← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§199.10-200.27

辩证问题与探询性问题的区分及其本质

引用亚里士多德《解释篇》20b22的引文,将问题区分为要求二值回答(是/否)的辩证问题与索求说明的探询性问题,并解释了辩证问题的本性与结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.45#1

" Εἰ οὖν ἡ ἐρώτησις ἡ διαλεκτικὴ ἀποκρίσεώς ἐστιν αἴτησις, ἢ τῆς προτάσεως ἢ θατέρου μορίου τῆς ἀντιφάσεως,1 ἡ δὲ πρότασις ἀντιφάσεως μιᾶς μόριον, οὐκ ἂν εἴη ἀπόκρισις μία πρὸς ταῦτα (οὐδὲ γὰρ ἡ ἐρώτησις μία), οὐδ’ ἂν ᾖ ἀληθής. εἴρηται δὲ ἐν τοῖς Τοπικοῖς περὶ αὐτῶν. ἅμα δὲ δῆλον ὅτι οὐδὲ τὸ τί ἐστιν ἐρώτησίς ἐστι διαλεκτική· δεῖ γὰρ δεδόσθαι ἐκ τῆς ἐρωτήσεως ἑλέσθαι ὁπότερον βούλεται μόριον τῆς ἀντιφάσεως ἀποφήνασθαι. ἀλλὰ δεῖ τὸν ἐρωτῶντα προσδιορίσαι πότερον τόδε ἐστὶν ὁ ἄνθρωπος ἢ οὐ τοῦτο." Διττὸν εἶναί φασιν οἱ παλαιοὶ τῆς ἐρωτήσεως τὸ εἶδος, τὸ μὲν τῆς διαλεκτικῆς τὸ δὲ τῆς καλουμένης πυσματικῆς. καὶ διαλεκτικὴν μὲν ἐρώτησιν εἶναί φασι πρὸς ἣν ἔστιν ἀποκρίνασθαι τὸ ναί ἢ τὸ οὔ μόνον εἰπόντα καὶ συμβολικῶς κατανεύσαντα μόνον ἢ ἀνανεύσαντα, οἷον ‘ἆρά γε ἡ ψυχὴ ἀθάνατος;’· αὔταρκες γὰρ πρὸς τὸ ἀποπλῆσαι τὸν τοῦτο ἐρωτήσαντα καὶ τὸ κατανεῦσαι μόνον ἢ ἀνανεῦσαι, ὅταν, ὅπερ ἀκόλουθόν ἐστι, τὸ ἕτερον μόνον τῆς ἀντιφάσεως μόριον ὁ ἐρωτῶν λέγῃ· διὰ μὲν γὰρ τοῦ ναί εἰπεῖν ἢ τοῦ κατανεῦσαι συνομολογοῦμεν ἀληθὲς εἶναι τὸ ἠρωτημένον τῆς ἀντιφάσεως μόριον, εἴτε καταφατικὸν εἴτε ἀποφατικὸν εἴη (πολλάκις γὰρ ἐρωτώμεθα καὶ τὴν ἀπόφασιν, οἷον ‘ἆρά γε οὐκ ἔστιν ἡ ψυχὴ ἀθάνατος;’), διὰ δὲ τοῦ εἰπεῖν οὔ καὶ τοῦ ἀνανεῦσαι ἀπομαχόμεθα μὲν πρὸς τὴν ἐρώτησιν, ὁμολογοῦμεν δὲ τὸ λοιπὸν τῆς ἀντιφάσεως μόριον εἶναι τὸ ἀληθές. εἰ δέ γε ὅλην τις τὴν ἀντίφασιν ἐν τῇ ἐρωτήσει λέγοι, οἷον ‘ἆρά γε ἡ ψυχὴ ἀθάνατός ἐστιν ἢ οὔ;’, δεῖ μὲν καὶ οὕτως τὸν ἀποκρινόμενον ἢ τὸ ναί λέγειν ἢ τὸ οὔ, ἀλλ’ εἰ μὲν ἀρέσκοιτο τῇ καταφάσει, τὸ ναί ἐρεῖ καὶ αὐτὴν προσθήσει τούτῳ τὴν κατάφασιν ‘ναί, ἀθάνατός ἐστι’ λέγων (μὴ προστιθεμένης γὰρ τῆς καταφάσεως ἄδηλον πρὸς πότερον τῶν μορίων τῆς ἠρωτημένης ἀντιφάσεως τὸ ναί τοῦτο ἀποκέκριται), εἰ δὲ τῇ ἀποφάσει, τό τε οὔ ἀποκρινεῖται καὶ αὐτὴν πάλιν προσθήσει τὴν ἀπόφασιν ‘οὔ, οὐκ ἔστιν ἀθάνατος’ λέγων. καὶ τοιαύτην μὲν εἶναί φασι τὴν διαλεκτικὴν ἐρώτησιν. πυσματικὴν δὲ πρὸς ἣν τὸ μὲν ναί καὶ τὸ οὔ χώραν οὐκ ἔχουσι, λέξεως δὲ ἄλλης, ἐνίοτε δὲ καὶ λόγου πλείονος δεῖ τῷ ἐρωτωμένῳ πρὸς τὴν ἀπόκρισιν· διδαχθῆναι γάρ τι περί τινος βουλομένων ἐστὶν ἡ πυσματικὴ ἐρώτησις, οἷον ‘πότε ἦλθες; τίς καλεῖ; ποῦ οἰκεῖς; πόθεν δῆλον ὅτι ἀθάνατος ἡ ψυχή; διὰ τί ἡ Μαγνῆτις λίθος ἕλκει τὸν σίδηρον;’. καὶ ὁ μὲν τὴν πυσματικὴν ἐρώτησιν ἐρωτώμενος κύριός ἐστι τοῦ ἀποκρίνασθαι ὅπερ ἂν ἐθέλῃ τῶν προσαρμόττειν τῇ ἐρωτήσει δυναμένων ἀναριθμήτων τυγχανόντων, ἢ ἀληθεύων δηλονότι ἢ καὶ ψευδόμενος, ὁ δέ γε τὴν διαλεκτικὴν ἐρώτησιν ἐρωτώμενος ἀναγκάζεται τῆς ἀντιφάσεως, ἧς μόριόν ἐστιν ἡ γεγενημένη ἐρώτησις, ἢ τὴν κατάφασιν ἀποκρίνασθαι ἢ τὴν ἀπόφασιν, καὶ ἄλλο παρὰ ταῦτα οὐδέν. Τούτων οὖν οὕτως ἐχόντων εἰκότως φησὶν ὁ Ἀριστοτέλης ὡς εἴπερ ἡ ἐρώτησις ἡ διαλεκτικὴ ἀποκρίσεώς ἐστιν αἴτησις, οὐ τῆς τυχούσης, ἀλλ’ ἤτοι τῆς προτάσεως, τοῦτ’ ἔστιν αὐτοῦ τοῦ κατ’ ἐνέργειαν ὑπὸ τοῦ ἐρωτήσαντος εἰρημένου μορίου τῆς ἀντιφάσεως καὶ προταθέντος τῷ ἐρωτηθέντι πρὸς ἐπίκρισιν, ὅπερ γίνεται, ὡς ἐλέγομεν, ὅταν ὁ ἠρωτημένος τὸ ναί ἀποκρίνηται ἢ καὶ κατανεύσῃ, ἢ θατέρου μορίου τῆς ἀντιφάσεως, τοῦ κατ’ ἐνέργειαν μὲν μὴ ῥηθέντος ὑπὸ τοῦ ἐρωτήσαντος δυνάμει δὲ ἐμπεριεχομένου τῇ ἐρωτήσει, ὡς δηλοῦσιν αἱ ἀρνητικαὶ ἀποκρίσεις· διὰ τούτων γὰρ τῷ λειπομένῳ μορίῳ τῆς ἀντιφάσεως παρὰ τὴν ἐρώτησιν ἀρέσκεσθαί φαμεν, ὡς ἂν δυνάμει προταθέντι πρὸς ἐπίκρισιν ἐν τῇ ἐρωτήσει·2 πρὸς γοῦν τὴν μηδαμῶς γενομένην ἐρώτησιν δῆλον ὡς οὐδεμία γένοιτο ἂν ἀπόκρισις.

“因此,如果辩证的问题是对回答的索求,要么是对命题、要么是对矛盾的另一部分的索求,而命题是单一矛盾的一部分,那么对这些就不会有单一的回答(因为问题也不是单一的),哪怕[该回答]是真的。而在《论题篇》中已经谈到过它们。同时,显然‘是什么’也不是辩证的问题;因为必须由问题给出选择想要表明矛盾的哪一部分的权利。相反,提问者必须进一步规定人究竟是这个还是不是这个。” 古人说问题的种类有两种,一种是辩证的,另一种是所谓的探询性的。他们说,辩证的问题是这样一种问题:对其仅说“是”或“否”、仅在记号上点头或仰头便能够作出回答,例如“灵魂是不朽的吗?”因为在提问者顺理成章仅说出矛盾的单单一侧部分时,仅点头或仰头对于使提出此问者满意就足够了;因为通过说“是”或点头,我们一致同意被提问的矛盾部分是真的,无论它是肯定命题还是否定命题(因为我们常常也被问及否定,例如“难道灵魂不是不朽的吗?”),而通过说“否”和仰头,我们对该问题表示反驳,并承认矛盾的其余部分是真的。然而,如果有人在问题中说出整个矛盾,例如“灵魂是不朽的还是不[是不朽的]?”,回答者即便这样也必须说“是”或“否”,但如果他赞同肯定,他会说“是”并将肯定本身附加其上,说“是,它是不朽的”(因为如果不附加肯定,就不清楚这句“是”是对所问矛盾的哪一部分作出的回答),而如果他赞同否定,他既会回答“否”,又会再次将否定本身附加其上,说“否,它不是不朽的”。他们说辩证的问题就是这样的。而探询性的问题则是“是”与“否”没有位置的问题,回答者需要别的词句、有时甚至是更多的言论来进行回答;因为探询性的问题属于那些想要就某事获得教导的人,例如“你何时来的?”、“谁在召唤?”、“你住在哪里?”、“从何看出灵魂是不朽的?”、“磁石为何吸铁?”被问及探询性问题的人,有权在能够契合该问题的无数事物中回答他所愿回答的任何内容,显然无论说真话还是说假话;而被问及辩证问题的人,则被迫只能就所提出的问题作为其一部分的矛盾,要么回答肯定,要么回答否定,除此以外别无其它。因此,在这些事情如此的情形下,亚里士多德合情合理地说,如果辩证的问题是对回答的索求,那么它并非对随意的回答的索求,而是要么对命题——即由提问者现实地说出并向被提问者提出以供评判的矛盾部分本身(正如我们所说,这发生在被提问者回答“是”或点头之时)——要么对矛盾的另一部分——即未被提问者现实地说出但在潜能上包含在问题之中的部分(如否定性回答所表明的那样;因为通过这些回答,我们表明自己赞同除该问题之外的矛盾的其余部分,如同它已在潜能上于问题中被提出以供评判一样)——的索求。无论如何,对于根本未曾发生的问题,显然不会产生任何回答。

语法注2 条
  1. 1.45ἢ τῆς προτάσεως ἢ θατέρου μορίου τῆς ἀντιφάσεως

    属格短语 ἢ τῆς προτάσεως ἢ θατέρου μορίου 既可被视为依存于 αἴτησις(索求)的宾格性属格,亦可视为对 ἀποκρίσεως(回答)的同位/限定属格。正如阿摩尼奥斯本人的诠释(οὐ τῆς τυχούσης, ἀλλ’ ἤτοι τῆς προτάσεως...)所示,它限定了所要求的回答的内容(即针对命题本身或矛盾的另一侧)。

  2. 1.45ὡς ἂν δυνάμει προταθέντι πρὸς ἐπίκρισιν ἐν τῇ ἐρωτήσει

    此处为 ὡς ἄν 接与格分词 προταθέντι 的结构,该分词与前面的与格 τῷ λειπομένῳ μορίῳ 一致。它表达了一种主观假定的理由,即未被说出的那一侧矛盾被赞同,“就好像它已在潜能上于问题中被提出以供裁决一样”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:199.10-200.27