- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:219.24-221.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
引用了亚里士多德的原文字句(21a38),展示了关于带有样态的命题中否定词结合位置的看似可信的疑难(即否定词应加于存在动词而非样态)及其反驳,确立了否定词必须与样态本身结合的结论,随后阿摩尼乌概括了这一反驳论证的意图。
Εἰ γὰρ τῶν συμπλεκομένων αὗται ἀλλήλαις ἀντίκεινται αἱ ἀντιφάσεις, ὅσαι κατὰ τὸ εἶναι καὶ μὴ εἶναι τάττονται,1 οἷον τοῦ εἶναι ἄνθρωπον ἀπόφασις τὸ μὴ εἶναι ἄνθρωπον, οὐ τὸ εἶναι μὴ ἄνθρωπον, καὶ τοῦ εἶναι λευκὸν ἄνθρωπον τὸ μὴ εἶναι λευκὸν ἄνθρωπον, ἀλλ’ οὐ τὸ εἶναι μὴ λευκὸν ἄνθρωπον (εἰ γὰρ κατὰ παντὸς ἡ κατάφασις ἢ ἡ ἀπόφασις, τὸ ξύλον ἔσται ἀληθὲς εἰπεῖν εἶναι μὴ λευκὸν ἄνθρωπον), εἰ δὴ τοῦτο οὕτως, καὶ ὅσαις τὸ εἶναι μὴ προστίθεται, τὸ αὐτὸ ποιήσει τὸ ἀντὶ τοῦ εἶναι λεγόμενον, οἷον τοῦ ἄνθρωπος βαδίζει οὐ τὸ οὐκ ἄνθρωπος βαδίζει ἀπόφασίς ἐστιν, ἀλλὰ τὸ οὐ βαδίζει ἄνθρωπος (οὐδὲν γὰρ διαφέρει εἰπεῖν ἄνθρωπον βαδίζειν ἢ ἄνθρωπον βαδίζοντα εἶναι)· ὥστε εἰ οὕτω πανταχοῦ, καὶ τοῦ δυνατὸν εἶναι ἀπόφασις ἔσται οὐ τὸ μὴ δυνατὸν εἶναι, ἀλλὰ τὸ δυνατὸν μὴ εἶναι. δοκεῖ δὲ τὸ αὐτὸ δύνασθαι καὶ εἶναι καὶ μὴ εἶναι· πᾶν γὰρ τὸ δυνατὸν τέμνεσθαι ἢ βαδίζειν καὶ μὴ βαδίζειν καὶ μὴ τέμνεσθαι δυνατόν. λόγος δέ, ὅτι ἅπαν τὸ οὕτως δυνατὸν οὐκ ἀεὶ ἐνεργεῖ, ὥστε ὑπάρξει αὐτῷ καὶ ἡ ἀπόφασις· δύναται γὰρ καὶ μὴ βαδίζειν τὸ βαδιστικὸν καὶ μὴ ὁρᾶσθαι τὸ ὁρατόν. ἀλλὰ μὴν ἀδύνατον κατὰ τοῦ αὐτοῦ ἀληθεύεσθαι τὰς ἀντικειμένας φάσεις· οὐκ ἄρα τοῦ δυνατὸν εἶναι ἀπόφασίς ἐστι τὸ δυνατὸν μὴ εἶναι· συμβαίνει γὰρ ἐκ τούτων ἢ τὸ αὐτὸ φάναι καὶ ἀποφάναι ἅμα κατὰ τοῦ αὐτοῦ, ἢ μὴ κατὰ τὸ εἶναι καὶ μὴ εἶναι τὰ προστιθέμενα γίνεσθαι φάσεις καὶ ἀποφάσεις. εἰ οὖν ἐκεῖνο ἀδύνατον, τοῦτο ἂν εἴη αἱρετόν.2 ἔστιν ἄρα ἀπόφασις τοῦ δυνατὸν εἶναι τὸ μὴ δυνατὸν εἶναι. ὁ δὲ αὐτὸς λόγος καὶ περὶ τοῦ ἐνδεχόμενον εἶναι, καὶ ἐπὶ τῶν ἄλλων δὲ ὁμοιοτρόπως, οἷον ἀναγκαίου τε καὶ ἀδυνάτου. γίνεται γὰρ ὥσπερ ἐπ’ ἐκείνων τὸ εἶναι καὶ τὸ μὴ εἶναι προσθέσεις, τὰ δ’ ὑποκείμενα πράγματα τὸ μὲν λευκὸν τὸ δ’ ἄνθρωπος, οὕτως ἐνταῦθα τὸ μὲν εἶναι καὶ μὴ εἶναι ὡς ὑποκείμενον γίνεται, τὸ δὲ δύνασθαι καὶ τὸ ἐνδέχεσθαι προσθέσεις διορίζουσαι, ὥσπερ ἐπ’ ἐκείνων τὸ εἶναι καὶ μὴ εἶναι, τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ὁμοίως αὗται ἐπὶ τοῦ εἶναι δυνατὸν καὶ εἶναι οὐ δυνατόν. τοῦ δὲ δυνατὸν μὴ εἶναι ἀπόφασις οὐ τὸ οὐ δυνατὸν εἶναι, ἀλλὰ τὸ οὐ δυνατὸν μὴ εἶναι, καὶ τοῦ δυνατὸν εἶναι οὐ τὸ δυνατὸν μὴ εἶναι, ἀλλὰ τὸ μὴ δυνατὸν εἶναι. διὸ καὶ ἀκολουθεῖν ἂν δόξαιεν ἀλλήλαις αἱ τοῦ δυνατὸν εἶναι καὶ δυνατὸν μὴ εἶναι· τὸ γὰρ αὐτὸ δυνατὸν εἶναι καὶ μὴ εἶναι· οὐ γὰρ ἀντιφάσεις ἀλλήλων αἱ τοιαῦται. ἀλλὰ τὸ δυνατὸν εἶναι καὶ μὴ δυνατὸν εἶναι οὐδέποτε ἐπὶ τοῦ αὐτοῦ ἅμα ἀληθεύονται (ἀντίκεινται γάρ), οὐδέ γε τὸ δυνατὸν μὴ εἶναι καὶ τὸ οὐ δυνατὸν μὴ εἶναι οὐδέποτε ἅμα ἐπὶ τοῦ αὐτοῦ ἀληθεύονται. ὁμοίως δὲ καὶ τοῦ ἀναγκαῖον εἶναι ἀπόφασις οὐ τὸ ἀναγκαῖον μὴ εἶναι, ἀλλὰ τὸ μὴ ἀναγκαῖον εἶναι, τοῦ δὲ ἀναγκαῖον μὴ εἶναι τὸ μὴ ἀναγκαῖον μὴ εἶναι, καὶ τοῦ ἀδύνατον εἶναι οὐ τὸ ἀδύνατον μὴ εἶναι, ἀλλὰ τὸ μὴ ἀδύνατον εἶναι, τοῦ δὲ ἀδύνατον μὴ εἶναι τὸ οὐκ ἀδύνατον μὴ εἶναι. καὶ καθόλου δέ, ὥσπερ εἴρηται, τὸ μὲν εἶναι καὶ μὴ εἶναι δεῖ τιθέναι ὡς τὰ ὑποκείμενα, κατάφασιν δὲ καὶ ἀπόφασιν ταῦτα ποιοῦντα πρὸς τὸ εἶναι καὶ μὴ εἶναι συντάττειν, καὶ ταύτας οἴεσθαι χρὴ εἶναι τὰς ἀντικειμένας φάσεις· δυνατόν — οὐ δυνατόν, ἐνδεχόμενον — οὐκ ἐνδεχόμενον, ἀδύνατον — οὐκ ἀδύνατον, ἀναγκαῖον — οὐκ ἀναγκαῖον, ἀληθές — οὐκ ἀληθές. Βούλεται μέν, ὥσπερ ἐλέγομεν, ἐπισκέψασθαι διὰ τούτων τίνα τρόπον ἐκ τῶν μετὰ τρόπου καταφάσεων γίνεσθαι χρὴ τὰς ἀποφάσεις· ὅπερ δὲ ἄν τις περὶ αὐτῶν πιθανὸν εἶναι ὑπέλαβεν, οὐκ ὂν ἀληθές, λέγω δὲ τὸ παραπλησίως ταῖς ἄνευ τρόπου προτάσεσι καὶ ἐπὶ τούτων γίνεσθαι τὰς ἀποφάσεις, τοῦτο προλαβὼν διελέγχει,3 πρὶν ὑφηγήσασθαι ὅπως ἔχει τὸ ἀληθές.
“因为,如果在复合命题中,彼此对立的矛盾命题是那些依照‘是’与‘不是’来排列的命题——例如‘是人’的否定是‘不是人’,而不是‘是非人’;‘是白人’的否定是‘不是白人’,而不是‘是非白人’(因为如果对每一个事物而言,要么肯定是真,要么否定是真,那么对一块木头说‘是非白人’也将是真的)——,既然这一点确实如此,那么在那些并未附加‘是’的命题中,用来代替‘是’而说的词项也将起到相同的作用,例如‘人行走’的否定并不是‘非人行走’,而是‘人不行走’(因为说‘人行走’和说‘人是在行走的’没有任何区别);因此,如果在所有地方都是如此,那么‘是可能的’的否定也将不是‘不是可能的’,而是‘可能不是’。然而,相同的事物似乎既能够是又能够不是;因为凡是能够被切割或行走的,也都能够不行走和不被切割。其原因在于,所有这样可能的事物并不总是在实现,因此否定也将属于它:因为具有行走能力的事物也能够不行走,可见的事物也能够不被看见。但是,对立的言明绝不可能同时关于同一事物为真;所以,‘是可能的’的否定并不是‘可能不是’。因为由此得出的结论要么是:人们同时关于同一事物肯定又否定同一件事;要么是:肯定与否定并不是依照作为附加物的‘是’与‘不是’而产生的。如果前者是不可能的,那么后者就应当是被选取的。所以,‘是可能的’的否定就是‘不是可能的’。同样的道理也适用于‘是偶然的’,并且在其他样态(诸如必然与不可能)上也是类似的。因为正如在那些命题中‘是’与‘不是’成为附加物,而处于底层的实际事物一个是白一个是人那样,在这里,‘是’与‘不是’作为底层事物出现,而‘能够’与‘偶然’则作为规定真与假的附加物出现,正如同在那些命题中‘是’与‘不是’所做的那样;类似地,它们在‘是可能的’与‘不是可能的’中也是如此。而‘可能不是’的否定并不是‘不可能存在’,而是‘不可能不存在’[即‘并非可能不是’];‘是可能的’的否定不是‘可能不是’,而是‘不是可能的’。因此,‘是可能的’与‘可能不是’这两者似乎也会彼此相随;因为同一事物可能存在也可能不存在;因为这类命题并不是彼此矛盾的。但是,‘是可能的’与‘不是可能的’绝不会同时关于同一事物为真(因为它们是对立的);同样,‘可能不是’与‘并非可能不是’也绝不会同时关于同一事物为真。类似地,‘是必然的’的否定不是‘必然不是’,而是‘不是必然是’;而‘必然不是’的否定是‘并非必然不是’;‘是不可能的’的否定不是‘不可能不是’,而是‘不是不可能’;‘不可能不是’的否定是‘并非不可能不是’。而且一般而言,正如已经说过的,必须将‘是’与‘不是’设定为底层事物,并且将使它们构成肯定与否定的东西与‘是’和‘不是’结合起来,并且应当认为这些才是对立的言明:可能——不可能,偶然——不偶然,不可能——非不可能,必然——非必然,真实——不真实。” 正如我们所说,他希望通过这些文句考察:应当以何种方式从带有样态的肯定命题中产生否定命题;而在教示真理究竟如何之前,他预先提出并驳斥了人们关于这些命题可能认为似是而非、实则不然的观点,我是指认为在这些命题中产生否定命题的方式与无样态命题相类似。
- 1.49Εἰ γὰρ τῶν συμπλεκομένων αὗται ἀλλήλαις ἀντίκεινται αἱ ἀντιφάσεις, ὅσαι κατὰ τὸ εἶναι καὶ μὴ εἶναι τάττονται
复合条件句的前件引导部分。指示代词 αὗται 被随后的关系从句 ὅσαι κατὰ τὸ εἶναι καὶ μὴ εἶναι τάττονται(“凡是依‘是’与‘不是’排列的那些”)所限定,修饰主语 αἱ ἀντιφάσεις(“矛盾命题”),谓语为 ἀλλήλαις ἀντίκεινται(“彼此对立”)。τῶν συμπλεκομένων 为部分属格,意为“在复合命题中”。
- 1.49συμβαίνει γὰρ ἐκ τούτων ἢ τὸ αὐτὸ φάναι καὶ ἀποφάναι ἅμα κατὰ τοῦ αὐτοῦ, ἢ μὴ κατὰ τὸ εἶναι καὶ μὴ εἶναι τὰ προστιθέμενα γίνεσθαι φάσεις καὶ ἀποφάσεις. εἰ οὖν ἐκεῖνο ἀδύνατον, τοῦτο ἂν εἴη αἱρετόν.
两个并列的带不定式的宾格短语(ἢ τὸ αὐτὸ φάναι... ἢ μὴ ... γίνεσθαι)充当 συμβαίνει 的主语。在后一句中,ἐκεῖνο 指代前一种后果(“关于同一事物同时肯定并否定同一件事”),而 τοῦτο 指代后一种后果(“肯定与否定并非依照作为附加物的‘是’与‘不是’而产生”)。
- 1.49ὅπερ δὲ ἄν τις περὶ αὐτῶν πιθανὸν εἶναι ὑπέλαβεν, οὐκ ὂν ἀληθές, λέγω δὲ τὸ παραπλησίως ταῖς ἄνευ τρόπου προτάσεσι καὶ ἐπὶ τούτων γίνεσθαι τὰς ἀποφάσεις, τοῦτο προλαβὼν διελέγχει
倒装与先行结构(hyperbaton 与 prolepsis)。整个关系从句(ὅπερ... ὑπέλαβεν, οὐκ ὂν ἀληθές)预先充当主句直接宾语 τοῦτο 的指示对象,并通过插入语 λέγω δὲ τὸ ... γίνεσθαι τὰς ἀποφάσεις 进一步阐明这一看法的具体内容。核心句式为 τοῦτο προλαβὼν διελέγχει(“预先提出此点并加以驳斥”)。
