← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§211.8-212.23

结合述词分开述说的规则

阿摩尼奥探讨了亚里士多德关于何时能将结合的述词分开述说的规则。他通过‘荷马是诗人’这一反例指出最初基于是否存在对立的标准是不充分的,进而梳理了更为精确的规则,即不仅要求定义中无相反性,还要求述词必须是就自身就基质被述说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.47#2

τοῦτον οὖν τὸν κανόνα πρότερον μὲν ὁλοσχερέστερον παραδίδωσιν ὁ Ἀριστοτέλης, ὕστερον δὲ ἀκριβέστερον, ἐξ ἀρχῆς μὲν λέγων ὡς ὅταν ἐν τῷ προστεθέντι τῇ ἁπλῇ κατηγορίᾳ ὑπάρχῃ τις ἀντίθεσις πρὸς τὸ ᾧ πρόσκειται (ἢ αὐτόθεν ἐν τοῖς ὀνόμασιν αὐτῶν φαινομένη, ὡς ὅταν τὸν εὐνοῦχον ἄνδρα ἅμα καὶ οὐκ ἄνδρα εἴπωμεν καὶ τὴν νυκτερίδα ὄρνιν ἅμα καὶ οὐκ ὄρνιν καὶ τὴν κίσηριν ὁμοίως λίθον ἅμα καὶ οὐ λίθον καὶ τὸν δικαστὴν ἄρχοντα καὶ οὐκ ἄρχοντα, ἢ ἐν τοῖς ὁρισμοῖς αὐτῶν καταλαμβανομένη, καθάπερ ἐπὶ τοῦ ἀνθρώπου καὶ τοῦ νεκροῦ), τότε ἀδύνατον τὰ ἅμα κατηγορηθέντα καὶ διακριθέντα κατηγορηθῆναι, ὅταν δὲ μηδεμία αὐτοῖς ἐνυπάρχῃ πρὸς ἄλληλα ἀντίθεσις, τότε δυνατόν· ὕστερον δὲ τὸν μὲν εἰρημένον κανόνα περὶ τοῦ πότε οὐ δυνατὸν διακριθῆναι τὰ ἅμα κατηγορηθέντα ὀρθῶς εἰρῆσθαι ἀποφαινόμενος, δι’ ὧν φησιν ἢ ὅταν μὲν ἐνυπάρχῃ, ἀεὶ οὐκ ἀληθές, ὑποστίζειν μὲν ἡμῶν ὀφειλόντων εἰς τὸ ἐνυπάρχῃ1 (ἡ ἀντίθεσις δηλονότι ἡ ἐν τῷ προσκειμένῳ πρὸς τὸ ἐξ ἀρχῆς κατηγορηθέν· τοῦτο γὰρ ἤδη εἰρημένον καὶ ἐνταῦθα ὑπακούσομεν), ὡς δὲ ἀκόλουθον τούτῳ ἐπιφέρειν τὸ ἀεί, τοῦτ’ ἔστιν ἐξ ἀνάγκης, οὐκ ἀληθὲς ἀλλὰ ψεῦδος τὸ διακριθῆναι τὴν σύνθετον κατηγορίαν, τὸν δὲ ἕτερον, τὸν λέγοντα μὴ οὔσης ἀντιθέσεως ἐν τοῖς ἅμα κατηγορηθεῖσι τὴν διάκρισιν αὐτῶν χώραν ἔχειν, οὐκ ἀεὶ ἀληθεύειν διαβεβαιούμενος ἀλλ’ ἑτέρου τινὸς δεῖσθαι διορισμοῦ καὶ τὸν ἔλεγχον εὐθὺς ἐπιφέρων· τὸν γὰρ Ὅμηρον τὸ μὲν ὅλον τοῦτο ποιητὴν εἶναι λέγομεν, διότι ἔστιν αὐτοῦ ἡ ποίησις, ἁπλῶς δὲ εἶναι οὐ λέγομεν, ἐπεὶ τὸ ἔστιν ἀμέσως τοῦ Ὁμήρου κατηγορούμενον οὐκ ἐξακούεται πρὸς τὸν ἐν τῇ ποιήσει Ὅμηρον, ἀλλὰ πρὸς αὐτὸν τὸν ἄνδρα, οὗτος δὲ οὐκ ἔστιν. ὅταν μέντοι συμπεπλεγμένον τῷ ποιητὴς κατηγορῆται τοῦ Ὁμήρου τὸ ἔστι, τὸ μὲν ποιητὴς προηγουμένως αὐτοῦ καὶ καθ’ αὑτὸ κατηγορηθήσεται, λέγω δὲ τὸ καθ’ αὑτὸ οὐχ ὅτι κατ’ οὐσίαν ἀλλ’ ὅτι κατὰ φύσιν,2 τὸ δέ γε ἔστι τοῦ μὲν ποιητὴς καθ’ αὑτὸ τοῦ δὲ Ὁμήρου κατὰ συμβεβηκός. ἐξαιρεθέντος οὖν τοῦ καθ’ αὑτὸ κατηγορηθέντος οὐδὲν ἔτι φθέγγεται ὑγιὲς τὸ κατὰ συμβεβηκὸς κατηγορούμενον, καίτοι οὐδεμίαν ἔστιν εὑρεῖν ἀντίθεσιν τοῦ ποιητοῦ πρὸς τὸ ἔστιν, οὔτε αὐτόθεν ἐν τοῖς ὀνόμασιν, ὡς ἐπὶ τοῦ ἀνὴρ καὶ οὐκ ἀνήρ, οὔτε ἐν τοῖς ὁρισμοῖς αὐτῶν, ὡς ἐπὶ τοῦ νεκρὸς ἄνθρωπος. ὥστε ὀρθῶς ἐλέγομεν ὅτι οὐκ ἀεὶ ἀληθὲς τὸ μὴ ἐνυπαρχούσης ἀντιθέσεως ἐν τοῖς ἅμα κατηγορηθεῖσι δύνασθαι καὶ ἕκαστον καθ’ αὑτὸ κατηγορηθῆναι. διόπερ ἄνωθεν ἀρξάμενος ὁ Ἀριστοτέλης καταλέγει τοὺς περὶ τῆς διακεκριμένης κατηγορίας κανόνας, λέγων ὡς ὅταν μήτε ἐναντιότης ἐν τοῖς ὁρισμοῖς ὑπάρχῃ τῶν ἅμα κατηγορουμένων μήτε κατὰ συμβεβηκὸς ἀλλὰ καθ’ αὑτὸ τοῦ αὐτοῦ ὑποκειμένου κατηγορούμενα τύχωσι, τότε δὴ πάντως ἐγχωρεῖ τὸ συμπεπλεγμένως κατηγορηθὲν καὶ ἄνευ τῆς συμπλοκῆς κατηγορηθῆναι. φανερὸν δὲ ὡς εἴ τις τὸ ἔστι τὸ ἐπὶ τοῦ ‘Ὅμηρος ποιητής ἔστιν’ ἀντὶ τοῦ ἦν εἰλῆφθαι λέγοι (καθάπερ τὸ ἦν ἀντὶ τοῦ ἔστι πολλάκις οἱ παλαιοὶ παραλαμβάνουσιν, ὡς ἐπὶ τοῦ ‘τί ἦν’ ἀντὶ τοῦ ‘τί ἐστι’ καὶ ἐπὶ τοῦ ὁρισμοῦ τὸ ‘τί ἦν εἶναι’ ἀντὶ τοῦ ‘τί ἐστι τῷ πράγματι τὸ εἶναι’), καὶ τὸ ἔστιν αὐτὸ καθ’ αὑτὸ κατηγορεῖσθαι τοῦ Ὁμήρου συγχωρήσει παρὰ τὰ δοκοῦντα τῷ Ἀριστοτέλει. τῆς δὲ λέξεως τὸ μὲν τῶν ἀντικειμένων τι ἐνυπάρχῃ, οἷς ἕπεται ἀντίφασις εἴρηται3 οὐχ ὡς τισὶ μὲν ἀντικειμένης ἀντιφάσεως τισὶ δὲ μή, ἀλλ’ ὅτι ‘οἷς πᾶσιν ἕπεται ἡ ἀντιφατικὴ πρὸς ἄλληλα ἀντίθεσις’, ἅτε οὖσα κοινοτάτη· οὐδέτερον γὰρ τῶν ἀντικειμένων ἐστὶν ὅπερ τὸ ἕτερον.

因此,亚里士多德起初较为粗略地传授这条规则,后来则更为精密地传授。起初他说,凡是在附加于单纯述词的事物中存在着某种与被附加者相对立的情况时(或者直接显现在它们的名称中,正如我们说宦官‘既是男人又不是男人’,说蝙蝠‘既是鸟又不是鸟’,同样说浮石‘既是石头又不是石头’,说法官‘既是官吏又不是官吏’;或者在它们的定义中被把握,正如就人与死人而言一样),那时,被同时述说的东西在分开时也被述说是不可能的,而当它们之间不存在任何相互的对立时,那时则是可能的。 然而后来,他一方面表明关于被同时述说的东西在何时不能分开的那条规则是正确表述的,这是通过他说‘或者更确切地说,当它内在含有时,总是非真的’这些话表明的——我们应当在‘内在含有时’之后断句(显然内在含有的是在附加成分中相对于起初被述说者的对立;因为这已经说过,在此我们也如此补足理解),而将‘总是’作为其后续成分引出,也就是说必然地,复合述说的分开不是真的而是假的;另一方面,关于另一条规则,即主张在同时被述说的东西中不存在对立时它们的划分就能成立的规则,他坚称这并非总是真的,而是需要某种别的界定,并随即提出了反驳:因为我们对荷马说‘是诗人’这整个整体,这是因为他的诗作存在,但我们并不单纯地说他‘存在’,因为直接就荷马被述说的‘存在’并非指诗歌中的荷马,而是指这人本身,而这个人并不存在。然而,当‘存在’与‘诗人’结合在一起就荷马被述说时,‘诗人’首先且就自身就他被述说(我说‘就自身’不是指就本质而言,而是指就自然而言),而‘存在’就‘诗人’而言是就自身被述说的,就荷马而言则是偶性地被述说的。因此,在移除了就自身被述说的东西之后,偶性地被述说的东西就不再表述任何健全的内容了,尽管在‘诗人’与‘存在’之间根本找不到任何对立,既不能直接在名称中找到(如就‘男人与非男人’而言),也不能在它们的定义中找到(如就‘死人’而言)。因此我们正确地说,在同时被述说的东西中不内在含有对立时,每一方也能就自身被述说,这一说法并非总是真的。 因此亚里士多德从头开始,列举了关于分开述说的规则,他说,凡是在同时被述说者的定义中既不存在相反性,它们又碰巧不是偶性地而是就自身就同一个底层基质被述说时,那时就绝然容许将结合着被述说的东西在没有结合的情况下也被述说。 显而易见,如果有人说‘荷马是诗人’中的‘是’被取作代替‘曾是’(正如古人经常使用‘曾是’代替‘是’一样,如用‘曾经是什么’代替‘是什么’,以及在定义上用‘曾经是什么的所是’代替‘对于事物而言其存在是什么’),他就会违背亚里士多德的见解,甚至承认‘存在’本身也是就自身就荷马被述说的。 至于文句‘如果内在含有对立面之一,随之产生矛盾’,这样说并不是好像对某些对立面而言矛盾是相对立的而对另一些则不然,而是因为‘相互之间的矛盾对立随所有对立面而产生’,因为它最为普遍;因为对立的双方中没有哪一方就是另一方自身。

语法注3 条
  1. 1.47ὑποστίζειν μὲν ἡμῶν ὀφειλόντων εἰς τὸ ἐνυπάρχῃ

    在属格绝对结构 ἡμῶν ὀφειλόντων(在我们需要……的情况下)中,ὑποστίζειν εἰς ... 是语文学上的专业用法,意为‘在……处标上逗号(短暂停顿)’。阿摩尼奥借此说明,在亚里士多德的语句 ὅταν μὲν ἐνυπάρχῃ, ἀεὶ οὐκ ἀληθές 中,ἀεί 不应与条件从句的谓语 ἐνυπάρχῃ 连读,而应连接主句的 οὐκ ἀληθές,表示‘必然为假’。

  2. 1.47λέγω δὲ τὸ καθ’ αὑτὸ οὐχ ὅτι κατ’ οὐσίαν ἀλλ’ ὅτι κατὰ φύσιν

    阿摩尼奥本人的第一人称插入限定语。在 λέγω δὲ τὸ καθ’ αὑτό(我说‘就自身’是指……)之后,οὐχ ὅτι ... ἀλλ’ ὅτι ... 引导解释性从句,界定了‘就自身(καθ’ αὑτό)’这一术语在此处的范围,说明荷马作为诗人被称为‘就自身’并不是指本质/实体层面上(κατ’ οὐσίαν),而是指按其天然禀赋/本性(κατὰ φύσιν)。

  3. 1.47τῆς δὲ λέξεως τὸ μὲν τῶν ἀντικειμένων τι ἐνυπάρχῃ, οἷς ἕπεται ἀντίφασις εἴρηται

    句首的属格 τῆς δὲ λέξεως(至于文本中的文句……)起指示论题的功用。主句谓语 εἴρηται(被述说)的主语是由中性冠词 τὸ 引起的名词化引文句 τὸ τῶν ἀντικειμένων τι ἐνυπάρχῃ, οἷς ἕπεται ἀντίφασις,其后紧接着 οὐχ ὡς ... ἀλλ’ ὅτι ...(不是以为……,而是因为……)这一对比性解释从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:211.8-212.23