← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§203.21-205.4

述词的结合可能性及其判定标准

亚里士多德在《解释篇》第11章中探讨了多个分别述说的谓词何时能够结合为一个单一谓词而何时不能的判定标准,并指出了偶性结合以及重复内在属性所导致的谬误。阿摩尼乌对此解释道,该节补充了前文所遗漏的关于复合述说的规则,且亚里士多德在探讨原因之前先确立了结合可能性的客观事实。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.46#1

Ἐπεὶ δὲ τὰ μὲν κατηγορεῖται συντιθέμενα ὡς ἓν τὸ πᾶν κατηγόρημα τῶν χωρὶς κατηγορουμένων,1 τὰ δὲ οὔ, τίς ἡ διαφορά; κατὰ γὰρ τοῦ ἀνθρώπου ἀληθὲς εἰπεῖν καὶ χωρὶς ζῷον καὶ χωρὶς δίπουν, καὶ ταῦτα ὡς ἕν, καὶ ἄνθρωπον καὶ λευκόν, καὶ ταῦτα ὡς ἕν. ἀλλ’ οὐχὶ εἰ σκυτεὺς καὶ ἀγαθός, καὶ σκυτεὺς ἀγαθός· εἰ γὰρ διότι ἑκάτερον ἀληθές, εἶναι δεῖ καὶ τὸ συνάμφω,2 πολλὰ καὶ ἄτοπα ἔσται· κατὰ γὰρ τοῦ ἀνθρώπου καὶ τὸ ἄνθρωπος ἀληθὲς καὶ τὸ λευκόν, ὥστε καὶ τὸ ἅπαν. πάλιν εἰ τὸ λευκὸν αὐτό, καὶ τὸ ἅπαν, ὥστε ἔσται ἄνθρωπος λευκὸς λευκός, καὶ τοῦτο εἰς ἄπειρον. καὶ πάλιν μουσικὸς λευκὸς βαδίζων, καὶ ταῦτα πολλάκις πεπλεγμένα. ἔτι εἰ ὁ Σωκράτης Σωκράτης καὶ ἄνθρωπος, καὶ Σωκράτης Σωκράτης ἄνθρωπος. καὶ εἰ ἄνθρωπος καὶ δίπους, καὶ ἄνθρωπος δίπους. ὅτι μὲν οὖν εἴ τις ἁπλῶς φήσει τὰς συμπλοκὰς γίνεσθαι, πολλὰ συμβαίνει λέγειν ἄτοπα, δῆλον· ὅπως δὲ θετέον, λέγομεν νῦν. τῶν δὴ κατηγορουμένων καὶ ἐφ’ οἷς κατηγορεῖσθαι συμβαίνει, ὅσα μὲν λέγεται κατὰ συμβεβηκὸς ἢ κατὰ τοῦ αὐτοῦ ἢ θάτερον κατὰ θατέρου, ταῦτα οὐκ ἔσται ἕν· οἷον ἄνθρωπος λευκός ἐστι καὶ μουσικός, ἀλλ’ οὐχ ἓν τὸ λευκὸν καὶ τὸ μουσικόν· συμβεβηκότα γὰρ ἄμφω τῷ αὐτῷ. οὐδ’ εἰ τὸ λευκὸν μουσικὸν ἀληθὲς εἰπεῖν, ὅμως οὐκ ἔσται τὸ μουσικὸν λευκὸν ἕν τι· κατὰ συμβεβηκὸς γὰρ τὸ μουσικὸν λευκόν, ὥστε οὐκ ἔσται τὸ λευκὸν μουσικὸν ἕν τι. διὸ οὐδὲ ὁ σκυτεὺς ἀγαθὸς ἁπλῶς, ἀλλὰ ζῷον δίπουν· οὐ γὰρ κατὰ συμβεβηκός. ἔτι οὐδ’ ὅσα ἐνυπάρχει ἐν τῷ ἑτέρῳ· διὸ οὔτε τὸ λευκὸν πολλάκις οὔτε ὁ ἄνθρωπός ἐστι ζῷον ἢ δίπουν· ἐνυπάρχει γὰρ ἐν τῷ ἀνθρώπῳ τὸ ζῷον καὶ τὸ δίπουν. Εἰπὼν ἐν τοῖς προλαβοῦσιν ὅτι τῶν διαφόρων κατὰ τοῦ αὐτοῦ κατηγορημάτων τὰ μὲν δύναται συμπλέκεσθαι καὶ μίαν τινὰ ἐξ ἁπάντων κατηγορίαν ποιεῖν τὰ δὲ οὐ δύναται, καὶ μηδένα ἡμῖν κανόνα ἐν ἐκείνοις παραδοὺς τῆς τούτου διακρίσεως, ἀλλ’ εὐθὺς μεταβὰς ἐπὶ τὴν διδασκαλίαν τοῦ θεωρήματος, πρὸς ὅπερ ἦν ἐκεῖνο χρήσιμον, λέγω δὲ τὸ μὴ δεῖν μίαν ποιεῖσθαι ἀπόκρισιν πρὸς τὴν μὴ οὖσαν μίαν ὄντως ἐρώτησιν, βούλεται λοιπὸν διὰ τούτων τὸ ἐν ἐκείνοις παραλελειμμένον προσθεῖναι.3 καὶ λαβὼν ὡς ὁμολογούμενον ὅτι τῶν κατὰ τοῦ αὐτοῦ κατηγορηθέντων πλειόνων ὀνομάτων τε καὶ πραγμάτων τὰ μὲν δύναται συντιθέμενα ἀλλήλοις καὶ ὥσπερ συμφυόμενα ἕν τι ποιεῖν ἅπαν τὸ ἐξ αὐτῶν κατηγόρημα, ὥσπερ ἐλέγομεν ἐπὶ τοῦ ζῷον δίπουν ἥμερον, τὰ δὲ οὐ δύναται ὡς ἐπὶ τοῦ λευκοῦ καὶ τοῦ βαδίζειν, ἀξιοῖ ζητεῖν τίς ἡ διαφορά, τοῦτο δέ ἐστι τί τὸ αἴτιον τῆς τοιαύτης διαφορᾶς καὶ διὰ τίνα αἰτίαν τάδε μέν τινα συμφύεται τάδε δὲ οὔ. πρῶτον δὲ παρίστησιν ὅτι ἔστιν ὄντως ἡ τοιαύτη ἐν τοῖς πλείοσι κατηγορουμένοις διαφορά, ἡ κατὰ τὸ πεφυκέναι συντίθεσθαι λέγω καὶ μὴ πεφυκέναι, πρὶν ἐπισκέψασθαι αὐτῆς τὴν αἰτίαν, ἐπεὶ καὶ ἦν ἀκόλουθον τὸ ὅτι ἡμᾶς πρὸ τοῦ διότι μανθάνειν. ὅτι μὲν οὖν πεφύκασί τινα συντίθεσθαι πρὸς μιᾶς κατηγορίας γένεσιν, δείκνυσι τό τε ζῷον καὶ τὸ δίπουν λαμβάνων, ἅπερ οὐ διακεκριμένως μόνον ἀλλὰ καὶ ἅμα τοῦ ἀνθρώπου κατηγορεῖται, ὅταν ζῷον δίπουν εἶναι αὐτὸν ἀποφαινώμεθα, καὶ πάλιν τὸν ἄνθρωπον καὶ τὸ λευκόν, ἅπερ κατηγορεῖται τοῦδε τοῦ ἀνθρώπου διακεκριμένως τε καὶ συμπεπλεγμένως, ὁπόταν λέγωμεν ‘ὁ Σωκράτης ἄνθρωπος λευκός ἐστιν’.

“但是,在分别被述说的谓词中,有些结合起来被述说,仿佛整个谓词是一个整体,而另一些则不然,那么其间的区别是什么呢?因为对于人来说,分别说‘动物’是真实的,分别说‘两足的’也是真实的,把它们作为一而说也是真实的;说‘人’和‘白的’是真实的,把它们作为一而说也是真实的。但并非若‘鞋匠’和‘好的’[是真实的],‘好的鞋匠’也就[是真实的]。因为如果由于二者各自是真实的,结合体也就必须是真实的,那么就会产生许多荒谬的结果。因为对于人来说,‘人’是真实的,‘白的’也是真实的,从而其全体也是真实的。再者,如果‘白的’本身[是真实的],其全体也是真实的,从而就会有‘白白的人’,并且这将进至无穷。又如‘懂音乐的、白的、行走的’,并且这些可以多次交织在一起。再者,如果苏格拉底是苏格拉底并且是人,那么苏格拉底也就是‘苏格拉底人’。又如果是人且是两足的,那么也是‘人两足的’。因此显然,如果有人断言结合可以无条件地产生,就会必然说出许多荒谬之谈;至于应当如何规定,我们现在来说。在被述说的谓词以及它们适巧被述说的主词中,凡是偶性地被说的,或者就同一主词而被说,或者一者就另一者而被说,这些都不会是一;例如,人是白的且懂音乐的,但‘白的’和‘懂音乐的’并不是一,因为二者对于同一主词来说都是偶性。即使说‘白的是懂音乐的’是真实的,然而‘懂音乐的白物’也不会是一个东西;因为懂音乐的是偶性地为白的,从而‘白的懂音乐之物’不会是一个东西。因此鞋匠也不是无条件地好的,但两足动物[却是一],因为这并非出于偶性。再者,凡是内在于另一者之中的东西[也不是一];因此,既不能多次[重复]‘白的’,人是‘动物’或‘两足的’[也不是结合的一],因为在人之中已经内含了‘动物’与‘两足的’。” 亚里士多德在先前曾说过,在就同一主词述说的不同谓词中,有些能够交织起来并由所有这些构成单一的述说,而另一些则不能,并且在那些地方并未向我们传授区分此事的任何规则,而是直接转向讲授那一论题——先前之点对其正是适用的,我指的是不应当对并非真正单一的问题作出单一的回答——现在他希望通过这些话补充在那些地方所遗漏的内容。并且他把这一点作为公认的前提而接受:在就同一主词被述说的多数名称和事物中,有些能够彼此结合并且如同自然融合一样使由它们构成的整个谓词成为一——正如我们在“两足的温驯动物”的例子中所说的那样——而另一些则不能,如在“白的”和“行走的”的例子中;由此他认为应当探究其差别是什么,即这种差别的原因是什么,以及由于什么原因这些得以融合而那些不能。但在探讨其原因之前,他首先指出,在多个谓词之中确实存在着这样的差别,我指的是依其天然适于结合与天然不适于结合而论的差别,因为我们在“为什么”之前先学习“事实如此”,本是顺理成章的。因此,确实存在着天然适于结合以产生单一述说的事物,他是通过取“动物”与“两足的”来证明的,当我们断言人是两足动物时,这两者不仅分别被述说,而且同时就人被述说;他又取“人”与“白的”,当我们说“苏格拉底是白的人”时,这两者不仅分别地,而且结合地就这特定的人被述说。

语法注3 条
  1. 1.46τῶν χωρὶς κατηγορουμένων

    属格 τῶν χωρὶς κατηγορουμένων 用作部分属格,从属于前方的主语 τὰ μέν ... τὰ δέ。虽然在语序上次序倒装(hyperbaton),置于 συντιθέμενα ὡς ἓν τὸ πᾶν κατηγόρημα 之后,但在句意上直接限定主语(即“在分别被述说的谓词中,有些……另一些……”)。

  2. 1.46εἰ γὰρ διότι ἑκάτερον ἀληθές, εἶναι δεῖ καὶ τὸ συνάμφω

    条件从句中的无人称动词 δεῖ 支配宾格不定词短语 εἶναι ... τὸ συνάμφω,其中 τὸ συνάμφω(两者的结合体)作 εἶναι 的逻辑主语。整个 εἰ γὰρ διότι... 结构充当主节 apodosis(πολλὰ καὶ ἄτοπα ἔσται)的条件从句,表达“如果因为各自为真,结合体也必须为真的话,就会导致许多荒谬”。

  3. 1.46Εἰπὼν ἐν τοῖς προλαβοῦσιν ... βούλεται λοιπὸν διὰ τούτων τὸ ἐν ἐκείνοις παραλελειμμένον προσθεῖναι

    阿摩尼乌长句的句法骨架:省略的主语(亚里士多德)支配主动词 βούλεται,该动词带补足不定词 προσθεῖναι(“想要补充……”)。句首的分词 Εἰπὼν 与随后的 μηδένα ... παραδούς 以及 εὐθὺς μεταβάς 构成一组修饰主语的连带分词,在跨越插入解释句(λέγω δὲ τὸ μὴ δεῖν...)之后,最终汇聚于主节 βούλεται λοιπὸν διὰ τούτων...

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:203.21-205.4