accusative),意为“起初”、“首先”。主要动词 τίθεται 引出带宾格的不定式结构(ἕπεσθαι ... τὴν ἁπλῆν πάλιν ἀπόφασιν),而 τοῦ ἀναγκαίου 则是表示涉及范围的属格(“关于必然”),或松散地修饰其后的同属概念。

  2. 1.50ὅπως μὲν ἔχουσι τάξεως αἱ τοῦ ἀδυνάτου προτάσεις ὅπως δὲ αἱ τοῦ ἀναγκαίου

    ἔχω 结合表示状态或性质的属格(τάξεως)构成的惯用句式(ἔχω + genitive),意为“处于……的状态/秩序”。由 ὅπως ... ἔχουσι τάξεως 引出的间接疑问从句充当动词 ἐφιστάνειν(“注意”)的宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:231.26-232.34