← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§212.23-213.34

作为意见对象的非存在与第三附加词命题

阿摩尼奥斯阐释了亚里士多德对于从非存在是意见对象推导出其存在的谬误的反驳,协调了解释柏拉图关于非存在的多个层级与亚里士多德的意图,并总结了关于第三个附加述词命题的考察。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.47#3

Ἑξῆς δὲ τούτοις ὥσπερ ἐλέγχων τοὺς οἰομένους ὅτι τὸ ἔστιν εἰ μετὰ τοῦ δοξαστοῦ κατηγοροῖτο τοῦ μὴ ὄντος, λεγόντων ἡμῶν ‘τὸ μὴ ὂν δοξαστόν ἐστιν’,1 ἤδη καὶ καθ’ αὑτὸ κατηγορεῖσθαι κατὰ τούτου δυνήσεται καὶ ἐροῦμεν ἀληθῶς ‘τὸ μὴ ὂν ἔστι’, παραπλησίως τοῖς ἄλλοις ἐφ’ ὧν τὴν σύνθετον κατηγορίαν καὶ διακεκριμένως γίνεσθαι δυνατόν, ἐπάγει τὸ δὲ μὴ ὄν, ὅτι δοξαστόν, οὐκ ἀληθὲς εἰπεῖν ὄν τι, καὶ τὴν αἰτίαν, δι’ ἣν οὐκ ἀληθές, προστίθησι λέγων δόξα γὰρ αὐτοῦ οὐκ ἔστιν ὅτι ἔστιν, ἀλλ’ ὅτι οὐκ ἔστιν· ἐπεὶ γὰρ δοξάζομεν περὶ τοῦ μὴ ὄντος αὐτὸ τοῦτο ὅτι οὐκ ἔστι, δῆλον ὅτι δοξαστὸν μὲν εἶναι αὐτὸ εἰκότως λέγομεν, οὐ μὴν διὰ τοῦτο εἶναι αὐτὸ ὁμολογήσομεν. καὶ ἀποτείνεσθαι μὲν δοκεῖ πρὸς τὰ ἐν τῷ Σοφιστῇ καὶ πρὸς τῷ πέρατι τοῦ πέμπτου τῆς Πολιτείας περὶ τοῦ μὴ εἶναι δοξαστὸν τὸ μὴ ὂν ὑπὸ Πλάτωνος λεγόμενα. δεῖ μέντοι εἰδέναι ὅτι πολλὰς ἐκεῖνος τοῦ μὴ ὄντος τάξεις ἡμῖν παραδιδούς,2 τοῦ ὑπὲρ τὰ ὄντα, ταὐτὸν δὲ εἰπεῖν, ὑπὲρ εἶδος ἅπαν (οὐ γὰρ ἂν ἄλλως προῆγε τά τε εἴδη πάντα χωριστά τε τῆς ὕλης καὶ ἀχώριστα καὶ ἐπ’ ἐσχάτοις αὐτὴν τὴν παντελῶς ἀνείδεον ὕλην), τοῦ κατὰ τὴν ἑτερότητα θεωρουμένου καὶ διὰ πάντων τῶν ὄντων πεφοιτηκότος οὐ παρ’ ἔλαττόν τε τοῦ ὄντος εἶναι διὰ ταῦτα λεγομένου, τοῦ τὸ γενητὸν σημαίνοντος κατὰ τὴν ὕφεσιν τὴν πρὸς τὸ ὄντως ὂν καὶ πάσης μεταβολῆς ὑπεριδρυμένον, τοῦ ἐπὶ τῆς ὕλης κατηγορουμένου διὰ τὴν ἀπόπτωσιν πάντων τῶν εἰδῶν κατὰ τὴν θρυλλουμένην ἀνόμοιον αὐτῆς πρὸς τὸ πρῶτον ὁμοιότητα, καὶ ἕν τι τῶν σημαινομένων τοῦ μὴ ὄντος λέγων εἶναι τὸ ἐν ἐσχάτοις τῶν ἄλλων κείμενον τὸ ἐπὶ τοῦ μηδαμῇ μηδαμῶς ὄντος λεγόμενον, τοῦτο καὶ ἄρρητον καὶ ἀδόξαστον εἶναι διισχυρίζεται, διότι τὸ ῥητὸν ἢ δοξαστὸν ἀριθμητόν τέ ἐστιν, ὅπερ καὶ πρόσθεν ἐλέγομεν, καὶ τῇ ῥήσει ἢ τῇ δόξῃ λέγεται εἶναι ῥητὸν ἢ δοξαστόν, καὶ ἔστι τῶν πρός τι κατὰ τὴν πρὸς τὴν ῥῆσιν ἢ τὴν δόξαν σχέσιν λεγόμενον εἶναι τοιοῦτον. ἐπεὶ οὖν τῶν πρός τι τοῦ ἑτέρου ὄντος καὶ τὸ ἕτερον εἶναι ἀναγκαῖον, ἔστι δὲ ἡ ῥῆσις καὶ ἡ δόξα καθ’ ἣν λέγεται εἶναι ῥητὸν ἢ δοξαστόν, ἔσται ἄρα ταύτῃ καὶ τὸ μηδαμῶς ὂν ἐν αὐτῇ τῇ ῥήσει τῇ περὶ αὐτοῦ καὶ τῇ δόξῃ. ὅ τε οὖν Πλάτων ἀνελέγκτως ταῦτα οὕτως ἀποφαινόμενος καὶ ὁ Ἀριστοτέλης ὀρθῶς ὑπολαβών,3 ὡς εἰκός, τινὰς μὴ παρακολουθήσαντας τῷ βάθει τῆς τοῦ Πλάτωνος διανοίας οἰηθῆναι ὅτι γίνεσθαι τῶν ὄντων φησὶ τὸ μηδαμῶς ὄν, εἰ λέγοι τὸ ῥητὸν ἢ δοξαστόν, οὐ καθ’ ὃν εἰρήκαμεν τρόπον ἀλλ’ ὡς αὐτόθεν ὑπόστασιν ἔχον, καὶ διὰ τοῦτο λέγων μὴ εἶναι ἀληθὲς τὸ φάσκειν οὕτως ὂν γίνεσθαι τὸ μὴ ὄν, δοξαστὸν εἶναι λεγόμενον ὡς καὶ ἄνευ τῆς πρὸς ἡμᾶς σχέσεως ὑπόστασιν ἔχον, ὁποῖον εἶναι ἀξιοῖ τὸ κατὰ τὴν ἑτερότητα μὴ ὄν, ὅπερ κατακεκερματίσθαι φησὶν ἐν πᾶσι τοῖς οὖσι καὶ οὐ παρ’ ἔλαττον εἶναι τοῦ κυρίως ὄντος. Ἄχρι τούτων προήγαγεν ὁ Ἀριστοτέλης τὴν θεωρίαν τῶν ἐκ τρίτου προσκατηγορουμένου προτάσεων, πολλὰ μὲν ἡμῖν καὶ καλὰ παραδοὺς περὶ αὐτῶν θεωρήματα, δόξας δὲ τοῖς πολλοῖς μηδεμίαν αὐτοῖς ἐπιθεῖναι τάξιν, ὥστε διὰ τοῦτο καὶ ἀποφήνασθαί τινας ὑπομνηματικώτερον εἶναι τὸ βιβλίον. ἡμεῖς μέντοι καθ’ ἕκαστον τῶν κεφαλαίων προηγουμένως ἐπεμελήθημεν τοῦ ἐπιδεῖξαι τὴν συνέχειαν τῆς ἀκολουθίας. ἀλλ’ ἐπὶ τὰς μετὰ τρόπου προτάσεις χωρῶμεν.

紧随这些之后,正如驳斥那些人一样——他们认为,当我们在说‘非存在是意见的对象’时,如果‘存在’与‘是意见的对象’一起被述说于非存在,那么它便已经能够就自身而言也对此被述说了,并且我们将如在能够把复合述说分开成立的其他情况中一样,真实地说‘非存在存在’——亚里士多德补充道:‘但是关于非存在,由于它是意见的对象,说它是某种存在者并不是真的’,并补充说明了为什么这不是真的原因,说:‘因为关于它的意见并不是说它存在,而是说它不存在’;因为既然我们关于非存在所持有的意见恰恰是它不存在这一事实,显而易见,我们固然合情合理地说它是意见的对象,但绝不会因此承认它存在。而且这似乎是针对柏拉图在《智者》中以及在《理想国》第五卷末尾附近关于非存在不能作为意见的对象所说的话而发的。然而应当知晓的是,柏拉图为我们展示了非存在的许多等级:超乎存在者之上的,换言之超乎一切相之上的非存在(因为否则它就不会产生全部的相,不论是与质料分离的相还是不分离的相,以及在最末端的全然无相的质料本身);依照他者性被考察并贯穿于一切存在者之中、因而被说成是不亚于存在而存在的非存在;依照相对于真实存在者且确立于一切变化之上的存在者的低落而标示生成之物的非存在;由于从一切相中脱落、依照其对第一者的那常被谈及的‘不相似的相似’就质料被述说的非存在;并且他说非存在的含义之一是处于其他各等级之最底层、指‘在任何方面都绝非存在之物’而言的,他坚称此者既不可言说也不是意见的对象,因为可言说或可作为意见对象之物是可被计数的,这正如我们先前所说,并且是由于言说或意见才被称为可言说或可作为意见对象的,并且属于依照相对于言说或意见的关系而被说成是如此的相关项。因此,既然在相关项中,一方存在则另一方也必然存在,而它据以被说成是可言说或可作为意见对象的言说和意见存在,那么按此理,绝非存在之物也将在关于它的言说和意见本身之中存在。因此,柏拉图无可辩驳地这样表明了这些,而亚里士多德很可能是正确地理解了:某些人未能跟上柏拉图思想的深度,以为他说如果把绝非存在之物称为可言说或可作为意见的对象,它就成为存在者之一了,不是按照我们所说的方式,而是仿佛它自身直接拥有存立;因此亚里士多德才说,主张非存在通过被说成是意见的对象而以这种方式成为存在者(仿佛即使没有相对于我们的关系也拥有存立一样)并非是真的——柏拉图认为依照他者性的非存在才是具有这种存立的,他说这种非存在已被分割到一切存在者之中,并且不亚于本义上的存在者。 亚里士多德探讨带有第三个附加述词的命题直到这里为止,关于它们他传授给我们许多优美的定理,尽管在多数人看来他似乎没有给它们安排任何秩序,以至于因此有人甚至宣称这部著作更接近于笔记。然而,我们在每一章中都首要致力于展示其前后承接的连贯性。但让我们走向带有样态的命题吧。

语法注3 条
  1. 1.47λεγόντων ἡμῶν ‘τὸ μὴ ὂν δοξαστόν ἐστιν’

    此处作属格绝对结构(genitive absolute),作为伴随状语补充说明前面的条件从句 protasis(εἰ μετὰ τοῦ δοξαστοῦ κατηγοροῖτο τοῦ μὴ ὄντος,‘如果与作为意见的对象一同被述说于非存在’)。

  2. 1.47δεῖ μέντοι εἰδέναι ὅτι πολλὰς ἐκεῖνος τοῦ μὴ ὄντος τάξεις ἡμῖν παραδιδούς

    在 ὅτι 引导的间接引语从句中,以 ἐκεῖνος(柏拉图)为主语的分词 παραδιδούς 支配宾格 πολλὰς ... τάξεις,其下以与 τοῦ μὴ ὄντος 同位的属格列出一系列非存在的各个位阶(τοῦ ὑπὲρ τὰ ὄντα, τοῦ κατὰ τὴν ἑτερότητα 等),并与后面的 καὶ ἕν τι τῶν σημαινομένων ... λέγων 相呼应,最终落在主动词 διισχυρίζεται(力陈/断言)上,构成一个长大的嵌套悬垂结构。

  3. 1.47ὅ τε οὖν Πλάτων ἀνελέγκτως ταῦτα οὕτως ἀποφαινόμενος καὶ ὁ Ἀριστοτέλης ὀρθῶς ὑπολαβών

    整个长句由 Πλάτων ἀποφαινόμενος 与 Ἀριστοτέλης ὑπολαβών 两个主格分词结构引出,未带出限定动词谓语,呈现破格语法(anacoluthon)的结构,用以总括性地对置两位哲学家的立场和意图。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:212.23-213.34