- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:217.28-219.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯总结了关于“唯有/唯独”的讨论,论证了在带有样态的命题中否定词必须与样态本身结合,并计算出《解释篇》中所处理的矛盾对立总数为1,512对(即3,024个命题)。
διὸ τὸν μὲν θεὸν ἀθάνατον μόνως εἶναί φαμεν, τὴν μέντοι λογικὴν ψυχὴν καὶ τὸ κυκλοφορικὸν σῶμα καὶ ἀθάνατα καὶ οὐκ ἀθάνατα, τὸ μὲν ἀπονέμοντες αὐτοῖς διὰ τὴν οὐσίαν τὸ δὲ διὰ τὴν ἐνέργειαν, ἢ καὶ ἄμφω κατὰ τὴν οὐσίαν κατ’ ἄλλην καὶ ἄλλην τοῦ ἀθανάτου σημασίαν· ἀμέλει καὶ ὁ Τίμαιος ἀθανάτοις μὲν ὁμώνυμον προσαγορεύει τὴν λογικὴν οὐσίαν ἡμῶν, οὐ πάμπαν δὲ ἀθάνατα τὰ οὐράνια σώματα. πλὴν οὐδὲ τότε τὸ μόνον ἢ ἀνθ’ οὗ τοῦτο παραλαμβάνεται, τὸ μόνως, πλέον τι ἕξει τῶν πολλῶν καὶ ἀναριθμήτων τρόπων, οἷον τοῦ καλῶς καὶ τοῦ σαφῶς, ὡς παραληφθῆναι πρὸς τὴν νῦν προκειμένην τῶν προτάσεων θεωρίαν. Τίνα δὲ τρόπον ἐκ τῶν προκειμένων καταφάσεων ποιοῦμεν τὰς ἀποφάσεις, ἐπὶ πλέον μὲν παρεπόμενοι τοῖς ὑπὸ τοῦ Ἀριστοτέλους περὶ τούτων λεγομένοις ἐπισκεψόμεθα, νῦν δέ γε τοῦ ἀριθμοῦ τῶν μετὰ τρόπου προτάσεων χάριν διὰ βραχέων ὑπομιμνήσκοντές φαμεν καὶ ἐν ταύταις τῷ κυριωτάτῳ τῶν προτάσεων μορίῳ δεῖν συνταχθῆναι τὴν ἄρνησιν, ἵνα τῆς καταφάσεως ἀναιρεθείσης γένηται ἡ ἀπόφασις. κυριώτατον δὲ μόριον τῶν νῦν προκειμένων ἡμῖν προτάσεων ὁ τρόπος αὐτός, ἀφ’ οὗ καὶ ὀνομάζονται ὡς εἰδοποιοῦντος αὐτάς. ὥστε τῆς ‘Σωκράτη βαδίσαι δυνατόν’ ἔσται ἀπόφασις οὐχ ἡ ‘Σωκράτη μὴ βαδίσαι δυνατόν’ (συναληθεύσει γὰρ οὕτως ἡ ἀντίφασις, ἐπεὶ τὸ ἐνδεχόμενον ἅμα καὶ ἐκβῆναι καὶ μὴ ἐκβῆναι δυνατόν), ἀλλ’ ἡ ‘Σωκράτη βαδίσαι οὐ δυνατόν’, καὶ τῆς ‘Σωκράτη μουσικὸν εἶναι δυνατόν’ οὐχ ἡ ‘Σωκράτη μὴ μουσικὸν εἶναι δυνατόν’ οὐδ’ ἡ ‘Σωκράτη μουσικὸν μὴ εἶναι δυνατόν’, ἀλλ’ ἡ ‘Σωκράτη μουσικὸν εἶναι οὐ δυνατόν’. καὶ τοῦτο εἰκότως· ἐπεὶ γὰρ τὸ δυνατὸν τρόπος, ὁ δὲ τρόπος ποιότητά τινα ὑπάρξεως σημαίνει, δεῖ ἄρα τῆς ὑπάρξεως τῆς αὐτῆς μεσούσης, ἥτις ἐν τοῖς ὑποκειμένοις καὶ κατηγορουμένοις καὶ προσκατηγορουμένοις ὅροις θεωρεῖται, τὴν ποιότητα κρίνεσθαι, εἴτε ἔστιν εἴτε μή, καὶ θετικῶς μὲν λεγομένην κατάφασιν ποιεῖν ἀρνητικῶς δὲ ἀπόφασιν.1 ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν λοιπῶν τρόπων, τοῦ τε ἀναγκαίου καὶ τοῦ ἀδυνάτου· δεῖ γὰρ ἕνα καὶ τὸν αὐτὸν εἶναι κανόνα τῆς ἀντιθέσεως πασῶν τῶν ὁμοειδῶν προτάσεων. τούτων οὖν οὕτως ἐχόντων λέγομεν ὅτι ἀνάγκη τῶν τρόπων ἕκαστον προστίθεσθαι ἢ ταῖς ἐξ ὑποκειμένου καὶ κατηγορουμένου ἢ ταῖς ἐκ τρίτου προσκατηγορουμένου προτάσεσιν. ἀλλὰ τῶν μὲν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου τέσσαρας ἀνάγκη γίνεσθαι διαφοράς (ἢ γὰρ ἄμφω τοὺς ὅρους ὡρισμένους ἕξουσιν, οἷον ‘Σωκράτη βαδίσαι δυνατόν’, ἢ ἄμφω ἀορίστους, οἷον ‘οὐ Σωκράτη μὴ βαδίσαι δυνατόν’, ἢ τὸν ὑποκείμενον ὡρισμένον τὸν δὲ κατηγορούμενον ἀόριστον, ‘Σωκράτη μὴ βαδίσαι δυνατόν’, ἢ ἔμπαλιν, ‘οὐ Σωκράτη βαδίσαι δυνατόν’), τῶν δὲ ἐκ τρίτου προσκατηγορουμένου ὀκτώ· ἢ γὰρ τούς τε ὅρους ἀμφοτέρους καὶ τὸ προσκατηγορούμενον ὡρισμένως ληψόμεθα ἢ πάντα ἀορίστως, ἢ δύο μὲν ὡρισμένως τὸ δὲ λοιπὸν ἀορίστως, ἢ ἔμπαλιν ἓν μὲν ὡρισμένως τὰ δὲ δύο ἀορίστως. ἀλλ’ εἴ τε τὰ δύο ὡρισμένα εἶεν τὸ δὲ ἓν ἀόριστον, τριχῶς συμβήσεται διαπλέκεσθαι τὰς προτάσεις (ἢ γὰρ τὰ πρῶτα δύο ληψόμεθα ὡρισμένα, τὸ ὑποκείμενον λέγω καὶ τὸ κατηγορούμενον, ἢ τὰ ἄκρα, τὸ ὑποκείμενον καὶ τὸ προσκατηγορούμενον, ἢ τὰ ὕστερα, τὸ κατηγορούμενον καὶ τὸ προσκατηγορούμενον), καὶ εἰ τὸ ἓν μόνον ὡρισμένον λαμβάνοιτο, τρεῖς πάλιν συμβαίνει γίνεσθαι προτάσεις, ἢ τοῦ ὑποκειμένου ὡρισμένου ὄντος ἢ τοῦ κατηγορουμένου ἢ τοῦ προσκατηγορουμένου. καὶ δῆλα τῶν ὀκτὼ προτάσεων τὰ παραδείγματα. καθ’ ἕκαστον ἄρα τῶν τρόπων δώδεκα, ὅπερ ἐλέγομεν, συμβαίνει2 γίνεσθαι τὰς καθ’ ἕκαστα ἀντιφάσεις, τοσαύτας δὲ δηλονότι καὶ τὰς ἀπροσδιορίστους καὶ ἔτι τὰς καθόλου καὶ τὰς κατὰ μέρος, πάσας δὲ ἅμα τεσσαράκοντα καὶ ὀκτώ. τριπλασιάσαντες οὖν ταύτας διὰ τὴν κατὰ τοὺς χρόνους τῶν κατηγορουμένων διαφορὰν καὶ πάλιν τὰς γενομένας διὰ τὰς ὕλας τριπλασιάσαντες καθ’ ἕκαστον τῶν τρόπων εὑρήσομεν τετρακοσίας τριάκοντα καὶ δύο γινομένας ἀντιφάσεις. τῶν οὖν κυριωτάτων τρόπων τριῶν ὄντων, διότι τὸ δυνατὸν ἢ τῷ ἐνδεχομένῳ μόνῳ συντρέχει ἢ ἐκτείνεται καὶ ἐπὶ τὸ ἀναγκαῖον, οὐ μὴν ἔξω πίπτει τῶν εἰλημμένων τριῶν τρόπων, συμβαίνει πάσας τὰς μετὰ τρόπου ἀντιφάσεις γίνεσθαι τὸν ἀριθμὸν χιλίας διακοσίας ἐνενήκοντα ἕξ. ἐδείκνυμεν δὲ πρότερον τὰς μὲν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου ἑβδομήκοντα καὶ δύο οὔσας, τὰς δὲ ἐκ τρίτου προσκατηγορουμένου ἑκατὸν τεσσαράκοντα καὶ τέσσαρας· ἅμα ἄρα πᾶσαι αἱ ἐν τῷ Περὶ ἑρμηνείας παραδεδομέναι ἀντιφάσεις ἔσονται χίλιαι πεντακόσιαι δέκα καὶ δύο. προτάσεις δὲ δηλονότι διπλάσιαι τούτων. πᾶσιν οὖν τοῖς προτεθεῖσιν ἐπελθόντες αὐτὴν λοιπὸν τὴν λέξιν τοῦ Ἀριστοτέλους ἐπισκεψώμεθα.
正因如此,我们说上帝“唯独是不朽的”,但理性灵魂与作圆周运动的身体却“既是不朽的又不是不朽的”,我们将前者由于其本质分配给它们,将后者由于其活动分配给它们,或者按照“不朽”的不同涵义将两者都依照本质分配给它们;实际上,《蒂迈欧篇》也将我们的理性本质称为与不朽诸神“同名”,并指出天体“绝非完全不朽”。不过即便在此时,“唯有”或用以代替它的“唯独”,也不比那许多不可胜数的样态(诸如“良好地”与“明晰地”)具有更多资格,以至于被纳入当前关于命题的考察中。 至于我们以何种方式从当前的肯定命题构成否定命题,我们将随着亚里士多德就此所说的话在后面作更详尽的考察;但眼下为了带有样态命题的数目起见,我们作一简要的提示并断言:在这些命题中,否定词也必须与命题中最具支配性的部分相结合,以便在肯定命题被消除后形成否定命题。而在我们当前面对的命题中,最具支配性的部分就是样态本身,命题正是依其作为自身的种差而命名的。因此,“苏格拉底行走是可能的”的否定命题,并不是“苏格拉底不行走是可能的”(因为如果是这样,矛盾命题就会同时为真,既然偶然而可能的事物同时能够发生也能够不发生),而是“苏格拉底行走不是可能的”;而“苏格拉底有教养是可能的”的否定命题,既不是“苏格拉底无教养是可能的”,也不是“苏格拉底并非有教养是可能的”,而是“苏格拉底有教养不是可能的”。这是合乎情理的:因为既然可能是一种样态,而样态表示属实的某种性质,那么在主词、谓词以及附加谓词诸项中被观察到的同一属实作为中介时,就必须判定该性质是存在还是不存在,并且当肯定地言说时构成肯定命题,否定地言说时构成否定命题。同样的道理也适用于其余的样态,即必然与不可能;因为同类的所有命题的对立必须具有同一个规则。 既然如此,我们就断言:各样态必然或者附加于由主词与谓词构成的命题,或者附加于带有第三附加谓词的命题。然而,由主词与谓词构成的命题必然产生四种区别(因为要么两项都是确定的,如“苏格拉底行走是可能的”;要么两项都是不确定的,如“非苏格拉底不行走是可能的”;要么主词确定而谓词不确定,“苏格拉底不行走是可能的”;要么反过来,“非苏格拉底行走是可能的”);而带有第三附加谓词的命题则有八种:因为我们要么把两项和附加谓词都确定地取用,要么全都不确定地取用;要么确定地取用两项而其余一项不确定地取用,要么反过来确定地取用一项而其余两项不确定地取用。但是,如果两项确定而一项不确定,命题将以三种方式交织产生(因为我们要么取前两项为确定,我是指主词与谓词;要么取两端之项,即主词与附加谓词;要么取后两项,即谓词与附加谓词);如果仅有一项被取为确定,同样会因主词确定、谓词确定或附加谓词确定而产生三个命题。这八种命题的实例是显而易见的。因此,在每一个样态下,正如我们所说,会产生十二个个别的矛盾对立,无限定的显然也有同样多数,此外全称的与特称的亦然,总共为四十八个。于是,由于谓词时态的区别将这些乘以三,再由于质料的区别将所得乘以三,我们将发现在每个样态下产生四百三十二个矛盾对立。既然最具支配性的样态有三个——因为可能要么仅与偶然重合,要么也扩展至必然,但绝不落在所取的三个样态之外——结果带有样态的全部矛盾对立在数目上为一千二百九十六个。而我们此前已经证明:由主词与谓词构成的矛盾对立有七十二个,带有第三附加谓词的矛盾对立有一百四十四个;因此,《解释篇》中所传授的全部矛盾对立总共将是一千五百一十二个。而命题的数目显然是这一数目的两倍。既然我们已经讨论了全部被提出的论题,那么接下来就让我们来考察亚里士多德本人的文句吧。
- 1.48δεῖ ἄρα τῆς ὑπάρξεως τῆς αὐτῆς μεσούσης, ἥτις ἐν τοῖς ὑποκειμένοις καὶ κατηγορουμένοις καὶ προσκατηγορουμένοις ὅροις θεωρεῖται, τὴν ποιότητα κρίνεσθαι, εἴτε ἔστιν εἴτε μή, καὶ θετικῶς μὲν λεγομένην κατάφασιν ποιεῖν ἀρνητικῶς δὲ ἀπόφασιν
这是由非人称动词 δεῖ 所支配的受格不定式结构,其中 τὴν ποιότητα 为受格主语,κρίνεσθαι 为不定式。τῆς ὑπάρξεως τῆς αὐτῆς μεσούσης 为独立属格结构(伴随情况),表示作为中介的属实保持同一,关系代词从句 ἥτις... θεωρεῖται 修饰其先行词 ὑπάρξεως。其后的分词短语 θετικῶς μὲν λεγομένην ... ἀρνητικῶς δὲ 与受格主语 τὴν ποιότητα 在性数格上一致,作状语分词(时间/条件),同时 τὴν ποιότητα 也是不定式 ποιεῖν 的逻辑主语。
- 1.48τῶν οὖν κυριωτάτων τρόπων τριῶν ὄντων, διότι τὸ δυνατὸν ἢ τῷ ἐνδεχομένῳ μόνῳ συντρέχει ἢ ἐκτείνεται καὶ ἐπὶ τὸ ἀναγκαῖον, οὐ μὴν ἔξω πίπτει τῶν εἰλημμένων τριῶν τρόπων, συμβαίνει
τῶν οὖν κυριωτάτων τρόπων τριῶν ὄντων 是在主句动词 συμβαίνει 之前表示原因的独立属格结构。由 διότι 引导的原因从句嵌入其中以解释为何有三种主要样态:从句主语 τὸ δυνατὸν 支配两个析取的谓词(συντρέχει 与 ἐκτείνεται),并由 οὐ μὴν ἔξω πίπτει... 作进一步补充,说明“可能”不超出所列三种样态的范围,随后才回到主句主动词 συμβαίνει。
