- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:226.3-227.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼乌斯解释了偶然质料中的样态命题为何不违背实然矛盾命题的规则,因为样态命题表达的是可能性而非确定的事实从属;此外,他引述《前分析篇》论证,只要样态词本身未被否定,该命题在形式上就是肯定命题。
καὶ δῆλον ὡς οὐ διαφωνήσει ταῦτα καὶ πρὸς τὰ κατ’ ἀρχὰς εἰρημένα περὶ τοῦ μάχεσθαι ἀεὶ καὶ κατὰ τὴν ἐνδεχομένην ὕλην τήν τε πᾶς τῇ οὐ πᾶς καὶ τὴν οὐδείς τῇ τίς, κἂν λαμβάνωνται κατὰ τὸν μέλλοντα χρόνον· ἐν ἐκείνοις μὲν γὰρ ὡς ὑπαρχούσας ἐπισκεπτόμενοι τὰς προτάσεις ταῦτα περὶ αὐτῶν ἀπεφαινόμεθα, διότι ἀνάγκη κατὰ ταύτην τὴν ὕλην ψεύδεσθαι ἄμφω τὰς ὄντως καθόλου, ἅτε τὸ ἐνδεχόμενον τὸ τισὶ μὲν ὑπάρχειν τισὶ δὲ μὴ ὑπάρχειν πεφυκὸς παντὶ ἢ μηδενὶ ἀνενδοιάστως ὑπάρξειν ἀποφαινομένας (ὁμοίως ταῖς περὶ τῶν ἀναγκαίως ἐκβαινόντων ἢ μὴ ἐκβαινόντων προρρήσεσιν, ἐφ’ ὧν τὸ ἔσται ἢ τὸ οὐκ ἔσται λέγειν εἰώθαμεν), ὅπερ οὔτε κατὰ τὸ ἐπὶ πλέον οὔτε κατὰ τὸ ἐπ’ ἔλαττον ἐνδεχόμενον ἔχει χώραν, λεγόντων ἡμῶν ‘πᾶς ἄνθρωπος ἐν γήρᾳ πολιωθήσεται’ ἢ ‘οὐδεὶς ἑξαδάκτυλος ἔσται’, τὰς δὲ κατὰ μέρος ἀμφοτέρας ἀληθεύειν, διόπερ αὐτὰς ἀντιφάσκειν εἰκότως συμβαίνει πρὸς τὰς καθόλου· νῦν δὲ ὁ λόγος περὶ τῶν μετὰ τοῦ ἐνδεχομένου τρόπου λεγομένων προτάσεων, καθόλου τε διισχυριζόμεθα1 πᾶσι τοῖς ἀτόμοις ἢ μηδενὶ τὸ κατηγορούμενον ὑπάρξειν, ὅπου γε οὐδὲ τὸ κατὰ μέρος, ἀλλὰ καὶ ἀληθεύομεν οὐ τὸ τῇ φύσει καθόλου λαμβάνοντες (οὐ γὰρ οἷόν τε τοῦτο πᾶν ἢ μετέχειν ἢ ἐστερῆσθαί τινος τῶν ἐνδεχομένως αὐτοῦ κατηγορουμένων), ἀλλὰ τὸ προσδιορισμοῖς τισι περιαχθὲν εἰς τὸ καθόλου ἑαυτὸ γενέσθαι δεκτικὸν τοῦ συμβεβηκότος, ὡς ὅταν εἴπωμεν ‘ἐνδέχεται πάντας Ἀθηναίους τοὺς κατὰ τόνδε τὸν χρόνον ἐσομένους ἐν γήρᾳ πολιοῦσθαι, ἀλλὰ καὶ μὴ πάντας’ καὶ ‘ἐνδέχεται μηδένα ἑξαδάκτυλον γενέσθαι, ἀλλὰ καὶ τινὰ δυνατόν’ καὶ ‘ἐνδέχεται κατὰ τόδε τὸ ἔτος καὶ τήνδε τὴν χώραν ἐν μηδεμιᾷ ἡμέρᾳ τῶν ὑπὸ κύνα ὑετὸν γενέσθαι, ἀλλὰ καὶ ἐν τινὶ γενέσθαι δυνατόν’, ‘καὶ ἐν πάσῃ χειμερινῇ τυχὸν ἢ τοῦδε τοῦ μηνὸς ὑετόν, ἀλλὰ καὶ μὴ ἐν πάσῃ δυνατόν.’ ὥστε ὅταν λέγωμεν ἀντιφάσκειν ἀεὶ τὰς καθόλου ταῖς κατὰ μέρος ἐπὶ τῶν τοιούτων λεγομένων προτάσεων, ἐφ’ ὧν τὸ κατηγορούμενον ἢ ἤδη ὑπάρχειν ἢ ὑπάρξαι ἢ πάντως ὑπάρξειν τῷ ὑποκειμένῳ λέγομεν, οὕτως ἀποφαινόμεθα, καθὰ καὶ παραδέδωκεν ἡμῖν ὁ Ἀριστοτέλης ἐν τῷ συμπεράσματι τοῦ πρώτου τμήματος τοῦδε τοῦ βιβλίου τῆς ἀντιφάσεως τὴν δύναμιν ὑπογράφων. Εἰ δὲ ζητοίη τις τὴν ‘ἐνδέχεται μηδένα ἄνθρωπον δίκαιον εἶναι’ πότερον κατάφασιν ἢ ἀπόφασιν χρὴ προσαγορεύειν, κατάφασιν ὁμολογουμένως ἀποκρινούμεθα, διότι ὁ τρόπος ἄνευ τῆς ἀρνήσεως παρείληπται, καὶ πρὸς τῇ εἰρημένῃ ἐπ’ αὐτῶν τῶν πραγμάτων δείξει μάρτυρα τούτου παρεξόμεθα τὸν Ἀριστοτέλη καλοῦντα μὲν ἐν τῇ πραγματείᾳ τῶν Ἀναλυτικῶν τὰς ‘ἐνδέχεται μηδενὶ ἢ μὴ παντί’ καὶ ‘ἀνάγκη μηδενὶ ἢ μὴ παντί’ ἀποφάσεις, δι’ ἣν ἑξῆς ἐροῦμεν αἰτίαν, διδάσκοντα δὲ2 ἐν αὐτοῖς ἐκείνοις ὅτι οὐκ εἰσὶν ὄντως ἀποφάσεις, ἀλλὰ καταφάσεις· λέγει γοῦν “νῦν δὲ τοσοῦτον ἡμῖν ἔστω πρὸς τοῖς εἰρημένοις δῆλον, ὅτι τὸ ἐνδέχεσθαι μηδενὶ ἢ τινὶ μὴ ὑπάρχειν καταφατικὸν ἔχει τὸ σχῆμα”, τοῦ μὴ τῷ τινὶ συνταττομένου καὶ οὐ τῷ ὑπάρχειν3 ἐν τῷ ‘τινὶ μὴ ὑπάρχειν’ καὶ τῆς προτάσεως ταὐτὸν σημαινούσης τῷ ‘μὴ παντὶ ὑπάρχειν.’ καὶ τούτου τὴν κατασκευὴν εὐθὺς ἐπιφέρει λέγων “τὸ γὰρ ἐνδέχεται τῷ ἔστιν ὁμοίως τάττεται” καὶ τὰ ἑξῆς τούτοις.
显然,这些论述即使是在按照将来时态被理解时,也与最初关于在偶然质料中“每一个”始终与“并非每一个”相抗争、“没有任何一个”始终与“某个”相抗争所言说的事情毫不冲突。因为在那些场合,我们将命题作为实然命题来考察并对它们做出了这样的断言,原因是在这种质料中,两个真正全称的命题都必然为假,既然它们断言本性上属于某些而不属于某些的偶然事物将毫无疑问地属于一切或属于无(类似于关于必然发生或必然不发生的事物的预告,对于这些事物我们习惯说“将是”或“将不是”),这无论是在绝大多数情况下的偶然还是极少数情况下的偶然中都不成立,比如当我们说“每个人在老年都会变白发”或“没有任何人会有六指”时,而特称命题却两者都为真,因此它们合乎情理地与全称命题构成矛盾对立;但如今讨论的是带有偶然样态而被陈述的命题,难道在特称命题尚且不是如此的情况下,我们还会根本断言谓词将属于所有个体或属于无吗?相反,我们之所以说出真话,并非由于选取了本性上全称的事物(因为这[本性上全称的事物]作为整体既不可能分有也不可能被剥夺任何偶然述说于它的事物),而是选取了通过某些限定词被引向在其全称性中能够接纳该偶性的事物,正如当我们说“处于这个时代的所有雅典人在老年变白发是可能的,但并非所有人也是可能的”,以及“没有任何人出生为六指是可能的,但某个人[如此出生]也是可能的”,以及“在今年和这个地区,在伏天的任何一天都不下雨是可能的,但在某天下雨也是可能的”,“并且在冬季的每一天(假定说)或本月的每一天下雨也是可能的,但并非在每一天下雨也是可能的”。因此,当我们说全称命题对于这样陈述的命题(即我们断言谓词或者已经属于、或者曾经属于、或者无论如何都将属于主词的命题)始终与特称命题相矛盾时,正如亚里士多德在本书第一部分的结论中勾勒矛盾对立的效力时向我们传授的那样,我们是这样断言的。 如果有人探究“没有任何人是正义的是可能的”应当被称为肯定命题还是否定命题,我们将一致回答是肯定命题,因为样态并未带有否定词;并且除了根据事实本身所述的论证之外,我们还将举出亚里士多德作为此事的见证人:他在《分析篇》的论著中,出于我们接下来要说明的原因,虽然把“属于无或并非属于一切是可能的”和“属于无或并非属于一切是必然的”称为否定命题,但在那些原话中他教导说它们并非真正的否定命题,而是肯定命题。他至少这样说:“但现在除了已经说过的之外,我们应当清楚这一点:可能属于无或不属于某些具有肯定的形式”;其中在“不属于某些”中,“不”是与“某些”结合而不是与“属于”结合,并且该命题与“并非属于一切”具有相同的含义。并且他立即提出对此的证明,说:“因为‘是可能的’与‘是’具有相似的配列”,以及紧接于此的话。
- 1.49καθόλου τε διισχυριζόμεθα
直陈式现在时第一人称复数主要动词在此根据上下文作反问或具有否定含义的句式理解(“难道我们会根本断言……吗?”)。前文由 νῦν δέ 引出与实然命题的对比,紧接着用 ὅπου γε οὐδὲ τὸ κατὰ μέρος(“既然特称命题尚且不是如此”)和 ἀλλὰ καὶ ἀληθεύομεν(“相反我们说出真话……”)进行转折,若将其理解为纯粹的陈述句,则会与样态命题不坚持个体间的必然归属这一核心论旨相冲突。
- 1.49καλοῦντα μὲν ... διδάσκοντα δέ
补充性分词,与动词 παρεξόμεθα 的直接宾语 τὸν Ἀριστοτέλη 一致(搭配补足语 μάρτυρα)。通过 μέν 与 δέ 的对举,在句法上清晰地勾勒出亚里士多德在《前分析篇》中的双重表述:一方面出于习惯称之为否定命题(καλοῦντα μέν),另一方面在理论实质上教导其具有肯定形式(διδάσκοντα δέ)。
- 1.49τοῦ μὴ τῷ τινὶ συνταττομένου καὶ οὐ τῷ ὑπάρχειν
独立属格结构,用以解释亚里士多德引文 τινὶ μὴ ὑπάρχειν 中否定词 μή 的句法修饰方向。说明 μή 在句法上直接修饰不定代词 τινί 而非不定式 ὑπάρχειν,从而在语义上等同于特称否定 μὴ παντὶ ὑπάρχειν(“并非属于一切”)。
