- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:223.4-224.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯从现实事物的本性阐释了在可能与偶然的命题中依照“是”与“不是”相对立者为何同时为真而不构成矛盾,指明否定应当加于样态之前,并分析了当“是”现实说出或隐涵省略时否定词的结合位置。
τοῦ δὲ συναληθεύειν ἐπὶ τοῦ δυνατοῦ καὶ ἐνδεχομένου τὰς κατὰ τὸ εἶναι καὶ μὴ εἶναι διαφερούσας προτάσεις τὴν αἰτίαν1 ἀπὸ τῶν πραγμάτων αὐτῶν ἀποδίδωσι, λόγον αὐτὴν προσαγορεύων, ὡς καὶ Πλάτων ἐν Γοργίᾳ “ἐγὼ δὲ τέχνην οὐ καλῶ, ὃ ἂν ᾖ ἄλογον πρᾶγμα”, λέγων δὲ ὅτι ἅπαν τὸ οὕτω δυνατόν, τοῦτ’ ἔστι τὸ μὴ ἐπὶ τοῦ ἀναγκαίου λεγόμενον, ὅπερ ἐν τοῖς ἑξῆς ῥηθήσεται, ἀλλ’ ἐπὶ μόνου τοῦ ἐνδεχομένου, οὐκ ἀεὶ ἐνεργεῖ οὐδὲ ἀεὶ ἔστιν, ἐπεὶ οὐκέτι ἂν ἦν ἐνδεχόμενον, ἀλλὰ καὶ τοῦ μὴ εἶναι τὴν δύναμιν ἅμα ἔχει καὶ τοῦ γενέσθαι καὶ τοῦ μὴ γενέσθαι, ὡς διώρισται πρότερον· ὥστε καὶ τῶν λεγομένων περὶ αὐτῶν ἀποφάνσεων ἑκατέρα ἔσται ἀληθής, ἥ τε δύνασθαι εἶναι αὐτὸ καὶ ἡ δύνασθαι μὴ εἶναι λέγουσα καὶ ἡ δύνασθαι γενέσθαι καὶ ἡ δύνασθαι μὴ γενέσθαι. διὸ παραιτεῖσθαι ἀξιοῖ τοῦτον τὸν τρόπον τῆς ἀντιθέσεως οὐ ποιοῦντα ἀντίφασιν. καὶ διὰ τοῦτο ἐπὶ πασῶν τῶν μετὰ τρόπου προτάσεων πρὸ τῶν τρόπων τιθεμένης τῆς ἀρνήσεως γίνεσθαί φησι τὰς ἀποφάσεις, ἵνα τεχνικῶς ἐπὶ πασῶν ἑνὶ καὶ τῷ αὐτῷ κανόνι χρώμενοι τάς τε ἀποφάσεις λαμβάνωμεν καὶ τὰς ἀντιφάσεις, ἐπεὶ οὐ δοκεῖ ὁ ἐπὶ τοῦ δυνατοῦ ῥηθεὶς ἔλεγχος τοῦ μὴ γενέσθαι τὰς ἀντιφάσεις κατὰ τὸ εἶναι καὶ μὴ εἶναι καὶ ἐπὶ τοῦ ἀναγκαίου τρόπου ἢ τοῦ ἀδυνάτου χώραν ἔχειν (οὐ γὰρ ἔτι τῇ ἀναγκαῖον εἶναι συναληθεύει ἡ ἀναγκαῖον μὴ εἶναι ἢ τῇ ἀδύνατον εἶναι ἡ ἀδύνατον μὴ εἶναι), ἀλλὰ καὶ καθ’ ἑκάτερον τρόπον ἔστι συλλογίσασθαι ὅτι οὐδὲ αὗται ἀντιφάσκουσι πρὸς ἀλλήλας, εἴπερ ἐπὶ τῶν ἐνδεχομένων ἄμφω ψευδεῖς οὖσαι καταλαμβάνονται· οὔτε γὰρ ἀναγκαῖον εἶναι οὔτε ἀναγκαῖον μὴ εἶναι τὸ δυνάμενον εἶναι καὶ μὴ εἶναι, οὔτε ἀδύνατον εἶναι οὔτε ἀδύνατον μὴ εἶναι. ὥστε καὶ ἐπὶ τούτων δεῖ κατὰ τοὺς τρόπους γίνεσθαι τὰς καταφάσεις καὶ τὰς ἀποφάσεις. Εἰδέναι μέντοι χρὴ ὅτι μόνου μὲν τοῦ εἶναι ἀπαρεμφάτου ῥήματος ἐν τῇ μετὰ τρόπου προτάσει κειμένου ἀναμφισβητήτως κατὰ μόνον τὸν τρόπον γίνεται ἡ ἀπόφασις. ἀλλ’ οὐ τελεία ἡ τοιαύτη πρότασις, διότι χρεία πρὸς τὸν αὐτοτελῆ ἀποφαντικὸν λόγον ῥήματος κατὰ τὴν ὁριστικὴν παρὰ τοῖς γραμματικοῖς λεγομένην ἔγκλισιν προφερομένου. ὥστε ἡ αὐτόθεν τοῦ ἔστι δεησόμεθα κατ’ ἐνέργειαν λεγομένου,2 εἴπερ ὡς ἐπὶ τρίτου τινὸς προσώπου ποιοίμεθα τὴν ἀπόφανσιν, ἤ τινος ἄλλου δυνάμει τὸ ἔστιν ἐν ἑαυτῷ περιέχοντος. ἀλλὰ τοῦτο μὲν καθόλου περὶ πασῶν εἴρηται τῶν αὐτοτελῶν ἀποφάνσεων, ἐπὶ δέ γε τῶν μετὰ τρόπου λεγομένων αὐτοῦ μόνου χρεία τοῦ ἔστιν, ἢ κατ’ ἐνέργειαν ἐκφερομένου ἢ ἔξωθεν τῇ προτάσει προσυπακουομένου· ἢ γὰρ ὅτι Σωκράτη βαδίσαι δυνατόν ἐστι λέγομεν καὶ Σωκράτη μουσικὸν εἶναι δυνατόν ἐστι, κατ’ ἐνέργειαν τὸ ἔστι λέγοντες, ἢ κἂν ἄνευ τοῦ ἔστι προενεγκώμεθα τὰς προτάσεις, ‘Σωκράτη βαδίσαι δυνατόν’ καὶ ‘Σωκράτη μουσικὸν εἶναι δυνατόν’ λέγοντες, τὸ ἔστι προσυπακούεσθαι καθ’ ἑκατέραν ἀξιοῦμεν. ὅταν μὲν οὖν μὴ ᾖ κατ’ ἐνέργειαν ἐν τῇ μετὰ τρόπου προτάσει τὸ ἔστι λεγόμενον, ἀναμφισβητήτως μόνῳ τῷ τρόπῳ προστεθεῖσα ἡ ἄρνησις ποιήσει τὴν ἀπόφασιν, ἀλλ’ οὐχὶ τῷ εἶναι ἀπαρεμφάτῳ ῥήματι, οὐδ’ ἔτι μᾶλλον τῷ ὑποκειμένῳ ἢ τῷ κατηγορουμένῳ ὅρῳ. ὅταν μέντοι καὶ τὸ ἔστι κατ’ ἐνέργειαν ἐν ταῖς προτάσεσι λέγωμεν, οὐ μᾶλλον τῷ τρόπῳ ἢ τῷ ἔστι συμπλέκοντες τὴν ἄρνησιν τὴν ἀπόφασιν ποιήσομεν· τῆς γὰρ ‘αὔριον ναυμαχίαν γενέσθαι δυνατόν ἐστι’ καταφάσεως οὐ μᾶλλον εἴποις ἂν ἀπόφασιν εἶναι τὴν ‘αὔριον ναυμαχίαν γενέσθαι οὐ δυνατόν ἐστιν’ ἢ τὴν ‘αὔριον ναυμαχίαν γενέσθαι δυνατὸν οὐκ ἔστιν’· οὐδὲ γὰρ αὕτη, καίτοι τῷ ἔστι συμπλέκουσα τὴν ἄρνησιν, συνάσεταί ποτε τῇ εἰρημένῃ καταφάσει.3
关于在可能与偶然的情况下,依照“是”与“不是”而相异的命题为何会同时为真,他从事情本身给出了原因,并称之为合乎理性的说明——正如柏拉图在《高尔吉亚篇》中也说:“对于没有理性根据的事物,我不称之为技艺”——他指出,所有以此种方式可能的事物,即并非在必然的意义上被言说(这将在后文中讨论),而仅在偶然的意义上被言说的事物,并不总是现实活动着,也不总是存在(否则它就不再是偶然的了),而是同时具有“不是”的潜能,以及“生成”与“不生成”的潜能,正如前文所界定的那样。因此,关于它们所作出的每个陈述都将为真:既包括断言它可能“是”的陈述,也包括断言它可能“不是”的陈述,既包括断言它可能“生成”的陈述,也包括断言它可能“不生成”的陈述。因此,他认为应当摒弃这种并不构成矛盾对立的对立方式。正因如此,他说在所有有样态的命题中,否定命题都是通过将否定置于样态之前而产生的,以便我们在所有命题中合乎规范地使用同一个规则,从而既获得否定命题,又获得矛盾对立。因为在关于可能者所阐述的论驳——即矛盾对立并不依照“是”与“不是”产生——似乎在必然的样态或不可能的样态中并不适用(因为“必然不是”不再与“必然是”同时为真,或者“不可能不是”不再与“不可能存在”同时为真);但是在这两种样态的每一种中,也可以推论出它们彼此也不构成矛盾对立,如果说在偶然事物上它们被发现两者皆假的话。因为既能够是又能够不是的事物,既不是必然是,也不是必然不是,既不是不可能是,也不是不可能不是。因此在这些样态中,肯定命题与否定命题也必须依照样态来产生。 然而应当知道,当在有样态命题中仅有不定式动词“是”存在时,无可争议地,否定命题仅仅依照样态产生。但这样的命题并不是完全的,因为对于自足的陈述性语句而言,需要一个按照被文法家们称为直陈式的语气来发音的动词。因此,如果我们要把陈述当作关于某个第三人称来作出,我们或者将直接需要现实地陈述的“是”,或者需要某个在自身中潜在地包含“是”的其他词。不过,虽然这是关于一切自足陈述普遍而言的,但在有样态陈述的情况下,仅仅需要“是”本身,无论它是现实地表达出来,还是从外部在命题中被补充领会。因为我们要么说“苏格拉底行走是可能的”和“苏格拉底是有音乐修养的是可能的”,即现实地说出“是”,要么即便我们在没有“是”的情况下发音这些命题,说“苏格拉底行走可能”和“苏格拉底有音乐修养可能”,我们也要求在每一命题中补充领会“是”。因此,当在有样态命题中没有现实地说出“是”时,无可争议地,否定词仅附加于样态上就会产生否定命题,而不会附加于不定式动词“是”上,更不会附加于主词或谓词项上。然而,当我们也在命题中现实地说出“是”时,我们把否定词与样态结合还是与“是”结合来构成否定命题,并无优劣之分;因为对于肯定命题“明天发生海战是可能的”,你说其否定命题是“明天发生海战是不可能的”,并不比说它是“明天发生海战不是可能的”更为确切;因为后者虽然将否定词与“是”结合,但也绝不会与上述肯定命题共存相容。
- 1.49τοῦ δὲ συναληθεύειν ἐπὶ τοῦ δυνατοῦ καὶ ἐνδεχομένου τὰς κατὰ τὸ εἶναι καὶ μὴ εἶναι διαφερούσας προτάσεις τὴν αἰτίαν
带冠词不定式的属格短语 τοῦ συναληθεύειν... διαφερούσας προτάσεις 整体作宾格名词 τὴν αἰτίαν 的宾格性属格修饰语,因倒置(hyperbaton)而前置于句首。句子的主干骨架是 τὴν αἰτίαν ἀποδίδωσι(“他给出其原因”)。
- 1.49ὥστε ἡ αὐτόθεν τοῦ ἔστι δεησόμεθα κατ’ ἐνέργειαν λεγομένου
底本中的 ἡ 实为连词 ἤ(“或者”)的拼写变体或误抄,与后文的 ἤ τινος ἄλλου 构成相关的“ἤ... ἤ...”(“要么……要么……”)结构。两个并列成分均为属格,受动词 δεησόμεθα 支配作其补足语(τοῦ ἔστι... ἤ τινος ἄλλου)。
- 1.49οὐδὲ γὰρ αὕτη, καίτοι τῷ ἔστι συμπλέκουσα τὴν ἄρνησιν, συνάσεταί ποτε τῇ εἰρημένῃ καταφάσει
动词 συνάσεται 是 συνᾴδω(“和合”、“相符”)的将来时形态,支配与格补足语 τῇ εἰρημένῃ καταφάσει。指示代词 αὕτη 作主语,指代前文提到的将否定词与“是”相结合的命题(即“明天发生海战不是可能的”)。
