← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§216.1-217.28

实然属于与限定词唯有是否属于样态的辨析

阿摩尼奥驳斥了将实然属于视为样态的注解家观点,论证它构成了无样态命题的种差。随后他指出“唯有”原则上并非样态,而是将主词与其他事物区分开来的复合限定词,只有在副词性使用(“单独地”)时才能作为修饰谓词的样态。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.48#2

δοκοῦσι δέ μοι παντάπασιν ἁμαρτάνειν τῆς τε ἀληθείας καὶ τῆς τοῦ Ἀριστοτέλους διανοίας· οὐ γάρ ἐστιν ὅλως τρόπος τὸ ὑπάρχειν, ἀλλὰ τῶν προτάσεων διῃρημένων εἴς τε τὰς ἄνευ τρόπου καὶ τὰς μετὰ τρόπου τὸ ὑπάρχειν εἰδοποιεῖν φημι τὰς ἄνευ τρόπου προτάσεις,1 ἀποβλέπων εἴς τε τὴν παραδεδομένην πρότερον διδασκαλίαν τῆς ἀντιθέσεως τῶν ἄνευ τρόπου ἀποφάσεων πρὸς τὰς καταφάσεις, ἐν οἷς ἔλεγεν “ἐπεὶ δὲ ἔστι καὶ τὸ ὑπάρχον ἀποφαίνεσθαι ὡς μὴ ὑπάρχον” καὶ τὰ ἑξῆς τούτοις, κατὰ τὸ ὑπάρχειν καὶ μὴ ὑπάρχειν τὰς ἀντιθέσεις ἐκείνων τῶν προτάσεων γίνεσθαι ἀποφαινόμενος, ταὐτὸν δὲ εἰπεῖν, κατὰ τὸ εἶναι καὶ μὴ εἶναι, καθ’ ὃ λέγεται σαφῶς καὶ ἐν τούτοις ἡ ἀντιφατικὴ ἀντίθεσις γίνεσθαι τῶν ἄνευ τρόπου πασῶν προτάσεων, εἴτε ἐνεργείᾳ τὸ ἔστιν ἔχοιεν εἴτε καὶ δυνάμει, τῶν μετὰ τρόπου μὴ ἀνεχομένων τῆς τοιαύτης ἀντιθέσεως ἀλλὰ κατὰ τοὺς τρόπους αὐτοὺς ἀλλήλαις ἀντιτιθεμένων· διὸ καὶ ὁ Ἀριστοτέλης ἐν τούτῳ τῷ κεφαλαίῳ παραδοῦναι προθέμενος τὰς μετὰ τρόπου προτάσεις τοῦτο πρῶτον ἠξίωσε ζητεῖν περὶ αὐτῶν, τίς ὁ τρόπος τῆς ἀντιφατικῆς αὐτῶν ἀντιθέσεως, ὡς οὔτε εἰπών τι πρότερον περὶ τρόπων οὔτε τοῦ ὑπάρχειν καὶ μὴ ὑπάρχειν κοινόν τι πρὸς τοὺς τρόπους ἐχόντων. διά τε οὖν ταῦτα τὸ ὑπάρχειν οὐ δοκεῖ μοι τρόπος τις εἶναι, καὶ ὅτι αὐτὸ τοῦτο τρόπον εἶναί φαμεν τὸν σημαίνοντα ὅπως ὑπάρχει τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ (πῶς οὖν ἔχει λόγον τὸ ὑπάρχειν αὐτὸ τρόπον ὀνομάζειν τὸν δηλωτικὸν τῆς τοῦ ὑπάρχειν ποιότητος;), καὶ ὅτι τήν τε προκειμένην περὶ τῶν προτάσεων πραγματείαν καὶ τὴν ἐν τοῖς Ἀναλυτικοῖς περὶ τῶν συλλογισμῶν ἀτελῆ εἶναι ὁμολογήσομεν, μήτε ἐν τούτοις ἅπαντας τοὺς καθόλου καὶ πραγματειώδεις τρόπους παρειλῆφθαι λέγοντες μήτε ἐν ἐκείνοις ἐκ πασῶν τῶν προτάσεων παραδεδόσθαι τῶν συλλογισμῶν τὰς γενέσεις, ἀλλ’ ἐκ μόνων τῶν μετὰ τρόπου, καίτοι τοῦ Ἀριστοτέλους ἁπασῶν ἁπλῶς τῶν προτάσεων ποιουμένου τὴν διαίρεσιν ἐν ἐκείνοις, δι’ ὧν φησιν “ἐπεὶ δὲ πᾶσα πρότασίς ἐστιν ἢ τοῦ ὑπάρχειν ἢ τοῦ ἐξ ἀνάγκης ὑπάρχειν ἢ τοῦ ἐνδέχεσθαι ὑπάρχειν”. Τοῦτο μὲν οὖν ἔκ τε τῶν εἰρημένων ἐναργῶς, οἶμαι, ἀποδέδεικται καὶ διὰ πλειόνων ἔτι συλλογίζεσθαι δυνατόν. οὐ μὴν ἀλλ’ οὐδὲ τὸ μόνον, ὁπόταν λέγωμεν ‘μόνον τὸ ζῷον αἰσθητικόν’ ἢ ‘μόνον βαδιστικόν’, τρόπος ἂν εἴη τις, ὥσπερ φασί τινες (οὐ γὰρ ἂν συνεπλέκετο τῷ ὑποκειμένῳ), ἀλλὰ μᾶλλον προσδιορισμός· οὐ μέντοι ἁπλοῦς, λέγω δὲ καταφατικός τις ἢ ἀποφατικός,2 οὐδὲ τινὶ ὑποκειμένῳ, εἴτε ὡρισμένῳ εἴτε ἀορίστῳ, προσαρμόττεσθαι δυνάμενος, ὥσπερ τῶν παρειλημμένων πρὸς τὴν θεωρίαν τῶν προτάσεων τεττάρων προσδιορισμῶν ἕκαστος, ἀλλ’ ἐνεργείᾳ μὲν περὶ ἑνὸς τοῦ ἐν τῇ προτάσει λεγομένου τὴν ἀπόφανσιν ποιούμενος, δυνάμει δὲ καὶ περὶ τῶν ἄλλων, τῶν τε ὄντων καὶ τῶν μὴ ὄντων, διὸ καὶ σύμμικτος ἔκ τε τοῦ ἑτέρου τῶν καταφατικῶν προσδιορισμῶν καὶ μόνου τοῦ καθόλου τῶν ἀποφατικῶν· ὁ γὰρ εἰπὼν ‘μόνον τὸ ζῷον αἰσθητικόν’ ἢ ‘μόνον βαδιστικόν’ οὐδὲν ἄλλο σημαίνει ἢ ὅτι τῷ μὲν ζῴῳ ὑπάρχει τὸ κατ’ αὐτοῦ κατηγορούμενον ἤτοι παντί, ὡς τὸ αἰσθητικόν, ἢ τινί, ὡς τὸ βαδιστικόν, οὐδενὶ δὲ ἄλλῳ παρὰ τὸ ζῷον ὑπάρχει. ὥστ’ οὐδὲ μία κυρίως ἡ τοιαύτη πρότασις, ἅτε προφανῶς πλείοσι χρωμένη τοῖς ὑποκειμένοις, τῷ τε ζῴῳ καὶ τῷ μὴ ζῴῳ, καὶ τὸ αὐτὸ τοῦ μὲν ἑτέρου τούτων καταφάσκουσα καθόλου ἢ κατὰ μέρος τοῦ δὲ ἑτέρου καθόλου ἀποφάσκουσα. καὶ διὰ ταῦτα οὐκ ἀνάγκη τὸ τοῦ κατηγορουμένου καθόλου κατηγορούμενον, οἷον τὸ ἔμψυχον, ὁπόταν λέγωμεν ‘πᾶν αἰσθητικὸν ἢ πᾶν βαδιστικὸν ἔμψυχον’, μόνου πάλιν κατηγορεῖσθαι τοῦ ἐν τῇ ἐξ ἀρχῆς προτάσει ληφθέντος ὑποκειμένου· κατηγορεῖσθαι μὲν γὰρ αὐτὸ τοῦ ζῴου ἀνάγκη κατὰ τὸν πρῶτον ἢ τὸν τρίτον τρόπον τοῦ πρώτου σχήματος, οὐ μέντοι καὶ μόνου· ἀποφάσκεσθαι γὰρ τῶν παρὰ τὸ ζῷον οὐκέτι ἀνάγκη, ἅτε ἀποφατικῆς τῆς ἐλάττονος προτάσεως γινομένης.3 κυρίως μὲν οὖν λαμβανόμενον τὸ μόνον, τοῦτο δέ ἐστιν ὡς ὄνομα, καθ’ ὁποῖον ἂν λέγηται τῶν τριῶν γενῶν, οὐ τρόπος ἀλλ’, ὥσπερ εἴρηται, προσδιορισμὸς καὶ συμπλέκεται τῷ ὑποκειμένῳ διάκρισιν αὐτοῦ πρὸς τὰ ἄλλα πάντα τὰ παρ’ αὐτὸ δηλοῦν (καὶ γὰρ εἰ φαίνοιτο καὶ μετὰ τοῦ κατηγορουμένου ποτὲ λεγόμενον, ὡς ἐπὶ τοῦ ‘Σωκράτης μόνον τριβώνιον ἠμφίεσται’, παραπλήσιον καὶ τοῦτο ἕξει τοῖς ἁπλοῖς προσδιορισμοῖς, ὡς ἐν τῷ ‘πᾶς ἄνθρωπος πάσης ἐπιστήμης ἐστὶ δεκτικός’), εἰ μέντοι ἐπιρρηματικῶς λέγοιτο, ταὐτὸν δυνάμενον τῷ μόνως, τότε δὲ τρόπος οὐ τῷ ὑποκειμένῳ συνδυαζόμενος ἀλλὰ τῷ κατηγορουμένῳ καὶ σημαίνων τὸ εἰλικρινῶς αὐτοῦ τὸ ὑποκείμενον μετέχειν, ἀλλὰ μὴ σὺν τῷ ἀντικειμένῳ.

然而在我看来,他们无论对于真理还是对于亚里士多德的原意都全然犯了错误;因为属实根本就不是一种样态。相反,在命题被划分为无样态命题和带有样态命题之后,我主张属实构成了无样态命题的种差。这是考虑到此前所讲授的无样态否定对肯定的对立学说,在其中他说“由于也有可能把属于的东西表述为不属于”及紧随其后的内容,指出那些命题的对立是依照属实与不属实而发生的;换句话说,是依照是与不是而发生的,在这里,所有无样态命题的矛盾对立也都被明确说成是依此发生的,无论它们现实地还是潜能地带有“是”;而带有样态的命题则不容纳这样的对立,而是依照样态本身相互对立。正因如此,亚里士多德在这一章中打算讲授带有样态的命题时,首先认为应当考察关于它们的这一点:即它们的矛盾对立的方式是什么;因为他此前既未就样态谈论过任何东西,属实与不属实与诸样态也毫无共同之处。因此,由于这些原因,属实并不被我认为是某种样态;而且因为我们所说的样态正是指表示谓词如何属于主词的语词(那么,把属实本身称为显示属实性质的样态,又何合道理呢?);并且因为我们将不得不承认,无论当前关于命题的论著,还是在《分析篇》中关于三段论的论著,都是残缺不全的,因为我们不得不说:不仅这里没有囊括全部普遍且具有实在意义的样态,而且那里三段论的生成也不是从所有命题中、而只是从带有样态的命题中被传授的,尽管亚里士多德在那里通过他说“由于每个命题要么是关于属实的,要么是关于必然属实的,要么是关于可能属实的”这些话,对全然所有的命题作出了划分。那么,这一点我认为不仅从所说的话中已清楚证明,而且还可以通过更多的论据进行推导。 不仅如此,当我们说“唯有动物是有感觉的”或“唯有[动物]是能行走的”时,“唯有”也不可能是某种样态,正如某些人所主张的那样(因为如果是这样,它就不会与主词结合在一起了),而宁可说是一种限定词。不过它不是一个单纯的限定词,我是指某种肯定或否定的限定词,也不能适用于任何确定的或不确定的主词,不像为命题理论所采用的四种限定词中的每一种那样;而是在现实上对命题中所述的一个主词作出陈述,但在潜能上也对其他事物、无论存在还是不存在的事物作出陈述;因此它是由两种肯定限定词之一与否定限定词中唯独全称的那一个复合而成的。因为说“唯有动物是有感觉的”或“唯有〔动物〕是能行走的”人,无非是在表示:对它所述说的东西或者全称地属于动物(如感觉),或者特称地属于动物(如能行走),但绝不属于动物之外的任何其他事物。因此,这样的命题甚至不能严格地算作一个命题,因为它显然使用了多个主词,即动物和非动物,并把同一种性质对其中一个全称或特称地加以肯定,而对另一个全称地加以否定。正因如此,对于全称地述说该谓词的性质,例如当我们说“凡有感觉的或凡能行走的都是有灵魂的”时的“有灵魂”,并没有必然性再次仅对最初命题中所取的主词进行述说;因为按照第一格的第一式或第三式,它必然被述说于动物,却并不必然仅被述说于它;因为由于小前提变为了否定命题,便不再有必然性否定于动物之外的事物了。因此,严格意义上被理解的“唯有”,也就是无论按三种性中的哪一种被言说的作为名词的“唯有”,不是样态,而是如前所述的限定词,并且与主词结合,显示其与主词之外的所有其他事物的区别(因为即使它有时似乎与谓词连用,如在“苏格拉底仅穿着一件粗斗篷”中,这也将类似于单纯的限定词,如同在“每个人都能够接受一切知识”中一样);然而,如果它是作为副词被言说,具有与“单独地”相同的力量,那么它就是一种样态,不再与主词结合,而是与谓词结合,表示主词纯粹地分有它,而不是与其对立面一同分有它。

语法注3 条
  1. 1.48τὸ ὑπάρχειν εἰδοποιεῖν φημι τὰς ἄνευ τρόπου προτάσεις

    在带不定式的宾格结构中,τὸ ὑπάρχειν 是不定式意义上的主语,τὰς ἄνευ τρόπου προτάσεις 则是及物不定式 εἰδοποιεῖν(构成种差、赋以种的形式)的直接宾语。

  2. 1.48οὐ μέντοι ἁπλοῦς, λέγω δὲ καταφατικός τις ἢ ἀποφατικός

    修饰前文的表语 προσδιορισμός(限定词),οὐ μέντοι ἁπλοῦς 是省略了名词的形容词短语,而插入句 λέγω δὲ(“我是指……”)紧接着阐明它在何种意义上“并非单纯”(即并非单纯为肯定或否定之一)。

  3. 1.48ἅτε ἀποφατικῆς τῆς ἐλάττονος προτάσεως γινομένης

    由 ἅτε 引导的原因性独立属格结构(“由于小前提变为了否定命题”)。它在句法上解释了为何无法对非动物事物得出否定结论,这是基于第一格三段论中小前提必须为肯定的逻辑规则。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:216.1-217.28