← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§228.34-230.13

实然命题与样态命题的比例及样态对立

阿摩尼奥斯确认了《解释篇》与《前分析篇》在样态否定处理上的一致性,继而基于亚里士多德提出的实然命题与样态命题之间的几何比例(主谓项与“存在/非存在”,以及“存在/非存在”与样态的关系),阐明单纯与换位的样态对立,并解释了四种基本样态及“真/假”的补充。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.49#7

ὥστε οὐδετέρα τῶν πραγματειῶν ἐλλιπής, ὅπερ ὑποπτεύσειεν ἄν τις ἐν μηδετέρᾳ τῶν πραγματειῶν παραδιδομένας ὁρῶν τὰς ἐν τῇ ἑτέρᾳ ὡς ἀποφάσεις εἰλημμένας, ἀλλ’ ἑκατέρᾳ τὸ προσῆκον εἶδος τῆς διδασκαλίας ἐφύλαξεν ὁ Ἀριστοτέλης. εἰ δὲ ἡ λέγουσα πρότασις ‘οὐδένα ἄνθρωπον ἐνδέχεται πτερωτὸν εἶναι’ δοκεῖ κυρίως εἶναι ἀπόφασις, θαυμάζειν οὐ χρή· ἐνταῦθα γὰρ ἡ ἄρνησις καὶ πρὸς αὐτὸν ἐξακούεται τὸν τρόπον, ἅτε πρὸ αὐτοῦ τεταγμένη, καὶ ταύτῃ ποιεῖ τὴν κυρίως ἀπόφασιν· ἀμέλει ἐὰν ἀντὶ τοῦ οὐδένα μηδένα εἴπωμεν λέγοντες ‘μηδένα ἄνθρωπον γραμματικὸν εἶναι ἐνδέχεται’, οὐκέτι δόξομεν ἀπόφασιν λέγειν ἀλλ’ ὁμολογουμένως κατάφασιν ἐκ μεταθέσεως, διότι τὸ μή οὐ πέφυκεν ὥσπερ τὸ οὐ προτίθεσθαι τῶν τρόπων ἐν ταῖς ἀποφάσεσιν· οὐ γὰρ ὥσπερ λέγομεν ‘οὐκ ἐνδέχεται’, οὕτω δυνάμεθα λέγειν καὶ ‘μὴ ἐνδέχεται’. Ἀλλ’ ἐπανέλθωμεν εἰς τὴν ἐξήγησιν τῶν ἑξῆς ὑπὸ τοῦ Ἀριστοτέλους παραδιδομένων καὶ λέγωμεν ὅτι ἀναλογίαν τινὰ γεωμετρικὴν1 ἀξιοῖ ἡμᾶς λαμβάνειν ἐπί τε τῶν ἄνευ τρόπου καὶ ἐπὶ τῶν μετὰ τρόπου προτάσεων, λέγων ὅτι ἣν ἔχουσι τάξιν ἐπὶ τῶν ἄνευ τρόπου τὰ ὑποκείμενα καὶ τὰ κατηγορούμενα πράγματα πρὸς τὸ εἶναι καὶ μὴ εἶναι, ταύτην ἐπὶ τῶν μετὰ τρόπου τὸ εἶναι τοῦτο καὶ τὸ μὴ εἶναι πρὸς τοὺς τρόπους ἔχει. καθάπερ οὖν ἐπὶ τῶν ἄνευ τρόπου τὴν ἄρνησιν ἐχρῆν μήτε τῷ ὑποκειμένῳ μήτε τῷ κατηγορουμένῳ συμπλέκεσθαι πρὸς τὸ γενέσθαι τὴν ἀπόφασιν ἀλλὰ μόνῳ τῷ εἶναι, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τούτων οὐ τῷ εἶναι ἀλλὰ τῷ τρόπῳ συμπλεκομένη τὴν ἀπόφασιν ποιήσει· ἡ ἄρα ‘Σωκράτη δίκαιον μὴ εἶναι δυνατόν’ πρότασις οὐκ ἔσται ἀπόφασις, ἀλλὰ ἀναλογήσει ταῖς ἀορίστοις ἢ ἐκ μεταθέσεως καλουμέναις καταφάσεσι, καὶ ἀπόφασις αὐτῆς ἔσται κατὰ τὴν εἰρημένην μέθοδον ἡ ‘Σωκράτη δίκαιον μὴ εἶναι οὐ δυνατόν.’ καλοῦσι δὲ καὶ ταύτας ἐν ταῖς μετὰ τρόπου προτάσεσιν ἐκ μεταθέσεως, ἁπλᾶς δὲ τὰς δίχα τῆς ἀρνήσεως τὸ εἶναι παραλαμβανούσας ‘Σωκράτη δίκαιον εἶναι δυνατόν — Σωκράτη δίκαιον εἶναι οὐ δυνατόν’. ὁ μέντοι Ἀριστοτέλης τὴν βραχυλογίαν καὶ ἐν τούτοις ἐπιτηδεύων τὴν μὲν ἁπλῆν κατάφασιν διὰ τοῦ δυνατὸν εἶναι μόνον σημαίνει, τὴν δὲ ἐκ μεταθέσεως διὰ τοῦ δυνατὸν μὴ εἶναι, καταλιμπάνων ἡμῖν ἅπερ ἂν ἐθέλωμεν πράγματα ὑποκείμενά τε καὶ κατηγορούμενα τούτοις ὑποβάλλειν. ταύτην δὲ τὴν διαφορὰν τῶν ἀντιφάσεων, τῆς τε ἁπλῆς φημι καὶ τῆς ἐκ μεταθέσεως, καὶ ἐπὶ τῶν λοιπῶν τρόπων ἀξιοῖ θεωρεῖν, τοῦ τε ἐνδεχομένου καὶ τοῦ ἀναγκαίου καὶ τοῦ ἀδυνάτου, καὶ ἔστι φανερὰ τὰ περὶ αὐτῶν λεγόμενα, πλὴν ὅτι τὸ κατάφασιν δὲ καὶ ἀπόφασιν ταῦτα ποιοῦντα2 περὶ τῶν τρόπων λέγεται· χρὴ γάρ, φησί, τούτους ἢ καταφατικῶς καὶ ἄνευ τῆς ἀρνήσεως λαμβάνοντας, οἷον δυνατόν, ἀναγκαῖον, ἢ ἀποφατικῶς καὶ μετὰ τῆς ἀρνήσεως, οἷον οὐ δυνατόν, οὐκ ἀναγκαῖον, πρὸς τὸ εἶναι καὶ μὴ εἶναι συντάττειν τε καὶ συμπλέκειν.3 καὶ δῆλον ὅτι καταφατικοὶ μὲν ληφθέντες τῷ μὲν εἶναι συμπλεκόμενοι ποιήσουσιν ἁπλᾶς καταφάσεις τῷ δὲ μὴ εἶναι ἐκ μεταθέσεως, ἀποφατικοὶ δὲ τῷ μὲν εἶναι συμπλεκόμενοι ποιήσουσιν ἁπλᾶς ἀποφάσεις τῷ δὲ μὴ εἶναι ἐκ μεταθέσεως. τούτῳ τε οὖν οὕτως ἐπιστῆσαι χρή, καὶ ὅτι μετὰ τὸ καταριθμήσασθαι τὰς κατὰ τοὺς εἰρημένους τρόπους ἀντιθέσεις προστίθησιν ἀληθές — οὐκ ἀληθές, ἐνδείξασθαι ἡμῖν βουλόμενος ὡς εἰσὶ μὲν καὶ ἄλλοι ἀναρίθμητοι τρόποι παρὰ τοὺς εἰρημένους τέσσαρας, τὸν δυνατὸν τὸν ἐνδεχόμενον τὸν ἀναγκαῖον τὸν ἀδύνατον, ἀρκεῖται δὲ τούτοις πρὸς τὴν τῶν προτάσεων διδασκαλίαν διὰ τὴν εἰρημένην ἔμπροσθεν αἰτίαν.

因此,两部论著都不是残缺的——某人看到在两部论著的任何一部中都未传授在另一部中被当作否定命题采纳的命题,可能会产生这种怀疑——而是亚里士多德在每部论著中都保持了教学的恰当形式。即使断言“没有任何人可能有翼”的命题似乎本真地是否定命题,也不必感到奇怪;因为在这里,否定词也是针对样态本身来被领会的,既然它被置于样态之前,并由此构成了本真的否定命题。事实上,如果我们用 μηδένα 代替 οὐδένα,说“没有任何人是文法学家是可能的”,我们将不再被认为是在陈述一个否定命题,而是公认在陈述一个换位肯定命题,因为在否定命题中,否定词 μή 的性质并不像 οὐ 那样被置于样态之前;因为我们不能像说 οὐκ ἐνδέχεται 那样也说 μὴ ἐνδέχεται。但让我们回到对亚里士多德接续传授的内容的解释上来,并指出:他要求我们在无样态命题和带样态命题中都采纳某种几何比例,他说:在无样态命题中主词与谓词所指事物对于存在与非存在所具有的秩序,在带样态命题中这存在与非存在对于诸样态也同样具有。正如在无样态命题中,为了生成否定命题,否定词既不应当与主词也不应当与谓词相结合,而只应当与“存在”相结合,同样地,在这些带样态命题中,否定词不与“存在”结合而与样态结合,将产生否定命题。因此,“苏格拉底不是公正的是可能的”这一命题将不是否定命题,而是相当于被称为不定肯定命题或换位肯定命题,而按照上述方法,它的否定命题将是“苏格拉底不是公正的是不可能的”。在带样态命题中,人们也把这些称为“换位的”,而把那些不带否定词而采用“存在”的命题称为单纯的:“苏格拉底是公正的是可能的——苏格拉底是公正的是不可能的”。然而亚里士多德在这些地方同样力求简炼,仅通过“存在是可能的”来表示单纯肯定命题,通过“不存在是可能的”来表示换位肯定命题,把随我们意愿将任何主词和谓词事物置于它们之下的做法留给了我们。他要求在其余的样态上——即偶然、必然和不可能——也同样考察矛盾对立的这种差异,即我所说的单纯与换位的差异;关于它们所说的内容是明白的,只是“而造成肯定与否定的这些项”这一说法是就样态而言的。因为他说,应当或者肯定地且不带否定词地采取这些样态(例如“可能的”、“必然的”),或者否定地且带有否定词地采取它们(例如“不可能的”、“并非必然的”),并将它们与存在及非存在相配并结合起来。显而易见,若采取肯定样态,与存在结合时它们将产生单纯肯定命题,与非存在结合时产生换位肯定命题;而若采取否定样态,与存在结合时它们将产生单纯否定命题,与非存在结合时产生换位否定命题。因此,应当以这种方式关注这一点,并且还应当关注:他在列举了按照上述样态构成的对立之后,又加上了“真的——并非真的”,这是希望向我们表明,除了所说的四种样态——可能、偶然、必然、不可能——之外,还有无数其他样态,但由于前述的原因,为了命题的传授,他仅满足于这些样态。

语法注3 条
  1. 1.49ἀναλογίαν τινὰ γεωμετρικὴν

    指几何比例(A:B = B:C 或 A:B = C:D)。在此指各项之间的对应比例结构:无样态命题中的主谓词相对于存在/非存在,正如带样态命题中的存在/非存在相对于样态。

  2. 1.49τὸ κατάφασιν δὲ καὶ ἀπόφασιν ταῦτα ποιοῦντα

    带冠词短语 τὸ κατάφασιν δὲ καὶ ἀπόφασιν ταῦτα ποιοῦντα 实质性地引用了亚里士多德原文(21b24-25)中的短语作为名词性主语,其谓语为 περὶ τῶν τρόπων λέγεται(“是就样态而言的”)。

  3. 1.49τούτους ἢ καταφατικῶς καὶ ἄνευ τῆς ἀρνήσεως λαμβάνοντας ... πρὸς τὸ εἶναι καὶ μὴ εἶναι συντάττειν τε καὶ συμπλέκειν

    由 χρή 引导的带不定式结构,宾格分词 λαμβάνοντας 表示泛指的施事者(语义主语“人们/我们”),并与不定式 συντάττειν τε καὶ συμπλέκειν 连用。宾语 τούτους 指前述诸样态(τρόποι)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:228.34-230.13