- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:230.14-231.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯探讨了《解释篇》第13章(22a14)的经文,阐释了四种样态(可能、偶然、必然、不可能)下命题之间的逻辑后续关系,首先论述了可能与偶然的等价互换性,以及可能与不可能之间的反向后续关系。
" Καὶ αἱ ἀκολουθήσεις δὲ κατὰ λόγον γίνονται οὕτω τιθεμένοις·1 τῷ μὲν γὰρ δυνατῷ εἶναι τὸ ἐνδέχεσθαι εἶναι (καὶ τοῦτο ἐκείνῳ ἀντιστρέφει) καὶ τὸ μὴ ἀδύνατον εἶναι καὶ τὸ μὴ ἀναγκαῖον εἶναι, τῷ δὲ δυνατῷ μὴ εἶναι καὶ ἐνδεχομένῳ μὴ εἶναι τὸ μὴ ἀναγκαῖον μὴ εἶναι καὶ τὸ οὐκ ἀδύνατον μὴ εἶναι, τῷ δὲ μὴ δυνατῷ εἶναι καὶ μὴ ἐνδεχομένῳ εἶναι τὸ ἀναγκαῖον μὴ εἶναι καὶ τὸ ἀδύνατον εἶναι, τῷ δὲ μὴ δυνατῷ μὴ εἶναι καὶ μὴ ἐνδεχομένῳ μὴ εἶναι τὸ ἀναγκαῖον εἶναι καὶ τὸ ἀδύνατον μὴ εἶναι. θεωρείσθω δὲ ἐκ τῆς ὑπογραφῆς ὡς λέγομεν·" Ὅτι μὲν περὶ τῆς ἀκολουθίας τῶν μετὰ τρόπου προτάσεων ὁ λόγος ἐν τούτοις, φανερόν. τεττάρων δὲ ὄντων τῶν τρόπων, τοῦ δυνατοῦ, τοῦ ἐνδεχομένου, περὶ ὧν τῆς τε κοινωνίας καὶ τῆς διαφορᾶς ἐν τοῖς ἑξῆς διαλέξεται, καὶ ἐπὶ τούτοις τοῦ ἀναγκαίου καὶ τοῦ ἀδυνάτου, καὶ καθ’ ἕκαστον τούτων τεττάρων θεωρουμένων προτάσεων, δύο μὲν τῶν ἁπλῶν δύο δὲ τῶν ἐκ μεταθέσεως, τὰς τοῦ δυνατοῦ τέτταρας προτάσεις ἐν τῷ διαγράμματι κατὰ τὴν προσήκουσαν τάξιν ἐκθέμενος ἐπισκέπτεται ὅπως ἔχουσι τῆς πρὸς ταύτας ἀκολουθίας2 αἱ καθ’ ἕκαστον τῶν ἄλλων τρόπων προτάσεις, λέγω δὲ οἷον τῇ δυνατὸν εἶναι ἁπλῇ τοῦ δυνατοῦ καταφάσει3 ποία μὲν ἕπεται τοῦ ἐνδεχομένου πρότασις, ποία δὲ τοῦ ἀναγκαίου, ποία δὲ τοῦ ἀδυνάτου, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. καὶ τίθεται πρῶτον τοῦ μὲν ἐνδεχομένου πάσας τὰς προτάσεις ἕπεσθαι πάσαις ταῖς τοῦ δυνατοῦ προτάσεσι τὰς ὁμοίως αὐταῖς λεγομένας, τῇ μὲν ἁπλῇ καταφάσει τὴν ἁπλῆν κατάφασιν τῇ δὲ ἐκ μεταθέσεως τὴν ἐκ μεταθέσεως, καὶ ἐπὶ τῶν ἀποφάσεων ὡσαύτως, διὰ τούτων ταὐτὸν φθέγγεσθαι τό τε δυνατὸν καὶ τὸ ἐνδεχόμενον ἀπαραλλάκτως τιθέμενος· δηλοῖ δὲ οὐ μόνον τῷ δυνατὸν εἶναι ἕπεσθαι φάσκων τὸ ἐνδεχόμενον εἶναι, ἀλλὰ προστίθησι καὶ τοῦτο ἐκείνῳ ἀντιστρέφει. τοῦ δὲ ἀδυνάτου ἕπεσθαι μὲν πάλιν ἀποφαίνεται τὰς ἁπλᾶς προτάσεις ταῖς ἁπλαῖς τοῦ δυνατοῦ καὶ τοῦ ἐνδεχομένου, οὐκέτι μέντοι τὰς ὁμοίας ταῖς ὁμοίαις, ἀλλ’, ὥσπερ αὐτός φησιν, ἀντεστραμμένως τῇ μὲν καταφάσει τὴν ἀπόφασιν τῇ δὲ ἀποφάσει τὴν κατάφασιν, καὶ ἐπὶ τῶν ἐκ μεταθέσεως ὡσαύτως. καὶ ὅτι εὐλόγως, φανερόν· τὸ γὰρ δυνατὸν εἶναι καὶ ἐνδεχόμενον εἶναι ἀδύνατον μὲν εἶναι φάναι γελοῖον, οὐκ ἀδύνατον δὲ εἶναι ἀληθές, τὸ δὲ οὐ δυνατὸν εἶναι καὶ οὐκ ἐνδεχόμενον εἶναι φανερὸν ὡς ἀδύνατον εἶναι ὁμολογήσομεν, οἷον ‘οὐ δυνατὸν οὐδὲ ἐνδεχόμενον εἶναι σύμμετρον τὴν διάμετρον τῇ πλευρᾷ· οὐκοῦν ἀδύνατον εἶναι σύμμετρον τὴν διάμετρον τῇ πλευρᾷ.’ τὰ δ’ αὐτὰ καὶ ἐπὶ τῶν ἐκ μεταθέσεως ἐροῦμεν.
“而对于这样放置的人来说,后续关系也是合乎情理地产生的:因为伴随‘存在是可能的’而有‘存在是偶然的’(且此项与彼项互换)以及‘存在并非不可能’和‘存在并非必然’;伴随‘不存在是可能的’和‘不存在是偶然的’而有‘不存在并非必然’和‘不存在并非不可能’;伴随‘存在并非可能’和‘存在并非偶然’而有‘不存在是必然的’和‘存在是不可能的’;伴随‘不存在并非可能’和‘不存在并非偶然’而有‘存在是必然的’和‘不存在是不可能的’。正如我们所说,应当从图表中来观察:” 显而易见,此处的论述是关于带样态命题的后续关系的。样态既有四种——可能、偶然(关于它们的共性与差别,他将在接下来的部分中讨论),此外还有必然与不可能——且在它们每一项下都考察四种命题,即两种单纯命题与两种换位命题,[亚里士多德]在图表中按照恰当的次序陈列出可能的四种命题之后,便考察属于其他各样态的命题相对于这些命题在后续关系上处于何种状况。我的意思是,例如,伴随可能的单纯肯定命题“存在是可能的”,偶然的哪一种命题会随之而来,必然的哪一种命题会随之而来,不可能的又是哪一种,在其余命题上也是同样。他首先设定,偶然的所有命题跟随可能的所有在表述上相似的命题:单纯肯定命题跟随单纯肯定命题,换位命题跟随换位命题,否定命题亦复如是;他借此设定,“可能”与“偶然”毫无差别地表达同一事物。他不仅通过断言“存在是偶然的”跟随“存在是可能的”表明了这一点,而且还补充道“且此项与彼项互换”。另一方面,关于不可能,他再次宣称单纯命题跟随可能与偶然的单纯命题,然而不再是相似跟随相似,而是如他自己所说,颠倒地跟随:否定命题跟随肯定命题,肯定命题跟随否定命题,在换位命题上也是同样。而这合乎情理是显而易见的:因为若说“存在是可能的”与“存在是偶然的”是“存在是不可能的”,那是荒谬的,但若说是“存在并非不可能”,则是真实的;至于“存在并非可能”与“存在并非偶然”,显而易见我们将承认它是“存在是不可能的”(例如“对角线与边可通约既非可能亦非偶然;因此对角线与边可通约是不可能的”)。对于换位命题,我们也将说同样的话。
- 1.50οὕτω τιθεμένοις
亚里士多德经文中的分词 τιθεμένοις 是关涉与格(表示判断基准或视角的与格),指代按此方式配置命题的论者或研究者(“对于这样安排/设置的人来说”)。虽然也可视为表示条件或情况的分词,但解释为指向建立命题排列体系的主体更为自然。
- 1.50ὅπως ἔχουσι τῆς πρὸς ταύτας ἀκολουθίας
动词 ἔχω 与副词(此处为间接疑问词 ὅπως)连用表示“处于……状态”,并支配表示关涉领域的属格 τῆς ... ἀκολουθίας,意为“关于对这些命题的后续关系,它们处于何种状况”。
- 1.50τῇ δυνατὸν εἶναι ἁπλῇ τοῦ δυνατοῦ καταφάσει
由 ἕπεται 支配的与格词组结构:不屈折的引语短语 δυνατὸν εἶναι 被嵌入在定冠词 τῇ 与被修饰名词 καταφάσει 之间,形成同位限定结构,意为“在可能的单纯肯定命题即‘存在是可能的’上”。
