- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:208.8-209.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯解释了为何‘善医’与‘白人’能够构成单一述说,并阐明了亚里士多德关于‘两足动物’等就自身述说的谓词可以结合且须避免重言与多言的规则。
ἆρ’ οὖν, φασί τινες, οὐδὲ ὁ λέγων ‘Ἱπποκράτης ἀγαθὸς ἰατρός ἐστιν’ ἢ ‘Ζεῦξις ἀγαθὸς ζωγράφος ἐστί’ μίαν εἶπε κατηγορίαν, ἐπεὶ ἑκάτερον, τό τε ἀγαθὸν λέγω καὶ ἡ τέχνη, συμβέβηκε τῷ ὑποκειμένῳ; ἢ ἐπὶ τούτων ἄλλο μέν ἐστι τὸ καθ’ αὑτὸ κατηγορούμενον ἀγαθὸν ἄλλο δὲ τὸ τῇ βαναύσῳ τέχνῃ συμπλεκόμενον·1 τὸ μὲν γὰρ καθ’ αὑτὸ κατηγορούμενον, ὅπερ καὶ πρότερον ἐλέγομεν, τὴν ζωὴν αὐτὴν σημαίνει τῆς ψυχῆς, τὸ δέ γε τῇ τέχνῃ συμπλεκόμενον οὐκέτι, ἀλλ’ ἔοικεν ὥσπερ γένος τι τῆς τέχνης ἢ τῶν μετιόντων τὰς τέχνας παραλαμβάνεσθαι· κατὰ πάσας μὲν γὰρ τὰς κατηγορίας θεωρεῖται τὸ ἀγαθόν, ἀλλὰ τὸ ἐν ποιῷ συνδιαιρεῖται τοῖς μετέχειν αὐτοῦ πεφυκόσιν. ἀνάγκη οὖν εἶναί τι καὶ περὶ ψυχὴν θεωρούμενον ἀγαθόν, ὅπερ ἢ κατὰ τὴν ζωὴν λαμβάνεται τῆς ψυχῆς ἢ κατὰ τὴν γνῶσιν, καὶ ταύτην ἢ ἐπιστημονικήν, φέρε εἰπεῖν, ἢ τεχνικήν. ὥσπερ οὖν τὸ ποιὸν γένος εἶναί φαμεν τοῦ τεχνίτου, οὕτω καὶ τὸ ἐν ποιῷ ἀγαθὸν γένος εἶναι ἀνάγκη τοῦ κατὰ τὸν τεχνίτην ἀγαθοῦ. καθ’ αὑτὸ οὖν ἐνταῦθα τὸ ἀγαθὸν τοῦ ἰατροῦ καὶ τοῦ ζωγράφου καὶ ἁπλῶς τοῦ τεχνίτου κατηγορούμενον μίαν εἰκότως ἐργάζεται τὴν κατηγορίαν, ὡς εἰ λέγοιμεν ‘τὸ ὁρώμενον χρῶμα λευκόν ἐστιν’· ἔστι γὰρ καὶ συμβεβηκὸς καθ’ αὑτὸ κατηγορεῖν, ὅταν εἴδους τινὸς ἑαυτοῦ κατηγορῆται, καὶ οὐσίαν κατὰ συμβεβηκός, ὅταν αὐτὴν τοῦ συμβεβηκότος κατηγορήσωμεν, ὡς ὅταν τὸ λευκὸν φῶμεν ξύλον εἶναι. διώρισται δὲ περὶ τούτων ἐπὶ πλεῖον ἐν τῷ προτέρῳ βιβλίῳ τῶν Ἀποδεικτικῶν. καὶ τοῦτο τὸ ἀγαθὸν οὐκέτι ἔσται τῶν προηγουμένως τοῦ ὑποκειμένου κατηγορουμένων, ἀλλ’ εἴπερ, κατὰ συμβεβηκὸς διὰ τὴν προηγουμένως κατηγορουμένην αὐτοῦ τέχνην. διὸ οὐδὲ μόνον ληφθὲν δύναται κατηγορεῖσθαι, ὥσπερ οὐδὲ τὸ αὐτόθεν τοῦ ὑποκειμένου κατηγορηθὲν ἀγαθὸν τέχνης ἔτι προηγουμένως κατηγορεῖται, ἀλλὰ κατὰ συμβεβηκός, ὡς ἐπὶ τοῦ σκυτεὺς ἀγαθός. διὸ οὐδὲ δύναται συνδυασθὲν αὐτῇ μίαν ποιῆσαι τὴν ὅλην κατηγορίαν. ἀλλὰ πῶς ἐκ τοῦ ἀνθρώπου καὶ τοῦ λευκοῦ μίαν φαμὲν γίνεσθαι κατηγορίαν, εἴπερ μήτε ἄμφω καθ’ αὐτὸ κατηγοροῦνται τοῦ Σωκράτους, ἀλλὰ καὶ θάτερον κατὰ θατέρου κατὰ συμβεβηκός; ἢ διότι οὐκ ἄμφω συμβεβηκότα εἰσὶ τῷ ὑποκειμένῳ, ὅτε καὶ ἑκάτερον αὐτῶν συμβαίνει τοῦ λοιποῦ παρὰ φύσιν κατηγορεῖσθαι καὶ τῷ ὄντι κατὰ συμβεβηκός, τῶν δὲ κατὰ τοῦτον μόνον τὸν τρόπον κατηγορουμένων ἀπεγίνωσκεν ὁ Ἀριστοτέλης ὡς συμφύεσθαι πρὸς ἄλληλα μὴ δυναμένων, ἐπεὶ τὸ λευκὸν τῷ ἀνθρώπῳ συνδυάζεσθαι πεφυκὸς καὶ ποιότητα αὐτοῦ σημαῖνον, οὐ τὴν οὐσιώδη ἀλλὰ τὴν οἷον ἐπιπολῆς τὴν κατὰ τὸ ἁπλῶς λεγόμενον ποιόν, εἰκότως μετ’ αὐτοῦ μίαν ποιεῖ κατηγορίαν οὐσίαν μίαν σημαίνουσαν, οὐ τὴν ἁπλῆν ἀλλὰ τὴν τινὰ λεγομένην. Ταῦτα περὶ τῶν κατὰ συμβεβηκὸς κατηγορουμένων καὶ συνδυάζεσθαι μὴ πεφυκότων διορισάμενος καὶ εἰπὼν ὅτι διὰ τοῦτο οὐχ ἁπλῶς ἀληθὲς τὸ σκυτεὺς ἀγαθός, τοῦτ’ ἔστιν οὐκ ἀεὶ ἀληθές, ἐπειδὴ ποτὲ συνδραμεῖν αὐτὰ οὐ θαυμαστόν, ἐπάγει ἀλλὰ ζῷον δίπουν· οὐ γὰρ κατὰ συμβεβηκός, δυνάμει λέγων ὅτι ‘τὰ δὲ μὴ κατὰ συμβεβηκὸς ἀλλὰ καθ’ αὑτὰ κατηγορούμενα συντίθεσθαι πρὸς ἄλληλα καὶ μίαν ποιεῖν κατηγορίαν δυνατόν’, ἀλλ’ οὐδὲ ταῦτα ὡς ἔτυχε λαμβανόμενα οὐδὲ κατὰ τὴν τυχοῦσαν συμπλεκόμενα πρὸς ἄλληλα τάξιν· οὐ γὰρ δὴ τὰ ἤδη ἐν τῇ ἑτέρᾳ τῶν κατηγοριῶν εἰλημμένα, ἢ κατ’ ἐνέργειαν ἢ κατὰ δύναμιν, πάλιν ληψόμεθα,2 ἵνα μὴ ἀδολεσχῶμεν ἢ παρέλκοντά τινα λέγειν ἀναγκαζώμεθα, ὅπερ ἐστὶ πάλιν ἀδολεσχεῖν· οἷον εἰπόντες ὅτι ἐστὶν ὁ ἄνθρωπος ζῷον δίπουν οὐ ληψόμεθα πάλιν τὸ δίπουν καθ’ ἑαυτὸ διὰ τὸ κατ’ ἐνέργειαν ἐν τῇ προτέρᾳ εἰλῆφθαι κατηγορίᾳ, καὶ εἰπόντες ὅτι ἐστὶν ὁ Σωκράτης ἄνθρωπος οὐ ληψόμεθα ἑτέραν κατηγορίαν ὡς συμπλέκεσθαι πρὸς τὴν προτέραν ὀφείλουσαν, ὅτι ἐστὶ δίπους ἢ ζῷον, διὰ τὸ δυνάμει τούτων ἑκάτερον ἐν τῇ προτέρᾳ κατηγορίᾳ τῇ τοῦ ἀνθρώπου προειλῆφθαι.
那么,是否有人会说,甚至连说‘希波克拉底是善医’或‘宙克西斯是善画者’的人也没有表达单一的述说,因为二者——我指的是善与技艺——对底层主体而言都是偶性的?抑或在这些情况中,就自身被述说的善是一回事,而与手工技艺结合在一起的则是另一回事?因为就自身被述说的善,正如我们此前所说,指涉灵魂的生命自身,而与技艺结合在一起的则不再如此,反而似乎是作为技艺或从事技艺者的一种属被引入的。因为善是在所有范畴中被考察的,而性质之中的善则是与天然适于分有它的事物一同被划分的。因此,必然也存在某种关涉灵魂而被考察的善,它要么按照灵魂的生命被取,要么按照认识被取,而这种认识,举例来说,或者是科学性的,或者是技艺性的。因此,正如我们说性质是工匠的属一样,性质之中的善也必然是按照工匠而言的善的属。于是,在这里善就自身就医者、画者以及一切工匠被述说,理所当然地造就单一的述说,就像我们说‘被看见的东西是白色的颜色’一样。因为当一个偶性就其自身的某个种被述说时,也可以就自身述说一个偶性;而当我们就偶性述说实体时,也可以偶性地述说实体,例如当我们说白色的东西是木头时。关于这些在《后分析篇》第一卷中已有更为详尽的界定。而这种善将不再属于原本地就底层主体被述说的东西,而即便被述说,也是由于原本地就底层主体被述说的技艺而偶性地被述说。因此,它单独被取也无法被述说,正如直接就底层主体被述说的善不再原本地就技艺被述说,而是偶性地被述说一样,如在‘好鞋匠’的情形中那样。因此,它与技艺结合也无法使整个述说成为单一的。但是,如果‘人’和‘白的’并非两者都对苏格拉底就自身被述说,而且一者就另一者也是偶性地被述说,我们又怎能说由它们形成单一的述说呢?难道不是因为二者并非都是底层主体的偶性,而在〔二者都是偶性〕时它们中的每一者也碰巧违背本性且名副其实地偶性地就其余一者被述说吗?亚里士多德否认了唯独以此种方式被述说的东西能够彼此融合,因为‘白的’天然适于与‘人’结合并表示人的性质——不是本质性的性质,而是按照单纯所谓的性质而言的所谓表层的性质——,因此理所当然地与它一同造就表示单一实体的单一述说,这实体不是单纯的实体,而是所谓的某个具体实体。在界定了这些偶性地被述说且天然不适于结合的事物,并说明正因如此‘好鞋匠’并非单纯为真,即并非总是为真(因为它们在某个时候汇聚在一起并不足为奇)之后,他接着补充道:‘但是两足动物〔单纯为真〕,因为不是偶性地’,这实际上是说‘不是偶性地而是就自身被述说的东西能够彼此组合并构成单一的述说’,但即便这些东西也不是任意被取,也不是按照任意的顺序彼此结合的。因为为了使我们不至于多言或被迫说多余的话(这同样是多言),我们决不能再次取那些在两种述说之一中已经按现实或按潜能被包含的东西:例如,既然已经说了人是两足动物,我们不会再单独取‘两足的’,因为它在现实上已被前一个述说所包含;既然已经说了苏格拉底是人,我们也不会取另一个被认为应当与前一个述说结合的述说,即他是两足的或是动物,因为这些之中的每一者都已经在潜能上被预先包含在‘人’这前一个述说之中了。
- 1.46ἢ ἐπὶ τούτων ἄλλο μέν ἐστι τὸ καθ’ αὑτὸ κατηγορούμενον ἀγαθὸν ἄλλο δὲ τὸ τῇ βαναύσῳ τέχνῃ συμπλεκόμενον
连词 ἤ 引出对前面疑问句(ἆρ' οὖν...)的反驳与解决。并通过 ἄλλο μέν... ἄλλο δέ... 的对称并列句式,区分了就自身述说的善(指灵魂的生命/德性)与手工技艺结合在一起的善。
- 1.46οὐ γὰρ δὴ τὰ ἤδη ἐν τῇ ἑτέρᾳ τῶν κατηγοριῶν εἰλημμένα, ἢ κατ’ ἐνέργειαν ἢ κατὰ δύναμιν, πάλιν ληψόμεθα
由 οὐ γὰρ δή 引导的强否定主句,后接由 ἵνα μὴ ἀδολεσχῶμεν... 引导的目的状语从句。随后由两个平行的分词短语结构(εἰπόντες... οὐ ληψόμεθα)分别举例说明何为在现实上(κατ' ἐνέργειαν)已被包含以及在潜能上(κατὰ δύναμιν)已被预先包含的谓词不可重复添加。
