← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§227.16-228.34

解释篇与分析篇中对样态否定的处理

阿摩尼奥斯阐明了《解释篇》探讨否定样态本身的本真否定命题,而《分析篇》出于三段论的需要将带否定量词的命题称为“否定命题”的原因,并基于其效力的等值性作出了详细论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.49#6

ἐν μὲν οὖν τῇ προκειμένῃ τοῦ Περὶ ἑρμηνείας πραγματείᾳ τὰς ἀντιθέσεις τῶν προτάσεων καὶ τὰς παντοίας διαφορὰς προθέμενος παραδοῦναι ἡμῖν ὁ φιλόσοφος εἰκότως τὸν κυριώτατον ὑφηγήσατο τρόπον τῶν ἀποφάσεων, ἐν δέ γε τοῖς Ἀναλυτικοῖς τὰς γενέσεις τῶν συλλογισμῶν διδάξαι ἡμᾶς προθέμενος παραλαμβάνει μὲν πάσας τὰς προτάσεις, περὶ ὧν τε καὶ ἐξ ὧν οἱ συλλογισμοὶ κατὰ τὸ καταφατικὸν ὅπερ αὐτός φησι σχῆμα, διότι ὡρισμένον τι βουλόμεθα συνάγειν ἐν τοῖς συλλογισμοῖς, τὸ δὲ ὡρισμένον ἐξ ὡρισμένων προτάσεων, ὡρίσθαι δὲ μᾶλλον δοκοῦσιν αἱ καταφάσεις τῶν ἀποφάσεων ἅτεεἴδεσιν ἀναλογοῦσαι, καὶ διὰ τοῦτο ῥᾷον ἐπ’ αὐτῶν παρακολουθοῦμεν ταῖς συλλογιστικαῖς ἢ ἀσυλλογίστοις τῶν προτάσεων συμπλοκαῖς. καλεῖ δὲ αὐτῶν τὰς μὲν καταφάσεις τὰς δὲ ἀποφάσεις οὐ μόνον κατὰ τοὺς προσδιορισμοὺς ποιούμενος τὴν τοιαύτην αὐτῶν διαίρεσιν, ἀλλὰ καὶ ὅτι συμβαίνει τὰς ἐν ἐκείνοις ὡς ἀποφάσεις εἰλημμένας ταὐτὸν φθέγγεσθαί τισι τῶν ὄντως ἀποφάσεων, λέγω δὴ τῶν ἀναιρουσῶν τόν τε τρόπον ἅμα καὶ τὸν προσδιορισμὸν τὸν καταφατικόν, ὡς οὔσας, ὅπερ φησὶ περὶ αὐτῶν ὁ φιλόσοφος Ἰάμβλιχος, φωνῇ μὲν καταφατικὰς δυνάμει δὲ ἀποφατικάς· ἐπεὶ γὰρ τῶν προτάσεων τὰς ἀντιθέσεις λαμβάνομεν ἢ κατὰ τοὺς τρόπους ἢ κατὰ τὸ ποσὸν ἢ κατὰ τὸ ποιόν, ἀντίκεινται δὲ κατὰ μὲν τοὺς τρόπους αἱ ἀναγκαῖαι προτάσεις ταῖς ἐνδεχομέναις, διότι αἱ μὲν ἀεὶ ὡσαύτως ἔχειν τὸ πρᾶγμα, περὶ οὗ ἀποφαίνονται, σημαίνουσιν αἱ δὲ μεταπίπτειν κατὰ τὸ εἶναι καὶ μὴ εἶναι (τῶν τοῦ ἀδυνάτου συναριθμουμένων κατὰ τοῦτο ταῖς τοῦ ἀναγκαίου, διὸ καὶ ταὐτὸν δύνασθαι αὐτὰς λέγοντος ἀκουσόμεθα τοῦ Ἀριστοτέλους), κατὰ δὲ τὸ ποσὸν αἱ καθόλου ταῖς κατὰ μέρος, κατὰ δὲ τὸ ποιὸν αἱ καταφατικαὶ ταῖς ἀποφατικαῖς, ἐπὶ μὲν τοῦ ἐνδεχομένου καὶ τοῦ ἀναγκαίου εἰ ἀντιθέντες τρόπον τρόπῳ ποσὸν ποσῷ ποιὸν ποιῷ λάβοιμεν τὴν ἀντικειμένην τῇ ὡς ἀποφάσει εἰλημμένῃ καταφάσει, οἷον τῇ ‘ἐνδέχεται μηδενί’ τὴν ‘ἀνάγκη τινί’, καὶ ταύτης λάβοιμεν τὴν κυρίως γινομένην ἀπόφασιν, τοῦτ’ ἔστι κατὰ τὸν τρόπον, οἷον τὴν ‘οὐκ ἀνάγκη τινί’, ταύτῃ συνᾴδουσαν εὑρίσκομεν τὴν ἐν τοῖς Ἀναλυτικοῖς ὡς ἀπόφασιν εἰλημμένην·1 ὃ γὰρ οὐκ ἀνάγκη τινί, τοῦτο ἐνδέχεται μηδενί, καὶ ἔμπαλιν. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν λοιπῶν κατὰ τοὺς τρόπους τούτους προτάσεων, οὐ τῶν προσδιωρισμένων μόνον ἀλλὰ καὶ τῶν ἀδιορίστων, εἴ τις καὶ τούτων τὰς τὴν ἄρνησιν τῷ εἶναι συμπλεκούσας κατὰ τὴν αὐτὴν ἔννοιαν τοῖς ἐπὶ τῶν προσδιωρισμένων ἀποφάσεις ἀξιοίη καλεῖν· ἔσται γὰρ τῇ μὲν ‘ἐνδέχεται μὴ εἶναι’ ἀντιφάσκουσα μὲν κατά τε τὸν τρόπον καὶ τὸ ποιὸν ἡ ‘ἀναγκαῖον εἶναι’ συντρέχουσα δὲ ἡ ‘οὐκ ἀναγκαῖον εἶναι’ κυρίως οὖσα ἀπόφασις, τῇ δὲ ‘ἀνάγκη μὴ εἶναι’ ἀντιφάσκουσα μὲν ἡ ‘ἐνδέχεται εἶναι’ συντρέχουσα δὲ ἡ ‘οὐκ ἐνδέχεται εἶναι’. εἰ δὲ καὶ αἱ συντρέχουσαι κατὰ τὸν εἰρημένον τρόπον ἀλλήλαις προτάσεις ἔχουσί τινα πρὸς ἀλλήλας διαφοράν, οὐ τοῦ παρόντος καιροῦ πολυπραγμονεῖν, ἀλλὰ τῆς περὶ τῶν μίξεων ἐν τῷ προτέρῳ τῶν Προτέρων Ἀναλυτικῶν θεωρίας· οὔτε γὰρ βραχὺς οὔτε ὑπὸ τῶν ἀκριβεστέρων ὁμολογούμενος ὁ διακρῖναι αὐτὰς πειρώμενος λόγος,2 ἅτε ὁρμώμενος ἐξ ὑποθέσεως ψευδοῦς τῆς ἀξιούσης ἀντιστρέφειν ἐπὶ παντὸς ὁμοίως ἐνδεχομένου τὴν καθόλου κατάφασιν πρὸς τὴν καθόλου ἀπόφασιν καὶ μηδὲν κατὰ τοῦτο νεμούσης πλέον τῷ ἐπ’ ἴσης ἐνδεχομένῳ τοῦ ὡς ἐπὶ τὸ πολὺ λεγομένου, ἀλλ’ ὁμολογεῖν ἀναγκαζομένης ὅτι καθάπερ ἐνδέχεται πάντας ἀνθρώπους γενέσθαι πενταδακτύλους, οὕτω καὶ μηδένα. ἐπὶ δὲ τοῦ ὑπάρχοντος, ἐπειδὴ τούτῳ οὐδέν ἐστιν εἶδος προτάσεως ἀντικείμενον, τὴν κατὰ τὸ ποσὸν μόνον καὶ τὸ ποιὸν ἀντικειμένην λαβόντες, οἷον τῇ ‘ὑπάρχει οὐδενί’ τὴν ‘ὑπάρχει τινί’, τὴν ἀπόφασιν ταύτης τὴν ‘οὐχ ὑπάρχει τινί’ τῇ ‘ὑπάρχει μηδενί’ ταὐτὸν φθεγγομένην εὑρήσομεν.

因此,在当前的《解释篇》论著中,哲学家打算向我们传授命题的对立及其种种差别,合乎情理地阐明了否定命题的最本真的方式;而在《分析篇》中,他打算教导我们三段论的生成,便按照他自己所说的肯定形式采用了关于它们以及由它们构成三段论的全部命题,因为在三段论中我们希望推导出一个确定的结论,而确定的结论出自确定的命题,且肯定命题作为与形式相当者似乎比否定命题更为确定,因此在它们身上我们更容易把握命题的成三段论或不成三段论的组合。他把它们中的一些称为肯定命题,另一些称为否定命题,不仅是根据量词来对它们做出这种划分,也是因为在那些著作中被当作否定命题而采纳的命题恰好表达了与某些真正否定命题相同的意思——我指的是同时废除样态和肯定量词的那些否定命题——正如哲学家扬布里柯关于它们所说的那样,它们“在言辞上是肯定的,但在效力上是否定的”。因为我们或者根据样态、或者根据量、或者根据质来把握命题的对立,而根据样态,必然命题与偶然命题相对立,因为前者表示它们所断言的事物始终处于相同的状态,而后者则表示它在存在与非存在之间变动(不可能性的命题在这方面与必然性的命题归为同类,因此我们也将听到亚里士多德说它们具有相同的效力),根据量,全称命题与特称命题相对立,根据质,肯定命题与否定命题相对立;因此在偶然和必然的场合,如果我们以样态对立于样态、量对立于量、质对立于质,取那个与被当作否定命题而采纳的肯定命题相对立的命题,例如针对“属于无是可能的”取“属于某些是必然的”,并取得这个命题本真生成的否定,即根据样态的否定,例如“并非属于某些是必然的”,我们就会发现,《分析篇》中被当作否定命题而采纳的命题与这一命题是相一致的。因为凡对于某些并非必然的事物,对于无都是可能的,反之亦然。同样的道理也适用于这些样态下的其余命题,不仅适用于带有量词的命题,而且也适用于不定命题,如果有人认为在这些不定命题中把否定词与“存在”结合的命题也按照与带量词命题相同的概念称为否定命题是恰当的话。因为针对“不存在是可能的”,在样态和质上构成矛盾对立的将是“存在是必然的”,而与之相一致的将是“并非存在是必然的”(它本真地是否定命题);针对“不存在是必然的”,矛盾对立的将是“存在是可能的”,而与之相一致的将是“并非存在是可能的”。但是,按照上述方式彼此一致的命题相互之间是否还具有某种差别,并不属于当前时机所要探究的内容,而是属于《前分析篇》第一卷中关于混合的考察。因为试图区分它们的论辩既不简短,也没有得到更严谨学者的一致赞同,既然它是从一个虚假的假定出发的:该假定认为在任何偶然事物上全称肯定命题都同样地换位为全称否定命题,并且在这方面并未给予均等偶然多于绝大多数情况下的偶然的任何特权,反而被迫承认:正如所有人都成为五指是可能的,没有任何人[成为五指]同样是可能的。但在实然命题的情形中,由于对它而言不存在任何相对立的命题种类,如果我们仅仅取在量和质上相对立的命题(例如针对“属于无”取“属于某些”),我们就会发现它的否定命题“并不属于某些”与“属于无”表达了相同的意思。

语法注2 条
  1. 1.49ἐπεὶ γὰρ τῶν προτάσεων τὰς ἀντιθέσεις λαμβάνομεν... ταύτῃ συνᾴδουσαν εὑρίσκομεν τὴν ἐν τοῖς Ἀναλυτικοῖς ὡς ἀπόφασιν εἰλημμένην

    由表示原因的从属连词 ἐπεί 引导的从句包含对立的三分法(样态、量、质)及其说明,并嵌套了条件分句 εἰ ἀντιθέντες... λάβοιμεν... καὶ... λάβοιμεν,直至主句动词 εὑρίσκομεν(其宾语为 τὴν ... εἰλημμένην)。整体框架为:“因为既然我们从三方面把握命题的对立,若在样态命题中对立它们并取其本真否定,我们就会发现《分析篇》中被采纳的否定命题与其一致。”

  2. 1.49οὔτε γὰρ βραχὺς οὔτε ὑπὸ τῶν ἀκριβεστέρων ὁμολογούμενος ὁ διακρῖναι αὐτὰς πειρώμενος λόγος

    带有冠词的名词化短语 ὁ διακρῖναι αὐτὰς πειρώμενος λόγος(“试图区分它们的论辩”)为主语,表语形容词 οὔτε βραχὺς οὔτε ... ὁμολογούμενος 之后的系动词 ἐστί 被省略。随后由 ἅτε ὁρμώμενος 引导的分词短语修饰主语 λόγος,解释该论辩为何应予摒弃。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:227.16-228.34