- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:202.2-203.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯通过区分“现实与潜能”,调解了亚历山大与扬布利柯关于辩证问题是提问矛盾的一方还是整个矛盾的争论,阐明了柏拉图式苏格拉底方法与亚里士多德式辩证法的差异,并解释了探询本质的“是什么”为何本身不是辩证问题以及如何将其转化为辩证形式。
Ἀλλ’ ἐπειδὴ ἀμφισβητοῦσι πρὸς ἀλλήλους περὶ τῆς διαλεκτικῆς ἐρωτήσεως ὅ τε ἀπὸ τῆς Ἀφροδισιάδος ἐξηγητὴς καὶ ὁ θεῖος Ἰάμβλιχος, ὁ μὲν τῇ προκειμένῃ ἑπόμενος ῥήσει καὶ ἀξιῶν τοῦ ἑτέρου μόνον μορίου τῆς ἀντιφάσεως εἶναι τὴν διαλεκτικὴν ἐρώτησιν, ὁ δὲ τοῖς λεγομένοις περὶ αὐτῆς ἐν τῷ προοιμίῳ τῶν Ἀναλυτικῶν καὶ ἀξιῶν αὐτὴν τῆς ὅλης ἀντιφάσεως ἐρώτησιν εἶναι (ἔστι γάρ, φησὶν ἐν ἐκείνοις, ἡ διαλεκτικὴ πρότασις “πυνθανομένῳ μὲν ἐρώτησις ἀντιφάσεως, συλλογιζομένῳ δὲ λῆψις τοῦ φαινομένου καὶ ἐνδόξου”), φανερὸν ἐκ τῶν πρότερον εἰρημένων ὅπως διαιτήσομεν τῇ ἀμφισβητήσει·1 κατ’ ἐνέργειαν μὲν γὰρ τὸ ἕτερον μόνον μόριον τῆς ἀντιφάσεως ἐρωτᾶσθαι χρή, εἰ μέλλοι πρὸς ἔπος ἀπαντᾶν ὁ τὸ ναί μόνον ἢ τὸ οὔ ἀποκρινόμενος, δυνάμει δέ γε καὶ τὸ ἕτερον προτείνεται· κἂν γὰρ εὑρίσκωμεν παρὰ τῷ θειοτάτῳ Πλάτωνί τινας ἐρωτήσεις τὴν ὅλην ἀντίφασιν κατ’ ἐνέργειαν ἐρωτώσας, ὥσπερ ἐν Φαίδωνι “τί δὲ δὴ περὶ αὐτὴν τὴν τῆς φρονήσεως κτῆσιν, πότερον ἐμπόδιον τὸ σῶμα ἢ οὔ;” (πρὸς ὃ καὶ μάλιστα βλέπων ὁ μέγας Ἰάμβλιχος ἀποφαίνεται τὴν ὅλην ἀντίφασιν ἐν τῇ διαλεκτικῇ ἐρωτήσει περιλαμβάνεσθαι), ἀλλ’ εἰδέναι χρὴ2 ὅτι οὐ διαγίνεται ὁ παρὰ Πλάτωνι Σωκράτης ἐν ταῖς πρὸς τοὺς κοινωνοῦντας αὐτῷ τῶν λόγων συνουσίαις κατὰ τὴν πρόθεσιν τοῦ κατὰ τὸν Ἀριστοτέλην καλουμένου διαλεκτικοῦ· ὁ μὲν γὰρ οὕτω λεγόμενος διαλεκτικὸς πρὸς νίκην μόνον ὁρᾷ τοῦ προσδιαλεγομένου καὶ τὸ περιαγαγεῖν αὐτὸν εἰς τὴν ἀντίφασιν, ὁ δέ γε Σωκράτης καὶ πταίοντας τοὺς προσδιαλεγομένους ἐπανορθοῖ καὶ τέλος τίθεται οὐ τὴν νίκην ἀλλὰ τὴν τῆς ἀληθείας κατάληψιν. ὥστε κἂν εὕρῃς τὴν ὅλην ἀντίφασιν αὐτὸν προτείνοντα, ἤτοι γυμνασίας ἕνεκα τῶν προσδιαλεγομένων εὑρήσεις τοῦτο ποιοῦντα ἢ εὐθὺς διασαφοῦντα πρὸς πότερον αὐτὸν μόριον τῆς ἀντιφάσεως ἀποκρίνασθαι ἀξιοῖ, ἢ τὸν προσδιαλεγόμενον οὐ λέγοντα τὸ ναί μόνον ἢ τὸ οὔ, ἀλλὰ δηλοῦντα πρὸς πότερον μόριον τῆς ἀντιφάσεως ποιεῖται τὴν ἀπόκρισιν. ὅλως τε ἡ πρότασις ἡ διαλεκτικὴ προηγουμένως μὲν τῆς χρείας ἕνεκα τοῦ διαλεκτικοῦ συλλογισμοῦ παραλαμβάνεται καὶ ὡς μέρος τούτου γινομένη οὔτε τὸ ‘ἆρά γε’ προσκείμενον ἕξει καὶ θάτερον μόνον μόριον παραλήψεται τῆς ἀντιφάσεως τὸ τῷ προσδιαλεγομένῳ δοκοῦν· ἐπεὶ δὲ ὑφεῖται τῆς ἀποδεικτικῆς τῷ μὴ ἀπὸ τῶν πραγμάτων αὐτῶν ἀλλ’ ἀπὸ τῶν συγχωρουμένων ὑπὸ τοῦ προσδιαλεγομένου λαμβάνεσθαι, διὰ τοῦτο καὶ προτίθεται δι’ ἐρωτήσεως τῷ κοινωνῷ τῶν λόγων πρὸς ἐπίκρισιν τῆς ἐκείνῳ φαινομένης ἀληθείας οὐκ αὐτὴ μόνον ἀλλ’, ὥσπερ εἴρηται, καὶ τὸ λοιπὸν τῆς ἀντιφάσεως μόριον καὶ τὸ ‘ἆρά γε’ προσλαμβάνει διὰ τὸ σχῆμα τῆς ἐρωτήσεως. Ἀλλὰ τί ἐστιν ὅπερ ἐφεξῆς ὡς ἐν πορίσματος τάξει προστίθησιν ὁ Ἀριστοτέλης, ἅμα δὲ δῆλον λέγων ὅτι οὐδὲ τὸ τί ἐστιν ἐρώτησίς ἐστι διαλεκτική, καὶ τίνι τοῦτο ἕπεσθαι ἀξιοῖ;3 φανερὸν δὴ ὅτι τοῖς εἰρημένοις περὶ τῆς ἐρωτήσεως τῆς διαλεκτικῆς ὅτι ἐστὶν ἀποκρίσεως αἴτησις, ἢ τῆς προτάσεως ἢ θατέρου μορίου τῆς ἀντιφάσεως· εἰ γὰρ τοιαύτη μὲν ἡ διαλεκτικὴ ἐρώτησις, ὥστε διδόναι καὶ ἐπιτρέπειν τῷ προσδιαλεγομένῳ ὁπότερον ἂν βούληται τῆς ἀντιφάσεως μόριον ἀποκρίνασθαι, ἡ δὲ τοῦ τί ἐστιν ἐρώτησις οὐ τοιαύτη, ἀλλὰ διδασκαλίαν καὶ ὑφήγησιν τῆς τοῦ πράγματος φύσεως ἀπαιτοῦσα, φανερὸν ὅτι ἡ τοῦ τί ἐστιν ἐρώτησις οὐκ ἂν εἴη διαλεκτική. ἀλλ’ εἴπερ ὅλως ἐθέλοιμεν σχηματίζειν τὴν περὶ τοῦ τί ἐστι πεῦσιν εἰς διαλεκτικὴν ἐρώτησιν, αὐτοὺς ἡμᾶς χρὴ τὸν δοκοῦντα ἡμῖν τοῦ πράγματος εἶναι ὁρισμὸν ἐνεργείᾳ προφερομένους ἐρωτᾶν, οἷον ‘πότερον ὁ ἄνθρωπος ζῷον δίπουν ἥμερόν ἐστιν;’, εἴπερ ἐθέλοιμεν τὴν κατάφασιν ἐρωτᾶν, ἢ ‘πότερον ὁ ἄνθρωπος ζῷον δίπουν ἥμερον οὐκ ἔστιν;’, εἰ περὶ τῆς ἀποφάσεως ἐθέλοιμεν πυνθάνεσθαι, ὅπερ αὐτὸς ἐνεδείξατο συντόμως διὰ τοῦ ἢ οὐ τοῦτο.
但是,既然来自阿佛洛狄西亚的诠释家与神圣的扬布利柯就辩证问题彼此争论——前者遵循当前的陈述,主张辩证问题仅关涉矛盾的一方部分;而后者遵循《分析篇》序言中关于它所说的话,主张它是关于整个矛盾的提问(因为他在那部著作中说,辩证前提“对于询问者而言是矛盾的提问,而对于推论者而言则是采纳显而易见和合乎公认之见的事物”)——那么根据先前所说的话,我们应当如何调解这场争端便是显然的了。因为在现实上,确实必须只询问矛盾的一方部分,如果那个仅回答“是”或“否”的人要切中要害地作答的话;但在潜能上,另一方部分也是被提出的。因为即使我们在最神圣的柏拉图那里发现某些现实地询问整个矛盾的问题,正如在《斐多篇》中:“那么关于获取明智本身又是如何呢?肉体是障碍,还是不是?”(伟大的扬布利柯主要正是着眼于此,才断言整个矛盾都被包含在辩证问题之中的),但也必须知晓,柏拉图笔下的苏格拉底在与那些同他共话者的交谈中,并不是按照亚里士多德所谓的辩证家的意图行事的。因为所谓的那种辩证家只着眼于战胜对话者并将其引入矛盾,而苏格拉底则即便在对话者失足时也纠正他们,并且将把握真理而非战胜对手确立为目的。因此,即使你发现他提出了整个矛盾,你也会发现他这样做要么是为了操练对话者,要么是他随即澄清了他要求对方就矛盾的哪一部分作答,要么是对话者并非仅仅说“是”或“否”,而是表明自己正针对矛盾的哪一部分作出回答。总的来说,辩证前提主要是为了辩证推论的需要而被采用的,而当它成为推论的一部分时,它既不会附带疑问虚词,也只会采用矛盾中为对话者所认可的那单一一项;但由于它并非取自事物本身,而是取自对话者所让步同意的事物,因而在这一点上次于示范的前提,所以为了对那人所见之真理进行评判,它也通过提问向共话者提出,不仅它自身被提出,而且正如所言,由于提问的形式,它也附带地采纳了矛盾的剩余部分以及疑问虚词。 但是,亚里士多德紧接着以推论的方式补充道:“同时显而易见的是,‘是什么’也不是辩证问题”,这是什么意思?他又主张这是从什么推导出来的呢?这显然是从关于辩证问题所说的话推导出来的,即它是对回答的索求,要么是对前提的索求,要么是对矛盾的两个部分之一的索求。因为,如果辩证问题是允许并任由对话者回答矛盾中无论他所愿望的哪一部分,而“是什么”的问题并非如此,而是要求对事物本性的教导和阐述,那么显然“是什么”的问题就不可能是辩证的。但是,如果我们果真想把关于“是什么”的询问塑造成一个辩证问题,我们就必须自己在现实中提出我们认为属于该事物的定义来进行提问,例如,如果我们想询问肯定方面,就问“人是否是动物、双足且温顺的?”,如果我们想探问否定方面,就问“人是否不是动物、双足且温顺的?”,这正是他本人通过“抑或不是这个”简短表明的意思。
- 1.45ὅπως διαιτήσομεν τῇ ἀμφισβητήσει
动词 διαιτάω 原为司法术语,意为“仲裁、调停”,此处支配与格 τῇ ἀμφισβητήσει(“在争端中/对争端”),表示仲裁的对象或范围。间接疑问从句 ὅπως διαιτήσομεν 作 φανερόν [ἐστι] 的主语。
- 1.45κἂν γὰρ εὑρίσκωμεν ... ἀλλ’ εἰδέναι χρὴ
这是一个让步关联结构:以 κἂν ... εὑρίσκωμεν(“因为即使我们发现……”)引导让步从句,其主句由转折连词 ἀλλά 引导(ἀλλ’ εἰδέναι χρή,“但也必须知晓……”)。该结构在先行承认柏拉图文本中的反例之同时,在主句中对比了苏格拉底的对话目的与亚里士多德式辩证法的差异。
- 1.45καὶ τίνι τοῦτο ἕπεσθαι ἀξιοῖ;
τίνι 是疑问代词的中性与格,意为“[亚里士多德]主张这是从何者推导出来的(随何者而来)?”动词 ἕπεσθαι 表示逻辑推论关系(“随……之后而产生、从……推导得出”),其所支配的与格在语法上与接下来的回答 φανερὸν δὴ ὅτι τοῖς εἰρημένοις... 中的与格相呼应。
