- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:205.4-206.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯以“好的鞋匠”为例说明谓词不可结合的情形,并详细剖析了亚里士多德的论证:若无限制地允许分别真实的谓词结合,将导致无限重复、语无伦次以及属差次序颠倒等荒谬后果。
ὅτι δὲ ἔστιν ἃ συντίθεσθαι ἀδυνάτως ἔχει, δείκνυσιν ἐπὶ ὑποθέσεως σκυτέα τινὰ λαμβάνων τὴν μὲν τέχνην οὐκ ἀκριβώσαντα τὸ δὲ ἦθος ἐπιεικῶς διακείμενον, ὁποῖος δοκεῖ γεγονέναι ὁ Σίμων ὁ τῷ Σωκράτει γνώριμος· κατὰ γὰρ τούτου τὸ μὲν ὅτι σκυτεὺς καὶ τὸ ὅτι ἀγαθός ἰδίᾳ ἑκάτερον ἀληθῶς κατηγορήσεις, τὸ δὲ ἐξ ἀμφοῖν συγκείμενον ὅτι ἐστὶ σκυτεὺς ἀγαθός οὐκέτι· καθ’ ἑαυτὸ μὲν γὰρ τὸ ἀγαθὸν ὁτουοῦν τῶν καθ’ ἕκαστα ἀνθρώπων κατηγορούμενον ὡς ἀνθρώπου κατηγορεῖται καὶ τὸ εἶδος αὐτοῦ τῆς ζωῆς σημαίνει, συντιθέμενον δὲ μετὰ τοῦ σκυτέως καὶ οὕτω κατηγορούμενον οὐκέτι πρὸς τὸ εἶδος ἐξακούεται τῆς τοῦ ἀνθρώπου ζωῆς, ἀλλὰ πρὸς τὸ ποιὸν τῆς τέχνης. διὸ καὶ ὁ παρὰ Πλάτωνι Γοργίας οὐ ῥήτωρ ἁπλῶς, ἀλλὰ τὸ ὅλον τοῦτο ‘ῥήτωρ ἀγαθός’ ὑπὸ τοῦ Σωκράτους ἠξίου προσαγορεύεσθαι, ταύτῃ διακρίνων ἑαυτὸν ἀπὸ τῶν μοχθηρῶς τῇ τέχνῃ χρωμένων. Ἐπεὶ δὲ εἰκὸς ἦν τῶν ἁπλούστερον διακειμένων τινὰς ὑπολαβεῖν ὅτι χρὴ πάντως τὰ ἰδίᾳ κατηγορούμενα καὶ ἅμα κατηγορεῖσθαι καὶ ἀποκληρωτικὸν οἰηθῆναι τὸ λέγειν ἡμᾶς ἐπὶ τινῶν μὲν ἐνδέχεσθαι τοῦτο ἐπὶ τινῶν δὲ μηκέτι καὶ πρὸς τὸ περὶ τοῦ σκυτέως καὶ τοῦ ἀγαθοῦ εἰρημένον πειρᾶσθαι διαφιλονεικεῖν, διὰ τοῦτο παριστὰς ἡμῖν τὸ ἀναγκαῖον τοῦ κινουμένου θεωρήματος δείκνυσιν ὅσα ἕπεται ἄτοπα1 τοῖς οὕτως ὑπολαμβάνουσι καί φησιν εἰ γὰρ διότι ἑκάτερον ἀληθές (ᾧ προσυπακούειν χρὴ ‘τῶν ἰδίᾳ κατηγορουμένων’), εἰ οὖν διὰ τοῦτο εἶναι δεῖ καὶ τὸ συνάμφω2 (κἂν τούτῳ πάλιν ὑπακουομένου τοῦ ἀληθές), 〈εἰ οὖν〉 εἶναι δεῖ καὶ τὸ συναμφότερον κατηγόρημα ἀληθές, πολλὰ ἄτοπα συμβήσεται· καὶ γὰρ ἀδολεσχεῖν δεήσει τὸν οὕτως ὑπολαμβάνοντα καὶ ἀδιανόητα λέγειν πρὸς τῷ ἀδολεσχεῖν καὶ παρέλκοντά τινα καὶ μάταια· κατὰ γὰρ Σωκράτους τό τε ἄνθρωπος καὶ τὸ λευκὸς ἀληθῶς κατηγορήσαντες καὶ τὸ συναμφότερον ἀληθῶς κατηγορήσομεν, ὅτι ἐστὶν ἄνθρωπος λευκός. ἀλλ’ εἰ πάντα τὰ κεχωρισμένως κατηγορούμενα καὶ συντεθέντα κατηγορεῖσθαι δυνατόν, ἐὰν πρὸς ταύτῃ τῇ συνθέτῳ κατηγορίᾳ λάβωμεν πάλιν τὸ λευκὸν αὐτὸ καθ’ αὑτὸ τοῦ Σωκράτους κατηγορούμενον, δεήσει πάλιν ἐξ ἀμφοτέρων τῶν κατηγοριῶν, τῆς τε συνθέτου καὶ τῆς ἁπλῆς, μίαν γίνεσθαι τὴν ὅλην κατηγορίαν, ὥστε λέγεσθαι ὅτι ἐστὶν ὁ Σωκράτης ἄνθρωπος λευκὸς λευκός, καὶ τοῦτο εἰς ἄπειρον, ὅπερ ἐστὶν ἐναργῶς ἀδολεσχούντων. πάλιν εἰ τὸ μουσικὸς καὶ τὸ λευκὸς καὶ τὸ βαδίζων οὐ μόνον κεχωρισμένως ἀλλὰ καὶ ἅμα κατηγοροῦνται τοῦ Σωκράτους, ἐὰν πρὸς τῇ συνθέτῳ ἐκ τούτων κατηγορίᾳ τὸ λευκὸν πάλιν αὐτὸ καθ’ αὑτὸ κατηγορήσωμεν, ἐροῦμεν ὅτι ἐστὶ μουσικὸς λευκὸς βαδίζων λευκός, καὶ πάλιν τοῦ μουσικοῦ, εἰ τύχοι, καθ’ αὑτὸ κατηγορηθέντος, μουσικὸς λευκὸς βαδίζων λευκὸς μουσικός, καὶ ταῦτα, ὅπερ αὐτός φησι, πολλάκις πεπλεγμένα, ὡς πρὸς τῷ ἀδολεσχεῖν καὶ ἀδιανόητον γίνεσθαι τὴν κατηγορίαν. τούτοις δὲ ἄλλο τι τρίτον ἄτοπον προστιθεὶς τοῦ ὁρωμένου φησὶ κατηγορεῖσθαι τυχὸν τὸ ὅτι Σωκράτης ἐστί καὶ ὅτι ἄνθρωπος, ὥστε δεήσει λέγειν καὶ ὅτι ὁ ὁρώμενος Σωκράτης ἄνθρωπός ἐστι. καὶ πάλιν τοῦ Σωκράτους τὸν μὲν ἄνθρωπον καὶ τὸ δίπουν ἰδίᾳ ἑκάτερον ἀμέμπτως κατηγορήσεις, οὐκέτι μέντοι τὸ ἐξ ἀμφοῖν, ὅπερ ἐστὶν ἄνθρωπος δίπους· ἄλογα γὰρ ταῦτα καὶ παντάπασι παρέλκοντα, εἴπερ ἐναργὲς ὅτι τόν τε Σωκράτην ἄνθρωπον εἶναι ἀνάγκη καὶ τὸν ἄνθρωπον δίποδα· εἰ γὰρ καὶ πεφύκασιν, ὅπερ ἐλέγομεν, ἢ ἁπλῶς ἢ κατὰ μέρος συμφύεσθαι πρὸς ἄλληλα τὰ κατ’ οὐσίαν κατηγορούμενα, ὡς τό τε γένος καὶ αἱ εἰδοποιοὶ διαφοραί, ἀλλ’ οὐ κατὰ τὴν τυχοῦσαν δεῖ αὐτὰ συνείρειν πρὸς ἄλληλα τάξιν· οὐ γὰρ προτάξομεν τὰ μερικώτερα καὶ ἐπὶ τούτοις θήσομεν τὰ καθολικώτερα καὶ ἐξ ἀνάγκης αὐτοῖς ἑπόμενα, ἀλλ’ ἔμπαλιν τὰ καθολικώτερα προτάξομεν τῶν μερικωτέρων.3
至于有些东西不可能结合,他是通过假定一个鞋匠来证明的,该鞋匠在技艺上并不精湛,但在品行上却很善良,苏格拉底的相识西蒙似乎正是这样的人。因为对于这个人,分别说他是鞋匠和他是好的,各自独立地述说是真实的,但由二者组合而成的‘是一个好的鞋匠’则不再真实;因为‘好的’就其自身而言无论述说任何个别的人,都是就其作为人而述说的,并且指示其生活的形态,而当与‘鞋匠’结合并如此被述说时,就不再是就人的生活形态而言被理解,而是就技艺的品质而言被理解。因此柏拉图对话中的高尔吉亚也要求苏格拉底不要单单称他为‘修辞学家’,而要以这整个短语‘好的修辞学家’来称呼他,以此将自己与那些拙劣运用该技艺的人区分开来。 另一方面,既然一些想法较单纯的人很可能认为,凡是分别被述说的东西必然也必须同时被述说,并认为我们断言在某些情况下可能如此而在另一些情况下则不再如此是武断的,从而试图对关于鞋匠和好的论述进行争辩,为此,他向我们展示所探讨的定理的必然性,指明对于这样假定的人会伴随多少荒谬之谈,并且说道:因为如果由于各自是真实的(对此必须补充理解‘在分别被述说的东西中’),如果因此缘故结合体也必须是(在此处又同样理解为‘真实的’),[如果因此]结合后的谓词也必须是真实的,那么就会产生许多荒谬的结果。因为这样假定的人将不得不语无伦次,并且除了语无伦次之外还要说出不可理解的、冗赘的和徒劳的话。因为对苏格拉底分别真实地述说了‘人’和‘白的’之后,我们也将真实地述说结合体,即他是一个‘白人’。但如果所有分别被述说的东西在结合后也能够被述说,那么在这一复合谓词之外,如果我们再次取‘白的’自身就苏格拉底而被述说,那么从复合的和单纯的这两个谓词中,整个谓词就必须再次合而为一,从而说苏格拉底是‘白白的人’,并且这将进至无穷,这显然是语无伦次者的表现。再者,如果‘懂音乐的’、‘白的’和‘行走的’不仅分别地而且同时就苏格拉底被述说,那么在由这些构成的复合谓词之外,如果我们再次就其自身述说‘白的’,我们就会说他是‘懂音乐的白的行走的白物’,并且如果‘懂音乐的’碰巧又就其自身被述说,就会成为‘懂音乐的白的行走的白懂音乐之物’,正如他自己所言,这些将被多次交织在一起,以至于在语无伦次之外,该述说甚至变得不可理解。在这些之外他又加上了第三种荒谬情形,他说对于所见之物,碰巧述说了它是苏格拉底并且是人,从而也就必须说所见之物是‘苏格拉底人’。再者,对于苏格拉底,分别述说‘人’和‘两足的’中的每一项是无可非议的,然而由二者构成的‘人两足的’则不再如此;因为如果苏格拉底必然是人而人必然是两足动物是显然的,那么这些说法就是不合逻辑且完全冗赘的。因为即使按照本质被述说的东西——如属与种差——正如我们所说,天然适于彼此完全地或部分地融合在一起,但也不应当按照任意的次序将它们彼此串联;因为我们绝不会把更个别的东西放在前面,并把必然伴随它们的更普遍的东西置于其后,相反,我们要把更普遍的东西置于更个别的东西之前。
- 1.46Ἐπεὶ δὲ εἰκὸς ἦν τῶν ἁπλούστερον διακειμένων τινὰς ὑπολαβεῖν ... διὰ τοῦτο παριστὰς ἡμῖν τὸ ἀναγκαῖον τοῦ κινουμένου θεωρήματος δείκνυσιν ὅσα ἕπεται ἄτοπα
整个句子的框架为从属从句 Ἐπεὶ δὲ εἰκὸς ἦν ...(原因从句)与主句 διὰ τοῦτο παριστὰς ... δείκνυσιν ... 相应。在从属从句内部,三个不定式(ὑπολαβεῖν、οἰηθῆναι 和 πειρᾶσθαι)并列依存于 εἰκὸς ἦν;主句中分词 παριστάς 修饰主动词 δείκνυσιν,随后连接 καί φησιν 引出亚里士多德的原句。
- 1.46εἰ γὰρ διότι ἑκάτερον ἀληθές (ᾧ προσυπακούειν χρὴ ‘τῶν ἰδίᾳ κατηγορουμένων’), εἰ οὖν διὰ τοῦτο εἶναι δεῖ καὶ τὸ συνάμφω
注释者对亚里士多德的条件从句(εἰ γὰρ διότι...)通过插入语补充说明省略成分。阿摩尼奥斯指出,必须在 ἑκάτερον 处补充理解 τῶν ἰδίᾳ κατηγορουμένων(由 προσυπακούειν 引出),并在后承的 εἶναι δεῖ καὶ τὸ συνάμφω 中同样补充理解谓词 ἀληθές(由 ὑπακουομένου 表述)。
- 1.46οὐ γὰρ προτάξομεν τὰ μερικώτερα καὶ ἐπὶ τούτοις θήσομεν τὰ καθολικώτερα καὶ ἐξ ἀνάγκης αὐτοῖς ἑπόμενα, ἀλλ’ ἔμπαλιν τὰ καθολικώτερα προτάξομεν τῶν μερικωτέρων
由 οὐ γὰρ... ἀλλ’ ἔμπαλιν... 构成的对偶对比句。前半句对比了 προτάξομεν τὰ μερικώτερα(将更特殊的置前)与 θήσομεν τὰ καθολικώτερα(将更普遍的置后),后半句中 προτάξομεν 带比较属格 τῶν μερικωτέρων,用以确立谓项结合时的逻辑词序规则。
