← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§221.16-223.4

从无样态命题类推否定位置的错误及其破产

阿摩尼奥斯对亚里士多德在21a38处的略语从句法上作了补充说明,并阐明了论证的结构:即无样态命题中否定词置于“是”之前的规则如何被错误地类推至有样态命题,以及这种类推为何必然破产。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.49#2

ἐγίνοντο δὲ τῶν ἄνευ τρόπου καταφάσεων τῶν δίχα προσδιορισμοῦ λεγομένων αἱ ἀποφάσεις τοῦ ἀρνητικοῦ μορίου προταττομένου τοῦ ἔστι τοῦ ληφθέντος ἐν ταῖς προτάσεσιν ἢ κατ’ ἐνέργειαν ἢ πάντως γε κατὰ δύναμιν. τοῦτο οὖν δείκνυσι μὴ δυνάμενον προχωρεῖν ἐπὶ τῶν μετὰ τρόπου προτάσεων, κατασκευάζειν πρότερον διὰ πλειόνων πειρώμενος ὅτι ὄντως ἐστὶ πιθανόν, ἵνα μή τινες τῶν ὕστερον τῶν λόγων τούτων ἀκούσαντες καὶ καλῶς ἔχειν αὐτοὺς νομίσαντες κατ’ ἐκεῖνον τὸν τρόπον οἰηθῶσι καὶ ἐπὶ τούτων τῶν προτάσεων γίνεσθαι τὰς ἀντιφάσεις. φησὶν οὖν εἰ γὰρ τῶν συμπλεκομένων ἀλλήλαις φωνῶν καὶ προτάσεων αὗται ἀλλήλαις ἀντίκεινται αἱ ἀντιφάσεις,1 ὅσαι κατὰ τὸ εἶναι καὶ μὴ εἶναι τάττονται, διὰ μὲν βραχυλογίαν ἐλλιπέστερον αὐτὸ ἀπαγγείλας, βουλόμενος δὲ εἰπεῖν ‘εἰ γὰρ τῶν συμπλεκομένων ἀλλήλαις φωνῶν καὶ προτάσεων γινομένων αὗται ἀντίκεινται ἀλλήλαις πρὸς τὸ ποιῆσαι ἀντιφάσεις, ὅσαι κατὰ τὸ εἶναι καὶ μὴ εἶναι τὴν ἀντίθεσιν ἔχουσιν’, ἢ μᾶλλον οὕτως, ἵνα μὴ πλείονα ἔξωθεν προσυπακούειν ἀναγκαζώμεθα, ‘εἰ τῶν συμπλεκομένων, τοῦτ’ ἔστι συνδυαζομένων, προτάσεων πρὸς τὴν γένεσιν τῶν ἀντιφάσεων αὗται ἀλλήλαις ἀντίκεινται, ὅσαι κατὰ τὸ εἶναι καὶ μὴ εἶναι διακρίνονται’. καὶ πρὶν τὸ ἀκόλουθον ἐπαγαγεῖν, ὅτι καὶ ἐπὶ τῶν μετὰ τρόπου προτάσεων δεήσει τοῦτο οὕτως ἔχειν, εὐθὺς αὐτῶν παραθέμενος τὰ παραδείγματα τῶν ἄνευ τρόπου, πρότερον μὲν τῶν ἐνεργείᾳ τὸ ἔστιν ἐχουσῶν, ἐπὶ δὲ ταύταις τῶν δυνάμει, καὶ ἐν ταῖς ἐνεργείᾳ τὸ ἔστιν ἐχούσαις προτάξας τὴν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου τῆς ἐκ τρίτου προσκατηγορουμένου, δείκνυσιν ἐπὶ πασῶν μὴ ἄλλως τὴν ἀπόφασιν γινομένην, εἰ μὴ τῷ ἔστι τὸ ἀρνητικὸν συμπλακείη μόριον, ἐπὶ δὲ τῶν ἐκ τρίτου προσκατηγορουμένου καὶ διελέγχει τοὺς οἰομένους γίνεσθαι τὴν ἀπόφασιν τῆς ἀρνήσεως μὴ πρὸ τοῦ ἔστι τιθεμένης ἀλλὰ πρὸ τοῦ κατηγορουμένου, ὥστε λέγεσθαι τῆς ‘ἄνθρωπος λευκός ἐστιν’ ἀπόφασιν τὴν ‘ἄνθρωπος οὐ λευκός ἐστιν’· εἰ γὰρ σώσομεν, φησί, τὸ ἀξίωμα τῆς ἀντιφάσεως, ὁμολογοῦντες κατὰ παντός, οὗ ἄν τις λάβῃ, δεῖν τὴν κατάφασιν ἀληθεύειν ἢ τὴν ἀπόφασιν, δεήσει καὶ τούτων τῶν προτάσεων, τῆς ‘ἄνθρωπος λευκός ἐστι’ καὶ ‘ἄνθρωπος οὐ λευκός ἐστιν, ἐπὶ τοῦ ξύλου λαμβανομένων τὴν ἑτέραν ἀληθεύειν, ἅτε ἀντιφατικῶς ἀντικεῖσθαι λεγομένων καὶ συμψεύδεσθαι μηδέποτε δυναμένων. ὥστε ἐπεὶ ψευδὴς ὁμολογουμένως ἡ κατάφασις ἡ λέγουσα τὸ ξύλον ἄνθρωπον εἶναι λευκόν, ἀνάγκη τὴν ἀπόφασιν ἀληθεύειν τὴν λέγουσαν τὸ ξύλον ἄνθρωπον εἶναι μὴ λευκόν. εἰ οὖν τοῦτο ἐναργῶς ἄτοπον, δῆλον ὅτι τῆς ‘ἄνθρωπος λευκός ἐστιν’ ἀπόφασις ἔσται ἡ ‘ἄνθρωπος λευκὸς οὐκ ἔστι’, τῷ ἔστιν αὐτῷ συμπλέκουσα τὸ ἀρνητικὸν μόριον. Τοῦτο οὖν καὶ ἐπὶ τῶν δυνάμει τὸ ἔστιν ἐχουσῶν οὕτως ἔχον ἐπιδείξας, οἷον τῆς ‘ἄνθρωπος βαδίζει’, τῷ ἀναλῦσαι τὸ βαδίζει εἰς τὴν μετοχὴν καὶ τὸ ἔστι καὶ καταλιπεῖν συλλογίζεσθαι ἡμῖν ὡς εἰ ἐπὶ τῆς ἀναλελυμένης προτάσεως καὶ ἐνεργείᾳ τὸ ἔστιν ἐχούσης αὐτῷ τῷ ἔστι συμπλέκοντες τὴν ἄρνησιν ποιοῦμεν τὴν ἀπόφασιν, δεήσει καὶ ἐπὶ τῆς κατὰ δύναμιν αὐτὸ ἐχούσης τῷ περιέχοντι αὐτὸ μορίῳ τῆς προτάσεως τὸ ἀποφατικὸν μόριον συμπλέκειν· ταῦτα οὕτως ἔχοντα ἐπὶ πασῶν τῶν ἄνευ τρόπου προτάσεων ἐπιδείξας, ἐπιφέρει2 ὥστε εἰ οὕτω πανταχοῦ, καὶ τοῦ δυνατὸν εἶναι ἀπόφασις ἔσται οὐ τὸ μὴ δυνατὸν εἶναι, ἀλλὰ τὸ δυνατὸν μὴ εἶναι, σαφῶς μὲν ἐκ τῆς ὁμοιότητος τῆς πρὸς τὰς ἄλλας προτάσεις συλλογίζεσθαι ἀξιῶν ὅτι καὶ ἐπὶ τῶν μετὰ τρόπου τὴν ἀπόφασιν ποιήσομεν τοῦ ἔστιν ἀλλ’ οὐ τοῦ τρόπου προτιθέντες τὴν ἄρνησιν, ἐπάγων δὲ τὸν ἔλεγχον τῶν οὕτως ὑπολαμβανόντων ἐκ τοῦ ἐπιδεῖξαι τὴν διαφορὰν τῶν μετὰ τρόπου προτάσεων καὶ τῶν ἄνευ τρόπου, ὅτι ἐπὶ μὲν τῶν ἄνευ τρόπου τὰς κατὰ τὸ ἔστι καὶ οὐκ ἔστι μαχομένας ἀλλήλαις προτάσεις κατὰ τοὺς παραδεδομένους πρότερον διορισμοὺς ἀδύνατον ἢ συναληθεύειν ἢ συμψεύδεσθαι ἀλλήλαις, ἐπὶ δὲ τῶν μετὰ τρόπου κατά τε τὸ δυνατὸν καὶ τὸ ἐνδεχόμενον αἱ τοῦτον τὸν τρόπον ἀντικείμεναι οὐκ ἀντιφάσκουσαι ἀλλήλαις ἀλλὰ συναληθεύουσαι καταλαμβάνονται, αἱ δέ γε προτάττουσαι τῶν τρόπων τὰς ἀρνήσεις σώζουσι τὸ ἀξίωμα τῆς ἀντιφάσεως μήτε ἅμα ἀληθεῖς μήτε ἅμα ψευδεῖς ποτε γινόμεναι.

无样态的肯定命题,即不带规定而陈述的肯定命题,其否定命题是通过将否定词置于命题中所取的、现实地存在或无论如何潜在地存在的“是”之前而产生的。因此,他指明这一点不能推进到有样态的命题上;但他首先试图通过多点来确立它确实颇具说服力,以免后来听闻这些论辩并认为其妥当的人,以为在这类有样态命题中矛盾对立也是以那种方式产生的。因此他说:“因为,如果在相互复合的话语与命题中,彼此对立的矛盾命题是那些依照‘是’与‘不是’来排列的命题”——他由于简练而表述得略有省略,其本意是说:“因为,如果在彼此复合而成为命题的话语中,为了构成矛盾对立而彼此对立的命题,是那些依照‘是’与‘不是’具有对立关系的命题”;或者更确切地说,为了使我们不必被迫从外部作过多的补充:“如果在为了产生矛盾对立而复合——即成对配对——的命题中,彼此对立的命题是那些依照‘是’与‘不是’相区分的命题”。而在引出结论——即在有样态命题中也必然必须如此——之前,他随即列举了无样态命题本身的例证:首先是现实地具有“是”的命题,继之以潜在地具有“是”的命题;并且在现实地具有“是”的命题中,他把由主词和谓词构成的命题置于由第三个附加谓项构成的命题之前,从而表明在所有情况下,否定命题都唯有在否定词与“是”相结合时才会产生;而对于由第三个附加谓项构成的命题,他还驳斥了那些认为否定词不置于“是”之前而是置于谓项之前就能构成否定命题的人,即认为“人是白的”的否定命题是“人是非白的”。因为他说,如果我们维持矛盾的公理,承认对于任何人所选取的任何事物而言,要么肯定是真,要么否定是真,那么当把“人是白的”和“人是非白的”这两条命题运用于木头时,其中一条也必然为真,因为它们被认为具有矛盾对立关系,绝不可能同时为假。因此,既然断言木头是白人的肯定命题公认是假的,那么断言木头是非白人的否定命题就必然为真。如果这显然是荒谬的,那么很清楚,“人是白的”的否定命题应当是将否定词与“是”本身结合起来的“人不是白的”。 因此,在证明了这一点在潜在地具有“是”的命题中也是如此——例如“人行走”,他是通过将“行走”分析为分词和“是”,并让我们推论出:如果在分析后的、现实地具有“是”的命题中,我们是通过将否定与“是”本身相结合来构成否定命题,那么在潜在地具有它的命题中,也必然要将否定词与包含它的命题部分相结合——;在证明了这些在一切无样态命题中都是如此之后,他接着说:“因此,如果在所有地方都是如此,那么‘可能是’的否定也将不是‘不可能是’,而是‘可能不是’”。他一方面显然认为,根据与其他命题的相似性,有理由推论出在有样态命题中我们也是通过把否定置于“是”之前而非置于样态之前来构成否定命题;但另一方面,他又通过展示有样态命题与无样态命题的区别,引出了对如此认为者的反驳:即在无样态命题中,依照此前传授的界说,按照“是”与“不是”相互冲突的命题绝不可能同时为真或同时为假;但在依照可能与偶然的有样态命题中,以此种方式对立的命题被发现并不是彼此矛盾,而是同时为真;相反,把否定置于样态之前的命题绝不会同时为真也不会同时为假,从而保持了矛盾的公理。

语法注2 条
  1. 1.49εἰ γὰρ τῶν συμπλεκομένων ἀλλήλαις φωνῶν καὶ προτάσεων αὗται ἀλλήλαις ἀντίκεινται αἱ ἀντιφάσεις

    阿摩尼奥斯指出了亚里士多德原文因简略而省略(διὰ μὲν βραχυλογίαν ἐλλιπέστερον),并提出了两种补充方案:第一种补出属格绝对结构(τῶν συμπλεκομένων ... γινομένων),使 αὗται 作为主语并带有一个目的状语(πρὸς τὸ ποιῆσαι ἀντιφάσεις);第二种为了减少外在补充,将 τῶν συμπλεκομένων ... προτάσεων 视为部分属格(“在为了产生矛盾而复合的命题中”),以 αὗται 为代词主语。译文准确体现了这两种句法重构。

  2. 1.49ταῦτα οὕτως ἔχοντα ἐπὶ πασῶν τῶν ἄνευ τρόπου προτάσεων ἐπιδείξας, ἐπιφέρει

    这是一个复杂的周期性长句结构。主干为在分词结构 ταῦτα ... ἐπιδείξας 之后接主动词 ἐπιφέρει,引出亚里士多德的引文(ὥστε εἰ οὕτω πανταχοῦ...)。随后紧跟着由 μὲν...δέ 连接的两个对比性分词短语(σαφῶς μὲν ... ἀξιῶν 与 ἐπάγων δὲ τὸν ἔλεγχον),后者进一步统辖说明原因与内容的前置词短语(ἐκ τοῦ ἐπιδεῖξαι ...)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:221.16-223.4