← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§206.21-208.8

偶性谓词结合的不可能与系词的作用

阿摩尼奥斯解释了亚里士多德在20b31中的区分,论证了就同一主体偶性述说的两个谓词或一偶性就另一偶性述说时,因其本性彼此分离而无法构成单一谓词,并确证唯有‘是’能作为附加谓词使整个命题结合为一。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.46#3

Διὰ τούτων οὖν ἐπιδείξας ἀναγκαῖον ὄντα τὸν περὶ τούτων διορισμόν, ἑξῆς αὐτὸν παραδίδωσι λέγων ὅτι τῶν κατηγορουμένων κατά τινων ὑποκειμένων, ἃ ἐκάλεσεν ἐφ’ οἷς κατηγορεῖσθαι συμβαίνει, τοῦτ’ ἔστι καὶ τῶν ὑποκειμένων καθ’ ὧν τὰ κατηγορούμενα κατηγορεῖσθαι συμβαίνει, ἐκ τούτων οὖν τῶν κατηγορουμένων τὰ μὲν καθ’ αὑτὸ κατηγορεῖται1 τῶν οἰκείων ὑποκειμένων τὰ δὲ κατὰ συμβεβηκός. τὰ μὲν οὖν κατὰ συμβεβηκός, περὶ ὧν πρῶτον ποιεῖται τὸν λόγον, εἴτε ἄμφω τοῦ ὑποκειμένου κατὰ συμβεβηκὸς κατηγορούμενα λαμβάνοιτο εἴτε τὸ μὲν ἕτερον τοῦ ὑποκειμένου καὶ ἐν ᾧ τὸ εἶναι πεφύκασιν ἔχειν τὸ δὲ ἕτερον τοῦ ἑτέρου, κατ’ οὐδένα τρόπον μίαν κατηγορίαν ποιήσουσιν· οὔτε γὰρ εἰ τοῦ Σωκράτους τό τε μουσικὸν καὶ τὸ λευκὸν κατὰ συμβεβηκὸς κατηγοροίης, μίαν γινομένην εὑρήσεις τὴν ἐξ αὐτῶν κατηγορίαν, οὔτε εἰ τὸ μὲν μουσικὸν τοῦ Σωκράτους τὸ δὲ λευκὸν τοῦ μουσικοῦ κατηγορούμενον λάβοις, οὐδὲ οὕτως. ταύτην δὲ τὴν ὑπόθεσιν ἐκ περιουσίας ἔλαβεν ὁ Ἀριστοτέλης, ἐπεὶ ἀνάγκη τὸ λευκὸν προηγουμένως κατηγορεῖσθαι Σωκράτους, ὥσπερ τὸ μουσικόν (οὐ κατ’ οὐσίαν μὲν ἅτε ὂν συμβεβηκός, κατὰ φύσιν μέντοι, διότι πεφύκασι τὰ συμβεβηκότα καὶ ὑφίστασθαι ἐν τοῖς σφετέροις ὑποκειμένοις καὶ κατηγορεῖσθαι κατ’ αὐτῶν), τοῦ δὲ μουσικοῦ μηκέτι προηγουμένως μηδὲ κατὰ φύσιν, ἀλλὰ τῷ ὄντι κατὰ συμβεβηκός, διότι ἄμφω συνέβη συνδραμεῖν ἐν τῷ αὐτῷ ὑποκειμένῳ. καὶ ὅλως ἀνάγκη τὰς διαζευκτικῶς εἰρημένας ὑπὸ τοῦ Ἀριστοτέλους ὑποθέσεις ἕπεσθαι ἀλλήλαις· εἴτε γὰρ τοῦ αὐτοῦ ὑποκειμένου δύο συμβεβηκότα κατηγοροῖντο, πάντως καὶ ἀλλήλων κατὰ συμβεβηκὸς κατηγορηθήσονται (κἂν τὸ μὲν οὐσιῶδες ᾖ τὸ δὲ συμβεβηκός, τὸ μὲν συμβεβηκὸς τοῦ οὐσιώδους κατὰ φύσιν κατηγορηθήσεται τὸ δὲ οὐσιῶδες τοῦ συμβεβηκότος παρὰ φύσιν, οἷον ὁ ἄνθρωπος τοῦ λευκοῦ τῷ ὄντι κατὰ συμβεβηκός), εἴτε ἐξ ἀρχῆς λαμβάνοιμεν τὸ ἕτερον τῶν συμπληρούντων τὴν κατηγορίαν περὶ ἧς ζητοῦμεν (εἴτε μία ἐστὶν εἴτε μή) τοῦ λοιποῦ κατὰ συμβεβηκὸς κατηγορούμενον, ἀνάγκη πρότερον εἰλῆφθαι αὐτὸ τοῦ ὑποκειμένου καθ’ αὑτὸ κατηγορηθέν· αὐτὸ γὰρ τοῦτό ἐστι τὸ νῦν ζητούμενον, πότε τὰ ἰδίᾳ κατηγορηθέντα καὶ συμπλακέντα δύναται κατηγορεῖσθαι. καὶ μήποτε χρὴ τῆς ῥήσεως οὐ διαζευκτικῶς ἀκούειν ἀλλὰ τὸ ἢ λέγειν ἀντὶ τοῦ καί παρειλῆφθαι,2 ὡς καὶ παρ’ Ὁμήρῳ τὸ ἢ νέος ἠὲ παλαιός ἀντὶ τοῦ ‘καὶ νέος καὶ παλαιός’, καὶ ὡς εἰώθασιν ἔνια τῶν συγγραμμάτων ἐπιγράφειν οἱ ἀρχαῖοι “Νικοκλῆς ἢ Συμμαχικός” καὶ “Φαίδων ἢ Περὶ ψυχῆς”, οὐκ ἀντιδιαστέλλοντες ἀλλ’ ἑκατέρῳ τῶν ὀνομάτων καλεῖν ἡμῖν τὸν λόγον ἐπιτρέποντες, ὡς εἶναι τὸ λεγόμενον ‘καὶ κατὰ τοῦ αὐτοῦ καὶ θάτερον κατὰ θατέρου’. Τί οὖν τὸ αἴτιον τοῦ μὴ πεφυκέναι συνδυάζεσθαι τὰ οὕτω κατηγορούμενα; ὅτι παντάπασιν ἀπηρτημένην ἀλλήλων ἔχουσι τὴν φύσιν ὑπὸ διαφόρους ἐνίοτε τελοῦντα κατηγορίας, καὶ κίρνασθαι αὐτὰ πρὸς ἄλληλα ἐπὶ τῷ μίαν ἐργάσασθαι φύσιν ἀδύνατον. εἰ δὲ ταῦτα οὕτως ἔχει, δῆλον ὅτι ὀρθῶς ἐλέγομεν πρότερον ὡς παρὰ τὸ ἔστιν οὐδὲν ἄλλο προσκατηγορεῖσθαι δυνατὸν ἐν ταῖς προτάσεσιν, οἷον τὸ βαδίζειν· ἐν γὰρ τῷ ‘ἄνθρωπος δίκαιος βαδίζει’ εἰ τὸ μὲν δίκαιος κατηγορεῖσθαι λέγοις τὸ δὲ βαδίζει προσκατηγορεῖσθαι, οὐκ ἔσται μία ἡ τοιαύτη πρότασις· ἄμφω γὰρ κατὰ συμβεβηκὸς τοῦ ἀνθρώπου κατηγορούμενα κίρνασθαι ἀλλήλοις πρὸς μιᾶς κατηγορίας γένεσιν οὐ πεφύκασι. τὸ δὲ ἔστιν ἅτε οὐκέτι καθ’ αὑτὸ τοῦ ὑποκειμένου μόνον κατηγορούμενον, ὥσπερ τὸ βαδίζει καὶ τῶν ἄλλων ῥημάτων ἕκαστον, ἀλλὰ μόνου τοῦ συνδῆσαι τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ χάριν παραλαμβανόμενον συμφύεσθαί τε μόνον τῶν ῥημάτων πρὸς τὸ κατηγορούμενον πέφυκεν, αὐτὸ προσκατηγορεῖσθαι λεγόμενον, καὶ μίαν τήν τε κατηγορίαν ποιεῖν καὶ διὰ τοῦτο τὴν ὅλην πρότασιν.

因此,在通过这些论证表明关于这些事情的界分是必然的之后,他紧接着传授了这一界分,说道:在就某些底层主体被述说的东西中——他把这些底层主体称为‘碰巧述说于其上的东西’,也就是谓词碰巧就其被述说的那些底层主体——,因此,在这些被述说的东西中,有些是就其自身就其本有的底层主体被述说的,有些则是偶性地被述说的。就首先被讨论的偶性述说的东西而言,无论两者都被取为偶性地就底层主体被述说,抑或其中一者就底层主体以及它们天然在其内具有存在的东西被述说,而另一者则就另一者被述说,它们在任何方式下都不会造成单一的述说。因为无论你把‘懂音乐的’和‘白的’两者都偶性地就苏格拉底述说,你都不会发现由它们构成的述说是单一的;抑或你取‘懂音乐的’就苏格拉底被述说,而‘白的’就‘懂音乐的’被述说,即便如此也不会是单一的。亚里士多德是作为多余的假设而取这一假定的,因为‘白的’必然原本地就苏格拉底被述说,正如‘懂音乐的’一样(虽然不是按照本质,因为它是一个偶性,但却是按照本性,因为偶性天然适于存在于它们各自的底层主体中并就它们被述说),但就‘懂音乐的’而言则不再是原本的也不是按照本性的,而是名副其实地偶性地被述说,因为二者碰巧汇聚在同一个底层主体中。一般而言,亚里士多德选言地表述的诸假设必然彼此相随。因为无论是两个偶性就同一个底层主体被述说,它们在任何情况下也都会偶性地彼此述说(即使一者是本质的一者是偶性,偶性将按照本性就本质的被述说,而本质的将违背本性就偶性被述说,正如‘人’名副其实地偶性地就‘白的’被述说);抑或我们从一开始就取充实我们所探究的述说(不论其是否为单一的)的诸项之一偶性地就其余一项被述说,它也必然预先已被取为就其自身就底层主体被述说;因为这正是当前所探究的问题本身:分别被述说且结合在一起的东西何时能够被述说。或许我们不应当以选言的方式理解这一语句,而应当说‘或者’是代替‘并且’被采用的,正如在荷马史诗中‘或幼或长’代替‘既幼且长’,又如古人习惯给他们的一些著作加上标题‘尼科克勒斯,或同盟论’以及‘斐多,或论灵魂’,并非为了互相对立,而是允许我们用这两个名称中的任何一个来称呼该论著,从而所说的意思是‘既就同一个东西,又一者就另一者’。那么,如此被述说的东西天然不适于结合的原因是什么呢?这是因为它们具有完全彼此分离的本性,有时归属于不同的范畴,并且它们不可能彼此调和以产生单一的本性。如果情况确实如此,显然我们此前所说是正确的:在命题中除了‘是’之外,没有任何别的东西能够作为附加谓词被述说,例如‘行走’;因为在‘正义的人行走’中,如果你说‘正义的’是被述说的,而‘行走’是作为附加谓词被述说的,那么这样的命题将不会是单一的;因为两者都是偶性地就‘人’被述说的,天然不适于彼此调和以生成单一的谓词。然而‘是’,由于不再像‘行走’和其余各动词那样单单自身就底层主体被述说,而是仅仅为了将谓词与底层主体连接起来而被采用,因此在诸动词中唯有它天然适于与谓词融合在一起,自身被称为被附加述说,并使该述说成为单一的,且因此使整个命题成为单一的。

语法注2 条
  1. 1.46ὅτι τῶν κατηγορουμένων κατά τινων ὑποκειμένων, ἃ ἐκάλεσεν ἐφ’ οἷς κατηγορεῖσθαι συμβαίνει, τοῦτ’ ἔστι καὶ τῶν ὑποκειμένων καθ’ ὧν τὰ κατηγορούμενα κατηγορεῖσθαι συμβαίνει, ἐκ τούτων οὖν τῶν κατηγορουμένων τὰ μὲν καθ’ αὑτὸ κατηγορεῖται

    这是一种复取结构(resumptio),首部的属格短语 τῶν κατηγορουμένων... 在经过长关系从句(ἃ ἐκάλεσεν...)的插入之后,由介词短语 ἐκ τούτων οὖν τῶν κατηγορουμένων 重新引回。主干结构为 τὰ μὲν καθ’ αὑτὸ κατηγορεῖται ... τὰ δὲ κατὰ συμβεβηκός。

  2. 1.46καὶ μήποτε χρὴ τῆς ῥήσεως οὐ διαζευκτικῶς ἀκούειν ἀλλὰ τὸ ἢ λέγειν ἀντὶ τοῦ καί παρειλῆφθαι

    副词 μήποτε 连同其后的动词(χρή)构成表达审慎推测或建议的标准惯用结构(‘或许应当……’)。其下属的两个不定式短语 ἀκούειν 与 λέγειν 通过 οὐ... ἀλλά... 形成对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:206.21-208.8