- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:214.1-216.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
基于亚里士多德《解释篇》第12章开头的段落(Bekker 21a34),阿摩尼乌斯展开了对样态命题理论的引论,梳理了样态的定义、数目与选择理由、内在质料与外加样态的区别、其对真值的影响以及实然样态的归属问题。
" Τούτων δὲ διωρισμένων σκεπτέον ὅπως ἔχουσιν αἱ ἀποφάσεις καὶ καταφάσεις πρὸς ἀλλήλας αἱ τοῦ δυνατὸν εἶναι καὶ μὴ δυνατὸν καὶ ἐνδεχόμενον καὶ μὴ ἐνδεχόμενον, καὶ περὶ τοῦ ἀδυνάτου τε καὶ ἀναγκαίου· ἔχει γὰρ ἀπορίας τινάς." Λειπομένης ἔτι πρὸς τὴν παντελῆ θεωρίαν τῶν κατὰ τήνδε τὴν πραγματείαν ἡμῖν προκειμένων τῆς ἐπισκέψεως τῶν μετὰ τρόπου προτάσεων, ταύτην παραδίδωσιν ὁ Ἀριστοτέλης ἐν τούτῳ τῷ τετάρτῳ τοῦ βιβλίου κεφαλαίῳ, δύο μόνα ταῦτα θεωρήματα διδάσκων ἡμᾶς περὶ αὐτῶν, τόν τε τρόπον τῆς ἀντιθέσεως τῶν ἀποφάσεων πρὸς τὰς καταφάσεις καὶ ἔτι τὴν ἀκολουθίαν τῶν κατὰ τοὺς διαφέροντας τρόπους προτάσεων. ἡμᾶς δέ, εἰ μέλλοιμεν διηρθρωμένην ἔχειν τὴν τῶν νῦν παραδιδομένων προτάσεων γνῶσιν καὶ ῥᾷον παρακολουθεῖν τοῖς ὑπὸ τοῦ φιλοσόφου περὶ αὐτῶν λεγομένοις, προλαβεῖν χρὴ τῆς τῶν ῥητῶν ἐξηγήσεως1 τί τέ ἐστι τρόπος καὶ εἰ πεπερασμένος αὐτῶν ὁ ἀριθμὸς καὶ ἡμῖν γνώριμος, πόσους τε καὶ ποίους ἐκλέγεται τρόπους ὁ Ἀριστοτέλης πρὸς τὴν διδασκαλίαν τῶνδε τῶν προτάσεων καὶ διὰ τίνα αἰτίαν τούτους καὶ οὐκ ἄλλους, καὶ πῇ τῶν καλουμένων ὑλῶν διαφέρουσιν οἱ παραλαμβανόμενοι τρόποι τοῖς ὀνόμασιν αὐτῶν ὀνομαζόμενοι,2 καὶ εἰ μηδεὶς παραλέλειπται τρόπος τῶν ὀφειλόντων ἐν τῇ προκειμένῃ τῶν προτάσεων θεωρίᾳ παραληφθῆναι, τίνα τε τρόπον ἐπὶ τῶν τοιούτων προτάσεων ἐκ τῶν καταφάσεων ποιοῦμεν τὰς ἀποφάσεις, ὅπερ ἔφαμεν πρῶτον ἐπισκέψασθαι περὶ αὐτῶν τὸν Ἀριστοτέλην, καὶ ἐπὶ πᾶσι πῶς ἂν ἐκ διαιρέσεως ἕλοιμεν καὶ τούτων τῶν προτάσεων πασῶν τὸν ἀριθμόν. Τρόπος μὲν οὖν ἐστι φωνὴ σημαίνουσα ὅπως ὑπάρχει τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ, οἷον τὸ ταχέως, ὅταν λέγωμεν ‘ἡ σελήνη ταχέως ἀποκαθίσταται’, ἢ τὸ καλῶς ἐν τῷ ‘Σωκράτης καλῶς διαλέγεται’, ἢ τὸ πάνυ ἐν τῷ ‘Πλάτων Δίωνα πάνυ φιλεῖ’, ἢ τὸ ἀεὶ ἐν τῷ ‘ὁ ἥλιος ἀεὶ κινεῖται’. ἀριθμὸς δὲ αὐτῶν φύσει μὲν οὐκ ἔστιν ἄπειρος, οὐ μὴν δὲ περιληπτός γε ἡμῖν, ὥσπερ οὐδὲ ὁ τῶν καθόλου ὑποκειμένων ἢ κατηγορουμένων, ἀναριθμήτων δὲ αὐτῶν ὄντων.3 τέτταρας δὲ μόνους ὁ Ἀριστοτέλης παραλαμβάνει πρὸς τὴν θεωρίαν τῶν μετὰ τρόπου προτάσεων, τὸν ἀναγκαῖον τὸν δυνατὸν τὸν ἐνδεχόμενον καὶ ἐπὶ τούτοις τὸν ἀδύνατον, ὡς ὄντας καθολικωτάτους τε καὶ αὐτῇ τῇ φύσει τῶν πραγμάτων οἰκειοτάτους. τίνα μὲν οὖν διαφορὰν ἔχειν βούλεται τὸ δυνατὸν πρὸς τὸ ἐνδεχόμενον, καὶ ὅτι τὸ κυρίως δυνατὸν ὀνόματι μόνον διαφέρει τοῦ ἐνδεχομένου, τὸ δέ γε ἁπλῶς δυνατὸν ἐπὶ πλέον λέγεται τοῦ κυρίως ἐνδεχομένου, διὰ τῶν ἑξῆς αὐτοῦ διδάσκοντος ἡμᾶς τοῦ Ἀριστοτέλους εἰσόμεθα. νῦν δέ γε ὡς τῶν αὐτῶν ὄντων ἐπισκεψώμεθα πῇ διοίσουσιν οἱ τρόποι τῶν ὑλῶν, ἐπεὶ καὶ ταύτας διῃροῦμεν εἰς τὴν ἀναγκαίαν καὶ ἀδύνατον καὶ ἐνδεχομένην. ῥητέον οὖν ὅτι τὰς μὲν ὕλας ἐν αὐτῇ φαμεν θεωρεῖσθαι τῇ φύσει τῶν ἐν τῇ προτάσει παραληφθέντων πραγμάτων (πᾶσα γὰρ ἀνάγκη τὸ κατηγορούμενον ἢ ἀεὶ ὑπάρχειν τῷ ὑποκειμένῳ ἢ μηδέποτε ἢ ποτὲ μὲν ποτὲ δὲ μή, διὸ καὶ καλεῖσθαι αὐτὰς ὕλας ἐλέγομεν ὡς ἄνευ τούτων μηδὲ τὴν ἀρχὴν ὑποστῆναι τῶν προτάσεων δυναμένων), τοὺς δέ γε τρόπους ἐν αὐτῷ τῷ ἐκφωνεῖσθαι παρ’ ἡμῶν καὶ ἔξωθεν προστίθεσθαι τοῖς συμπληροῦσι τὴν πρότασιν ὅροις τὴν ὑπόστασιν ἔχειν φαμέν. διὸ πολλάκις συμβαίνει τὴν πρότασιν παρὰ τὴν ὕλην ἀληθεύουσαν διὰ τὸν τρόπον τὸν προστιθέμενον ψεύδεσθαι· ἡ μὲν γὰρ λέγουσα πρότασις ‘ὁ ἥλιος κινεῖται’ ἀληθής, ἡ δὲ προστιθεῖσα τὸ ἐνδεχομένως καὶ λέγουσα ὅτι κινεῖται ἐνδεχομένως διὰ τὸν τρόπον μόνον ψευδής. οὕτω δὲ καὶ τὴν ‘Σωκράτης ὑγιαίνει’ ἢ ‘λευκός ἐστι’ πρότασιν ἀληθῆ ἐνίοτε οὖσαν ὁ ἐξ ἀνάγκης τρόπος προστεθεὶς ἐποίησε ψευδῆ, ὅταν εἴπωμεν ‘Σωκράτη ὑγιαίνειν ἀναγκαῖον’ ἢ ‘λευκὸν εἶναι ἀναγκαῖον’· μὴ γάρ τοι νομίσῃς ὅτι μόνους χρὴ τοὺς οἰκείους ταῖς ὕλαις τρόπους ταῖς προτάσεσι προστιθέναι· ὥσπερ γὰρ ἑκάστου τῶν ὑποκειμένων ἔξεστι μὲν κατηγορεῖν ὅ τι τις βούλεται, γίνονται δὲ τῶν προτάσεων αἱ μὲν ἀληθεῖς αἱ δὲ ψευδεῖς, οὕτω δὲ καὶ τῇ ἄνευ τρόπου προτάσει προστιθέναι μὲν ἔξεστιν ὃν ἂν βούληταί τις προσαρμόττειν τρόπον, ἀλλὰ τὰς προτάσεις ὁτὲ μὲν ἀληθεῖς ὁτὲ δὲ ψευδεῖς γίνεσθαι συμβαίνει. Τούτων δὲ φανερῶν ὄντων ἑξῆς ἐπισκεψώμεθα πότερον ἔστι τις καὶ ἄλλος παρὰ τούτους τρόπος, συγγενὴς μὲν τοῖς εἰρημένοις καὶ ἐν ἄλλοις ὑπὸ τοῦ Ἀριστοτέλους ἐν τῇ τῶν προτάσεων θεωρίᾳ παρειλημμένος ἐν δὲ τῇ νυνὶ προκειμένῃ πραγματείᾳ παραλελειμμένος, ἢ οὐδαμῶς· ἀξιοῦσι μὲν γὰρ οἱ πλεῖστοι τῶν ἐξηγητῶν τοῦ Ἀριστοτέλους τοῦτον εἶναι τὸν ὑπάρχοντα καὶ ἐν τοῖς Ἀναλυτικοῖς πρὸ τοῦ ἀναγκαίου καὶ τοῦ ἐνδεχομένου κατηριθμημένον.
“在这些规定之后,必须考察关于可能与并非可能、偶然与并非偶然的否定与肯定彼此处于何种关系,以及关于不可能与必然的情况;因为这包含着某些疑难。” 对于本论著中所设定的课题的完整考察而言,由于对带有样态的命题的探讨仍有遗留,亚里士多德便在本书的这第四章中讲授此点,关于它们仅教导我们这两条定理:即否定相对于肯定的对立方式,以及依照不同样态的命题之间的承接关系。但对于我们而言,如果我们想要对现在所讲授的命题拥有条理清晰的知识,并更容易地理解哲学家关于它们所说的话,就必须在解释文句之前预先掌握:何为样态;它们的数目是否有限并为我们所知;亚里士多德为了这些命题的教学选拔了多少种以及何种样态,又因何种缘故选拔了这些而非其他样态;所采用的样态用所谓质料的名称来命名,究在何种意义上与质料有所不同;在所提出的命题理论中应当采用的样态是否有任何被遗漏;在这样的命题中我们以何种方式由肯定形成否定(正如我们所说,这是亚里士多德关于它们首要考察的);以及最后,我们如何通过划分也能把握所有这些命题的数目。那么,样态就是表示谓词如何属于主词的语词,例如当我们说“月亮迅速复归”时的“迅速”,或“苏格拉底精彩地辩论”中的“精彩地”,或“柏拉图非常喜爱狄翁”中的“非常”,或“太阳始终运动”中的“始终”。它们的数目按本性而言固然并非无限,然而对于我们而言却并非可以总揽把握的,正如普遍的主词或谓词的数目一样,它们都是无数的。但亚里士多德为了带有样态的命题的理论只选取了四种:必然的、可能的、偶然的,以及此外的不可能的,因为它们是最普遍的,且与事物的本性本身最为贴近。至于他认为可能与偶然之间究竟有何区别,以及本义的可能与偶然仅仅在名称上有别,而单纯的可能比起本义的偶然在外延上更广,我们将通过亚里士多德随后亲自对我们的教导而知晓。但现在,暂且将它们视为同一,让我们来考察诸样态在何种意义上与诸质料不同,因为我们此前也把质料划分为必然的、不可能的和偶然的。因此应当说,我们主张质料是在命题中所选取的诸事物的本性本身中被考察的(因为谓词要么始终属于主词,要么绝不属于,要么有时属于有时不属于,这是全无例外的必然,因此我们也说过它们被称为质料,因为没有它们,命题从根本上就无法成立);而我们主张,诸样态则是在由我们发声并从外部附加于构成命题的诸词项本身之中拥有其存立。因此往往发生的是,一个依其质料而言为真的命题,却因所附加的样态而成假的:因为说“太阳运动”的命题是真的,但附加了“偶然地”并说它偶然地运动的命题,仅仅由于样态便是假的。同样,“苏格拉底健康”或“是白的”命题有时是真的,但附加了必然性的样态后,当我们说“苏格拉底必然健康”或“必然是白的”时,它便使其成为假的;因为绝不要以为只应当将适合于质料的样态附加于命题;正如对每个主词允许述说人们所意愿的任何谓词,而命题有的变真、有的变假一样,对无样态的命题也允许附加人们意愿适配的任何样态,但结果是命题有时变真、有时变假。在这些明白之后,接下来让我们考察:除了这些之外,是否还存在某种其他的样态,它与所说的样态同类,并在其他著作中由亚里士多德在命题理论中采用,却在当前所设定的本论著中被省略了,或者全然没有;因为亚里士多德的大多数注解家都主张,这就是实然属于的样态,它在《分析篇》中被列在必然与偶然之前。
- 1.48ἡμᾶς δέ, εἰ μέλλοιμεν διηρθρωμένην ἔχειν τὴν τῶν νῦν παραδιδομένων προτάσεων γνῶσιν καὶ ῥᾷον παρακολουθεῖν τοῖς ὑπὸ τοῦ φιλοσόφου περὶ αὐτῶν λεγομένοις, προλαβεῖν χρὴ τῆς τῶν ῥητῶν ἐξηγήσεως
句首的 ἡμᾶς 是非人称动词 χρή 的逻辑主语(宾格),越过插入的条件从句 εἰ μέλλοιμεν... 与主要动词 χρή 及不定词 προλαβεῖν 发生关联。属格 τῆς τῶν ῥητῶν ἐξηγήσεως 是由 προλαβεῖν 中的前缀 προ- 所支配的表示在先或分离的属格(“在文句解释之前”)。随后由间接疑问句构成的长列(τί τέ ἐστι ... πῶς ἂν ... ἕλοιμεν)整体充当 προλαβεῖν 的内容宾语,形成跨度较大的倒置悬垂结构。
- 1.48πῇ τῶν καλουμένων ὑλῶν διαφέρουσιν οἱ παραλαμβανόμενοι τρόποι τοῖς ὀνόμασιν αὐτῶν ὀνομαζόμενοι
属格 τῶν καλουμένων ὑλῶν 是动词 διαφέρουσιν 所要求的表示分离或比较的属格(“在何种意义上与所谓质料不同”)。与格短语 τοῖς ὀνόμασιν αὐτῶν 充当修饰分词 ὀνομαζόμενοι 的方式或工具与格,其中 αὐτῶν 指代前文的 ὑλῶν(“以质料的名称被命名”)。
- 1.48ἀναριθμήτων δὲ αὐτῶν ὄντων
句末的 ἀναριθμήτων δὲ αὐτῶν ὄντων 是表原因或伴随情况的独立属格(genitive absolute),紧承前面的比较短语 ὥσπερ οὐδὲ ὁ τῶν καθόλου ὑποκειμένων ἢ κατηγορουμένων(“正如普遍主词或谓词的数目一样[并非我们所能总揽]”),补充说明其无法总揽把握的原因:“因为它们是不可胜数的”。
