- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:224.21-226.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯探讨了有样态否定命题的构成,通过与无样态命题的对比以及对带有量词的有样态命题的考察,论证了否定词必须与样态本身结合,而非与“是”或量词结合。
Ἆρ’ οὖν ῥητέον ὅτι κατὰ μίαν μέθοδον ἐπὶ πασῶν τῶν προτάσεων, τῶν τε ἄνευ τρόπου καὶ τῶν μετὰ τρόπου, τῷ ἔστι συμπλέκοντες τὴν ἄρνησιν τὴν ἀπόφασιν ποιοῦμεν, καὶ ὥσπερ ἐπὶ τῶν ἄνευ τρόπου μετὰ προσδιορισμοῦ λεγομένων καταφάσεων συνέβαινε τοῦ ἔστιν ἐν αὐταῖς ἐνεργείᾳ κειμένου κατὰ δύο τρόπους γίνεσθαι τὰς ἀποφάσεις, ποτὲ μὲν τοῦ προσδιορισμοῦ ποτὲ δὲ τοῦ ἔστιν, ἢ τοῦ ἐνεργείᾳ ἢ τοῦ δυνάμει λεγομένου, προσλαμβάνοντος τὴν ἄρνησιν, ἄνευ μέντοι τοῦ ἔστι παντελῶς τῶν προτάσεων λεγομένων κατὰ μόνον τὸν προσδιορισμὸν ἐποιοῦμεν τὴν ἀπόφασιν, ὡς ἐπὶ τῶν ‘πᾶς ἄνθρωπος ζῷον — οὐ πᾶς ἄνθρωπος ζῷον’, οὕτω καὶ ἐπὶ τῶν μετὰ τρόπου τὸ μὲν ἔστι κατ’ ἐνέργειαν ἐχουσῶν διχῶς γίνεσθαι τὴν ἀπόφασιν ἐροῦμεν, ποτὲ μὲν τοῦ τρόπου ποτὲ δὲ τοῦ ἔστι προσλαμβάνοντος τὴν ἄρνησιν, μὴ ἐχουσῶν μέντοι κατὰ μόνον τὸν τρόπον, ὡς καὶ ὁ Ἀριστοτέλης ἡμᾶς ἐδίδαξεν; ἢ οὔτε1 ἐπὶ τῶν ἄνευ τρόπου προσδιωρισμένων προτάσεων τὰς κατὰ τὸ ἔστι γινομένας ἀποφάσεις ἀντιφάσκειν πρὸς τὰς καταφάσεις ἐλέγομεν, ἀλλ’ ἐπὶ μὲν τῶν καθόλου γίνεσθαι τὴν ἐναντίαν ἐπὶ δὲ τῶν κατὰ μέρος τὴν ὑπεναντίαν, οὔτε εἰ ἐπὶ τῶν ἄνευ τρόπου τοῦτο οὕτως εἶχεν, ἤδη καὶ ἐπὶ τῶν μετὰ τρόπου διχῶς ἀναγκαῖον ἦν, ὡς προείρηται, γίνεσθαι τὰς ἀποφάσεις· ὅλως γὰρ οὐδὲ ἔχει τινὰ κατὰ τὴν δύναμιν διαφορὰν ἡ ‘Σωκράτη βαδίσαι δυνατόν’ κατάφασις πρὸς τὴν ‘Σωκράτη βαδίσαι δυνατόν ἐστιν’ ἢ ἡ ‘Σωκράτη μουσικὸν εἶναι δυνατόν’ πρὸς τὴν ‘Σωκράτη μουσικὸν εἶναι δυνατόν ἐστιν’, ὡσαύτως δὲ οὔτε ἡ ‘Σωκράτη βαδίσαι οὐ δυνατόν’ ἀπόφασις πρὸς τὴν ‘Σωκράτη βαδίσαι δυνατὸν οὐκ ἔστιν’ οὔτε ἡ ‘Σωκράτη μουσικὸν εἶναι οὐ δυνατόν’ πρὸς τὴν ‘Σωκράτη μουσικὸν εἶναι δυνατὸν οὐκ ἔστιν’, ἐπεὶ οὐδὲ καθ’ αὐτὸ τὸ δυνατὸν λέγοντες ὡς ἕτερόν τι παρὰ τὸ δυνατόν ἐστι λέγειν ἀξιοῦμεν, οὐδὲ ὅλως ὡς δύο αὐτὰ καὶ διάφορα προφερόμεθα, ἀλλ’ ὡς ἕν τι ὅλον τὸ δυνατόν ἐστι λέγομεν, αὐτὸ τοῦτο ἀποφαινόμενοι ὅτι ὑπάρχει ὁ τοιοῦτος τρόπος τῆς ὑποστάσεως ἐπὶ τῶν πραγμάτων τῶν διὰ τῆς προτάσεως λεγομένων. διὸ οὐδὲ τὸ οὐ δυνατὸν ἕτερόν τι ἔσται παρὰ τὸ δυνατὸν οὐκ ἔστιν. ὥστε οὐδὲν ἔχομεν προσθεῖναι τοῖς ὑπὸ τοῦ Ἀριστοτέλους περὶ τούτων παραδεδομένοις. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν δυνάμει τὸ ἔστι περιεχουσῶν προτάσεων· τῆς γὰρ ‘Σωκράτης καλῶς βαδίζει’ καταφάσεως ὁριστικὸν ῥῆμα ἐχούσης τὸ βαδίζει, ἐν ᾧ οὐ τὸ εἶναι ἀλλὰ τὸ ἔστι περιείληπται, οὐ μᾶλλον φαίης ἂν ἀπόφασιν εἶναι τὴν ‘Σωκράτης οὐ καλῶς βαδίζει’ ἢ τὴν ‘Σωκράτης οὐ βαδίζει καλῶς’. εἰ δέ γε μὴ βαδίζοντος ὅλως τοῦ Σωκράτους ψεύδοιτο ὁ καλῶς αὐτὸν βαδίζειν ἀποφηνάμενος, ἆρα καὶ τότε τῷ τρόπῳ προσθέντες τὴν ἄρνησιν ποιήσομεν τὴν ἀπόφασιν ἢ μᾶλλον τῷ κατηγορουμένῳ; ἢ ῥητέον ὅτι ἀεὶ μὲν τῷ τρόπῳ αὐτὴν προσθετέον, οὐ μέντοι ἀεὶ κατὰ τὴν αὐτὴν ἔννοιαν· ὥσπερ γὰρ τὴν κατάφασιν κατὰ δύο τρόπους ψεύδεσθαι συμβαίνει, μὴ βαδίζοντός τε ὅλως τοῦ Σωκράτους καὶ βαδίζοντος μὲν μὴ μέντοι καλῶς βαδίζοντος, οὕτω δηλονότι καὶ ἐπὶ τῆς ἀποφάσεως ἕξει τῆς ‘Σωκράτης οὐχὶ καλῶς βαδίζει’ λεγούσης. Εἰ δέ τις ἀποροίη περὶ τῶν προσδιωρισμένων μετὰ τρόπου καταφάσεων, τίνα τρόπον ἐπὶ τούτων ποιητέον τὰς ἀποφάσεις, πότερον τῷ προσδιορισμῷ ἢ τῷ τρόπῳ τῆς ἀρνήσεως συμπλεκομένης, ἐπείπερ ὁ Ἀριστοτέλης ὡς ἐπὶ ἀπροσδιορίστων τὴν περὶ αὐτῶν πᾶσαν πεποίηται σκέψιν, ῥᾴδιον ἀπαντᾶν ὅτι οὐδὲ ἐπὶ τούτων ἑτέρῳ τινὶ παρὰ τὸν τρόπον αὐτὴν συντάξομεν· δεῖ γὰρ τὰς προτάσεις, ἀλλὰ μὴ τοὺς ὅρους εἶναι στερητικούς·2 εἰ δὲ μή, κατὰ τὸ κυρίως πάλιν δυνατὸν καὶ ἐνδεχόμενον τὴν ἀντίφασιν συμβήσεται συναληθεύειν, ὅπου καὶ τὰς ἐναντίας κατὰ τὸ ἐπ’ ἴσης ἐνδεχόμενον συντρέχειν ἀλλήλαις συμβαίνει· ὃ γὰρ ἐνδέχεται παντί, τοῦτο πάντως μὲν καὶ οὐ παντὶ κατὰ πᾶσαν τοῦ ἐνδεχομένου τὴν ἔννοιαν, ἐπεὶ οὐκέτι ἐνδεχομένως ὑπάρξει παντί, ἐνίοτε δὲ καὶ οὐδενί.
那么,我们是否应当说,在所有命题中,无论是有样态的还是无样态的,我们都按照同一种方法,通过将否定词与“是”结合来构成否定命题;并且正如在带有量词陈述的无样态肯定命题中,当“是”现实地存在于其中时,否定命题有两种产生方式——有时是量词接纳否定词,有时是现实地或潜在地言说的“是”接纳否定词——然而当命题完全没有“是”而被陈述时,我们仅依照量词构成否定命题,如“每个人是动物——并非每个人是动物”那样;同样在有样态命题中,对于现实地具有“是”的命题,我们也将说否定命题有两种产生方式,有时是样态接纳否定词,有时是“是”接纳否定词,而对于不具有“是”的命题,则仅依照样态产生,正如亚里士多德也教导我们的那样?还是说,在带有量词的无样态命题中,我们既不曾说过依照“是”产生的否定命题与肯定命题构成矛盾对立(反而是在全称命题中构成反对对立,在特称命题中构成下反对对立);即使在无样态命题中情况如此,在有样态命题中如前所述否定命题也并非就此必然以两种方式产生?因为根本上,肯定命题“苏格拉底行走可能”与“苏格拉底行走是可能的”,或者“苏格拉底有音乐修养可能”与“苏格拉底有音乐修养是可能的”,在效力上没有任何差异;同样地,否定命题“苏格拉底行走不可能”与“苏格拉底行走不是可能的”,或者“苏格拉底有音乐修养不可能”与“苏格拉底有音乐修养不是可能的”,也没有任何差异。因为即使就其自身言说“可能”时,我们也不认为这与说“是可能的”有什么不同,更不是根本把它们作为两个不同的东西来发音,而是把“是可能的”作为一个整体来说,所断言的正是这一点:通过命题所表达的事物具有如此的存在样态。因此,“不可能”与“不是可能的”也不会有何不同。所以,关于这些问题,对于亚里士多德所传授的学说,我们没有任何需要补充的。同样的道理也适用于潜在地包含“是”的命题;因为肯定命题“苏格拉底良好地行走”具有直陈式动词“行走”,其中包含的不是不定式“是”而是直陈式“是”,对于它,你说否定命题是“苏格拉底并非良好地行走”,并不比说是“苏格拉底并不良好地行走”更为确切。然而,如果在苏格拉底根本没有行走时,断言他良好地行走的人所言为假,那么在此时我们也是通过将否定词附加于样态上来构成否定命题,还是毋宁附加于谓词上呢?或者应当说,否定词必须始终附加于样态上,但并非始终依照同一种意义?因为正如肯定命题以两种方式成为假(既因苏格拉底根本不走,也因他在走但并非良好地走),显然在断言“苏格拉底并非良好地行走”的否定命题中也是如此。如果有人对带有量词的有样态肯定命题产生疑问,不知道在这些命题中应当以何种方式构成否定命题,究竟是将否定词与量词结合还是与样态结合——因为亚里士多德对它们的所有考察都是当作无量词命题来进行的——那么很容易回答说,即使在这些命题中,我们也不会将否定词与样态之外的任何其他成分相结合;因为应当是命题具有否定性,而不是词项具有否定性。否则,在严格意义的可能与偶然中,将再次出现矛盾命题同时为真的情况,甚至依照等可能性的偶然,反对命题之间也会彼此重合;因为对一切事物都偶然可能的,依照偶然的任何意义也必然对非一切事物可能(否则它就不再是偶然地属于一切事物了),有时甚至可能不〔属于〕任何事物。
- 1.49Ἆρ’ οὖν ῥητέον ... ἢ οὔτε
这构成了一个析取性的审思疑问句:Ἆρ’ οὖν ῥητέον ὅτι ... 提出了一种假设性方案(即有样态命题也可以分别与样态或“是”结合而以两种方式构成否定命题),在经过长大的从属从句之后,由接下来的 ἢ οὔτε ... 加以反驳与修正。后者的 ἢ 引出的分句代表了阿摩尼奥斯本人的确定立场。
- 1.49δεῖ γὰρ τὰς προτάσεις, ἀλλὰ μὴ τοὺς ὅρους εἶναι στερητικούς
虽然 στερητικός 严格而言意为“缺乏的”,但在此处关于否定词是全局否定命题还是仅否定某个词项的语境中,它被等同于 ἀποφατικός(“否定的”)来使用。它表明了句法上的要求:应当是命题本身成为否定命题,而非包含被否定词项的肯定命题。
