- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:200.27-202.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯详细解释了亚里士多德关于不得对看似单一实则包含多重命题的问题作出单一回答的论证,并结合《高尔吉亚篇》和《论题篇》第八卷阐明,即使该回答碰巧为真,为了遵循辩证规则也必须拒绝作出单一的回答。
εἰ οὖν ταῦτα οὕτως ἔχει1 καὶ δεῖ τὸν πρὸς τὴν διαλεκτικὴν ἐρώτησιν ἀποκρινόμενον μίαν τινὰ μόνην ἀποκρίνασθαι πρότασιν, ἢ τὴν κατ’ ἐνέργειαν ἢ τὴν κατὰ δύναμιν προενεχθεῖσαν ὑπὸ τοῦ ἐρωτήσαντος, ἡ δὲ μία πρότασις μιᾶς ἀντιφάσεώς ἐστι μόριον, μία δὲ ἀντίφασις, ὡς διώρισται πρότερον, ἡ τοῦ αὐτοῦ κατὰ τοῦ αὐτοῦ μηδαμῇ ὁμωνυμίᾳ προσχρωμένη· εἰ ταῦτα πάντα οὕτως ἔχει, ὧν τὰ μὲν τέθεικεν ὁ Ἀριστοτέλης τὰ δὲ ὡς ἀκόλουθα τοῖς τεθειμένοις παρῆκεν, οὐκ ἂν εἴη, φησίν, ἀπόκρισις μία πρὸς ταῦτα (λέγει δὲ ταῦτα περὶ ὧν ἦν αὐτῷ προσεχῶς ὁ λόγος, τοῦτ’ ἔστι τὰς ἐρωτήσεις τὰς πρότασίν τινα ἡμῖν προτιθείσας, δοκοῦσαν μὲν εἶναι μίαν κατ’ ἀλήθειαν μέντοι οὖσαν πολλάς κατὰ τοὺς ὀλίγῳ πρότερον παραδεδομένους περὶ αὐτῶν διορισμούς), καὶ τὴν αἰτίαν εὐθὺς προσέθηκε τοῦ μὴ δεῖν διὰ μιᾶς ἀποκρίσεως ἀπαντᾶν πρὸς τὰς τοιαύτας ἐρωτήσεις εἰπὼν οὐδὲ γὰρ ἡ ἐρώτησις μία. διὸ συμβαίνει τὸν πρὸς ταύτην ἀποκρινόμενον ἅμα καὶ ἀληθεύειν καὶ ψεύδεσθαι κατ’ ἄλλο καὶ ἄλλο τῶν σημαινομένων ὑπὸ τῆς προτάσεως ἢ ὡς ὑποκειμένων ἢ ὡς κατηγορουμένων, ἢ ὁμωνύμων ὄντων, ὡς ἔμπροσθεν ἐλέγετο, ἢ καὶ διαφόροις ὀνόμασι καλουμένων τοῖς κατ’ ἐνέργειαν ἐν τῇ προτάσει παρειλημμένοις, ὡς ἐν τοῖς προσεχῶς εἰρημένοις παρεδίδοτο· πῶς γὰρ ἄν τις ἀποκρίνοιτο διὰ μιᾶς ἀποκρίσεως πρὸς τὸν ἐρόμενον ‘ἆρά γε Αἴας ἐμονομάχησεν Ἕκτορι;’ ἢ ‘ἆρά γε Σωκράτης λευκὸς βαδίζων ἐστίν;’, εἰ τύχοι τῶν ἠρωτημένων τὸ μὲν ἕτερον ὑπάρχον αὐτῷ τὸ δὲ ἕτερον μὴ ὑπάρχον; ταῦτα δὲ καὶ Πλάτων πρὸ τοῦ Ἀριστοτέλους ἡμᾶς ἐδίδαξεν· ἐγκαλεῖ γοῦν ὁ ἐν τῷ Γοργίᾳ Σωκράτης τῷ Πώλῳ ἐρομένῳ αὐτὸν εἰ μὴ δοκοῦσιν αὐτῷ οἱ ῥήτορες ὥσπερ οἱ τύραννοι ἅπαντα ποιεῖν, ἃ βούλονταί τε καὶ δοκεῖ αὐτοῖς βέλτιστα εἶναι, ὡς πλείονας ἅμα ἐρωτήσεις ἐρομένῳ2 διὰ τὴν ἄγνοιαν τῆς διαφορᾶς τῆς τε βουλήσεως καὶ τῆς δοκήσεως. ἐπεὶ δὲ συμβαίνει πολλάκις κατὰ πάντα τὰ σημαινόμενα τῆς ἐρωτήσεως τὴν αὐτὴν ἀπόκρισιν ἀληθῆ τυγχάνειν, ὡς ἐπὶ τῆς ‘ἆρά γε Αἴας ἐπὶ Ἴλιον ἐστράτευσε;’ καὶ τῆς ‘ἆρά γε Σωκράτης λευκὸς βαδίζων ἐστίν;’, ὅταν ἄμφω τύχῃ ὑπάρχοντα τῷ Σωκράτει, διὰ τοῦτο διδάσκων ἡμᾶς μὴ κατὰ τύχην ἀλλὰ κατὰ τέχνην ὀρθὰς ποιεῖσθαι τὰς ἀποκρίσεις προστίθησι τὸ οὐδ’ ἂν ᾖ ἀληθής, ὅπερ συντακτέον τῷ οὐκ ἂν εἴη ἀπόκρισις μία πρὸς ταῦτα· κἂν γὰρ ἀληθὲς ᾖ τὸ ἑνὶ λόγῳ συμφῆσαι τῷ ἐρομένῳ εἰ ἐπὶ Ἴλιον Αἴας ἐστράτευσεν, ἀλλὰ παραιτητέον τὸ οὕτως ἀποκρίνασθαι, ἵνα μὴ ἐθιζώμεθα παραβαίνειν τοὺς διαλεκτικοὺς κανόνας, καὶ πάντως ἐπισημαντέον ὅτι πολλὰ μὲν ἅμα ἠρώτησεν, οὐ δέον, συμβέβηκε δὲ πρὸς ἅπαντα τὰ ἐν τῇ ἐρωτήσει περιεχόμενα τὴν αὐτὴν ἀπόκρισιν ἁρμόττειν. ὥστε οὐδὲ πρὸς τὸν ἐρόμενον εἰ ὁ ἄνθρωπος καὶ ζῷον καὶ δίπουν καὶ ἥμερόν ἐστι μίαν ποιητέον ἀπόκρισιν, ἐπεὶ οὐδὲ αὕτη μία ἡ πρότασις. εἴρηται δὲ αὐτῷ περὶ τούτων ἐπὶ πλέον ἐν τῷ ὀγδόῳ βιβλίῳ τῆς Τοπικῆς πραγματείας.
因此,如果这些事情是这样,且对辩证问题作答的人必须只回答某一个单一的命题——要么是由提问者现实地提出的,要么是在潜能上提出的——而单一命题是单一矛盾的一部分,单一矛盾正如先前所界定的那样,乃是关于同一事物就同一事物而言且绝不借助于同名异义性的[矛盾];如果所有这些事情是这样——其中有些是亚里士多德已经确立的,有些则是作为从确立之事得出的必然推论而被略过未提的——那么他说,对这些就不会有单一的回答(他所谓的“这些”是指他刚才正在论述的内容,即那些向我们提出某个命题的问题,按照稍早之前关于它们所传授的界定,该命题表面上看似单一,而在真理上却是多数)。并且他立刻补充了不应当用单一回答来应答此类问题的原因,说“因为问题也不是单一的”。因此,回答此问题的人,根据命题所表明的不同事物,无论作为主词还是作为谓词,无论正如前面所说的是同名异义的,还是如刚刚的论述所传授的那样是由命题中现实采用的不同名称所称谓的,就会碰巧同时说出真话又说出假话。因为,如果在被问及的事物中恰好一者属于他〔苏格拉底〕而另一者不属于他,一个人怎么可能用单一的回答去应答那个询问“埃阿斯曾与赫克托耳单独决斗过吗?”或“苏格拉底是一个白皙的行走者吗?”的人呢?而在亚里士多德之前,柏拉图也已经将这些道理教导了我们;无论如何,《高尔吉亚篇》中的苏格拉底指责波罗斯,当波罗斯询问他修辞学家们是否在他看来像僭主一样在做他们所愿望且在他们看来是最好的一切事情时,[苏格拉底]斥责他由于不知晓愿望与主观以为之间的区别而同时提出了多个问题。但是,由于经常碰巧按照问题所表明的全部事物,同一种回答恰好都是真的,正如在“埃阿斯曾远征伊利昂吗?”以及当两者恰好都属于苏格拉底时的“苏格拉底是一个白皙的行走者吗?”之中那样;因此,为了教导我们不要凭运气而是凭技艺作出正确的回答,他补充了“哪怕[该回答]是真的”,这句话应当与“对这些就不会有单一的回答”连在一起理解。因为哪怕用单一的言论去赞同那个询问埃阿斯是否远征伊利昂的人是真的,但也必须拒绝以这种方式作答,以免我们习惯于违背辩证的规则;并且无论如何都必须指明:提问者在不应当如此的情况下同时询问了多件事,而同一种回答契合于问题所包含的全部事物纯属巧合。因此,即便是面对询问人是否既是动物、又是双足的、又是温顺的的人,也不应当作出单一的回答,因为这一命题也不是单一的。他在《论题篇》第八卷中就这些问题作了更详尽的论述。
- 1.45εἰ οὖν ταῦτα οὕτως ἔχει ... εἰ ταῦτα πάντα οὕτως ἔχει
这是一个复述性句式(复述性 εἰ / epanalepsis):开头的条件从句(εἰ οὖν ταῦτα οὕτως ἔχει καὶ δεῖ...)因插入了长篇界定说明,随后通过 εἰ ταῦτα πάντα οὕτως ἔχει 重新提起。主句的核心是 οὐκ ἂν εἴη, φησίν, ἀπόκρισις μία πρὸς ταῦτα。
- 1.45ὡς πλείονας ἅμα ἐρωτήσεις ἐρομένῳ
作为 ἐγκαλεῖ(指责、谴责)的与格宾语短语 τῷ Πώλῳ ἐρομένῳ(向提问的波罗斯),附加上了表示指责原因的 ὡς + 与格分词,构成“指责波罗斯同时提出了多个问题”的结构关系。
