← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§210.1-211.8

复合述词的分离条件与附加成分的限定

本节引述亚里士多德《解释篇》第11章(21a18)的引文,开始探讨何时能从复合述词中分理出单纯述词并加以肯定,并解释了附加成分限定述词的机制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.47#1

" Ἀληθὲς δέ ἐστιν εἰπεῖν κατὰ τοῦ τινὸς καὶ ἁπλῶς,1 οἷον τὸν τινὰ ἄνθρωπον ἄνθρωπον ἢ τὸν τινὰ λευκὸν ἄνθρωπον ἄνθρωπον λευκόν· οὐκ ἀεὶ δέ, ἀλλ’ ὅταν μὲν ἐν τῷ προσκειμένῳ τῶν ἀντικειμένων τι ἐνυπάρχῃ ᾧ ἕπεται ἀντίφασις, οὐκ ἀληθὲς ἀλλὰ ψεῦδος, οἷον τὸν τεθνεῶτα ἄνθρωπον ἄνθρωπον εἰπεῖν, ὅταν δὲ μὴ ἐνυπάρχῃ, ἀληθές. ἢ ὅταν μὲν ἐνυπάρχῃ, ἀεὶ οὐκ ἀληθές, ὅταν δὲ μὴ ἐνυπάρχῃ, οὐκ ἀεὶ ἀληθές. ὥσπερ Ὅμηρός ἐστί τι, οἷον ποιητής· ἆρα οὖν καὶ ἔστιν ἢ οὔ; κατὰ συμβεβηκὸς γὰρ κατηγορεῖται τοῦ Ὁμήρου τὸ ἔστιν· ὅτι γὰρ ποιητής ἐστιν, ἀλλ’ οὐ καθ’ αὑτὸ κατηγορεῖται κατὰ τοῦ Ὁμήρου τὸ ἔστιν. ὥστε ἐν ὅσαις κατηγορίαις μήτε ἐναντιότης ἔνεστιν, ἐὰν λόγοι ἀντ’ ὀνομάτων λέγωνται, καὶ καθ’ αὑτὰ κατηγορῆται καὶ μὴ κατὰ συμβεβηκός, ἐπὶ τούτων τὸ τὶ καὶ ἁπλῶς ἀληθές ἐστιν εἰπεῖν. τὸ δὲ μὴ ὄν, ὅτι δοξαστόν, οὐκ ἀληθὲς εἰπεῖν ὄν τι· δόξα γὰρ αὐτοῦ ἐστιν οὐχ ὅτι ἔστιν, ἀλλ’ ὅτι οὐκ ἔστιν." Ἐν τούτοις ζητεῖται τὸ ἀντικείμενον θεώρημα τῷ προσεχῶς παραδεδομένῳ· πρότερον μὲν γὰρ ἐζητεῖτο πότε τὰ ἰδίᾳ κατηγορηθέντα καὶ ἅμα κατηγορηθῆναι δυνατόν, ἐν δέ γε τούτοις ζητεῖται πότε τὰ ἅμα κατηγορηθέντα καὶ κεχωρισμένως κατηγορηθῆναι δυνατόν. καλεῖ δὲ τινὰ κατηγορίαν τὴν σύνθετον ἐκ τῶν ἅμα κατηγορηθέντων, ἁπλῶς δὲ τὴν ἁπλῆν καὶ ἄνευ προσθήκης τινὸς λεγομένην, διότι πανταχοῦ αἱ προσθέσεις ἀποστενοῦσι καὶ μερικώτερα ποιοῦσι τὰ ὑπὸ τῶν ὑπομενόντων τὰς προσθήκας δηλούμενα, οἷον ὅταν εἰπόντες ‘ζῷον’ προσθῶμεν τούτῳ τὸ λογικόν, εἶτα τὸ θνητόν, εἶτα τὸ γραμματικόν, εἶτα ἄλλο τι καὶ ἄλλο· φανερὸν γὰρ ὅτι καθ’ ἑκάστην προσθήκην μερικώτερον εὑρήσομεν γινόμενον τὸ σημαινόμενον. διόπερ φησὶν ἀληθὲς δέ ἐστιν εἰπεῖν κατὰ τοῦ τινὸς καὶ ἁπλῶς, τοῦτ’ ἔστι καθ’ οὗ ποιούμεθα τὴν σύνθετον κατηγορίαν, κατὰ τούτου καὶ ἄνευ τῆς προσθήκης ἀληθὲς τὸ κατηγορούμενον εἰπεῖν, οἷον τὸν Ἀρίσταρχον οὐ μόνον ἄνθρωπον γραμματικὸν ἀλλὰ καὶ ἁπλῶς ἄνθρωπον καὶ ἁπλῶς γραμματικόν, καὶ τὸν Γαλάτην οὐ μόνον λευκὸν ἄνθρωπον ἀλλὰ καὶ ἁπλῶς λευκὸν καὶ ἁπλῶς ἄνθρωπον. ἐπεὶ δὲ οὐκ ἀεὶ τοῦτο οὕτως ἔχει (τὸν γοῦν ἄνθρωπον τὸν τεθνεῶτα τὸ μὲν ὅλον τοῦτο ἄνθρωπον νεκρὸν λέγομεν, οὐκέτι μέντοι ἄνευ τῆς προσθήκης ἄνθρωπον δυνάμεθα λέγειν, διότι ὁ μὲν ἄνθρωπος ζῷον λογικὸν θνητόν, τὸ δὲ ζῷον οὐσία ἔμψυχος αἰσθητική, ὁ δὲ τεθνεὼς οὔτε ἔμψυχος οὔτε αἰσθητικὸς ἀλλὰ τὰ ἀντικείμενα· καὶ τὴν κίβδηλον δραχμὴν καὶ τὴν λιθίνην ναῦν τὸ μὲν ὅλον τοῦτο ἐρεῖς ἑκατέραν, οὔτε μέντοι δραχμὴν ἁπλῶς οὔτε ναῦν), δῆλον ὅτι καὶ ἐνταῦθα δεήσει τινὸς ἡμῖν διορισμοῦ τοῦ διδάσκοντος πότε μὲν δυνατὸν πότε δὲ οὐ δυνατὸν διακεκριμένως κατηγορηθῆναι τὰ ἅμα κατηγορηθέντα.

“但是,就某特定事物单纯地述说也是真的,例如将某特定的人称为人,或将某特定的白人称为白人。然而并非总是如此;而是当附加的事物中内在含有随之产生矛盾的对立面之一时,就不是真的,而是假的,例如将死人称为人;但当不内在含有时,则是真的。或者更确切地说,当它内在含有时,总是非真的;而当它不内在含有时,也并非总是真的。正如荷马是某种存在,例如是诗人;那么他是否也存在呢,还是不存在?因为‘存在’是偶性地就荷马被述说的;因为是由于他是诗人,而‘存在’并不是就自身就荷马被述说的。因此,在凡是不存在相反性(如果用定义代替名称来表述的话)、且是就自身而非偶性地被述说的诸述说中,对于这些而言,就某特定事物单纯地述说也是真的。但非存在者,因为它是意见的对象,就将它说成是某种存在,这并不是真的;因为关于它的意见不是它存在,而是它不存在。” 在这些文字中,探讨了与方才所传授的定理正相对立的定理。因为此前探讨的是原本分别被述说的东西在何时也能被同时述说,而在这里探讨的则是原本同时被述说的东西在何时也能被分开述说。他将由同时被述说的东西所构成的复合述说称为‘某特定事物’,而将单纯且不带任何附加成分表述的述说称为‘单纯地’,因为在任何情况下,附加成分都会收紧并使承受附加物者所表示的事物变得更加偏狭,正如我们说了‘动物’之后,给它附加‘理性的’,接着附加‘有死的’,接着附加‘通晓文法的’,再接着附加一个又一个别的东西一样;因为显而易见,随着每一个附加成分,我们都会发现所指的事物变得更加偏狭。正因如此他说,就某特定事物单纯地述说也是真的,也就是说,凡是我们对其作出复合述说的对象,就该对象而言,不带附加成分地述说该述词也是真的:例如称阿里斯塔克不仅是‘通晓文法的人’,而且单纯地是‘人’和单纯地是‘通晓文法者’;称加拉太人不仅是‘白人’,而且单纯地是‘白的’和单纯地是‘人’。然而由于情况并非总是如此(至少我们把死去的人作为一个整体称为‘死人’,但在去掉附加成分后便不能再说他是‘人’,因为人是‘理性的有死动物’,而动物是‘有灵魂的有感觉实体’,死者既非有灵魂亦非有感觉,反而是其对立面;对于伪造的德拉克马硬币和石船,你也会把它们各自作为整体如此称呼,但绝不能单纯地称为‘德拉克马’或‘船’),显而易见,在这里我们同样需要某种区分,来指明同时被述说的东西在何时能够、在何时不能够被分开述说。

语法注1 条
  1. 1.47κατὰ τοῦ τινὸς καὶ ἁπλῶς

    关于 κατὰ τοῦ τινός 的句法理解,此处既可指代带有修饰限制的复合述词所归属的主体,亦可指代有限定的述说本身。阿摩尼乌斯在下文将其明确解释为“凡是我们对其作出复合述说的对象”(καθ’ οὗ ποιούμεθα τὴν σύνθετον κατηγορίαν),即把 τοῦ τινός 取作介词 κατά 的属格支配对象(指称受到特定谓述的主体),并将 καὶ ἁπλῶς(单纯地)作为修饰动词 εἰπεῖν 的副词成分(即在没有附加修饰语的情况下进行述说)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:210.1-211.8