← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§20.32-22.21

复合思想与声音中的真假及论述的切入点

阿摩尼奥斯阐明亚里士多德为何略过文字而将事物、思想与声音区分为单纯与复合,并指出真假仅属于复合的思想与声音;随后他解释了亚里士多德何以从声音而非事物或思想切入展开讲授,以及为何表述为‘在声音中的东西’而非单纯的‘声音’。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3#3

Διὰ ταῦτα οὖν τὰ γράμματα παραλιπὼν ὁ Ἀριστοτέλης τὰ πράγματα παραλαμβάνει καὶ τὰ νοήματα καὶ ἔτι τὰς φωνάς, καί φησιν ἕκαστον τούτων ὁτὲ μὲν ἁπλοῦν θεωρεῖσθαι, ὁτὲ δὲ σύνθετον· οἷον πρᾶγμα ἁπλοῦν ‘ὁ Σωκράτης’, πρᾶγμα δὲ σύνθετον ‘ὁ τρέχων Σωκράτης’ (προσείληφε γὰρ ἐνταῦθα ἡ τοῦ Σωκράτους οὐσία τὴν κατὰ τὸ τρέχειν ἐνέργειαν), καὶ νόημα ὡσαύτως σύνθετον τὸ περὶ τοῦ τρέχοντος Σωκράτους, καὶ φωνὴ σύνθετος ᾗ λέγομεν ‘Σωκράτης τρέχει’. καὶ τῶν συνθέτων δηλονότι νοημάτων τε καὶ φωνῶν ἐκ τῆς τῶν ἁπλῶν συνδρομῆς ἀποτελουμένων, ἡ οὖν ἀλήθεια, φησί, καὶ τὸ ψεῦδος ἐν οὐδενὶ τῶν ἁπλῶν θεωρηθήσεται, περὶ μόνα δὲ τὰ σύνθετα νοήματα καὶ τὰς συνθέτους φωνὰς ὑφίσταται· περὶ πράγματα γὰρ οὐδὲ σύνθετα ὑποσταίη ἂν ἀληθές τι, οἷον νῦν ζητοῦμεν, ἢ ψεῦδος, διότι ἐν σχέσει τινὶ τῶν νοημάτων ἢ τῶν φωνῶν τῇ πρὸς τὰ πράγματα τὸ τοιοῦτον ἀληθὲς ἀποτελεῖται καὶ τὸ ψεῦδος· ὅταν μὲν γὰρ οἷον ἐφαρμόσῃ τὰ νοήματα τοῖς πράγμασιν ἢ αἱ φωναὶ συνᾴδωσι τῇ τῶν πραγμάτων ὑποστάσει, τὸ ἀληθὲς τότε περὶ ἑκάτερον αὐτῶν ὑφίστασθαί φαμεν, ὅταν δὲ μὴ οὕτως ἔχωσι, τὸ ψεῦδος· οἷον βαδίζοντος Σωκράτους εἰ μὲν καὶ ἡμεῖς ἢ νοοῖμεν ἢ λέγοιμεν ὅτι βαδίζει, τό τε νόημα ἀληθὲς καὶ ἡ ἀπόφανσις, εἰ δὲ μὴ βαδίζειν τὸν βαδίζοντα ἢ δοξάζοιμεν ἢ λέγοιμεν, ψεύδεσθαι ἀνάγκη. αὐτὰ δὲ καθ’ αὑτὰ τὰ πράγματα οὔτε ἀληθῆ λέγοιτο ἂν οὔτε ψευδῆ, κατὰ δὲ τὴν θεωρουμένην ἐν ταῖς γνώσεσιν ἀλήθειαν·1 καὶ γὰρ λέγειν εἰώθαμεν ἀληθῶς μὲν ἄνθρωπον εἶναι τὸν Σωκράτην, ψευδῶς δὲ τὸν ἀνδριάντα τοῦ Σωκράτους, οὐδὲν ἕτερον διὰ τούτου σημαίνοντες ἢ ὅτι τῆς μὲν τοῦ Σωκράτους ἐννοίας ὁ τοῦ ἀνθρώπου λόγος ἀληθῶς κατηγορεῖται, τοῦ δὲ ἀνδριάντος οὐκέτι. τὸ δὲ κατηγορεῖσθαι αὐτὸ καὶ τὸ ὑποκεῖσθαι πρὸς κατηγορίαν τοῖς μὲν πράγμασιν οὐδαμῶς προσήκει, τοῖς δὲ νοήμασι πρώτως καὶ διὰ ταῦτα ταῖς φωναῖς, ὥστε καὶ περὶ ἀληθείας καὶ ψεύδους τῶν τοιούτων ὁ αὐτὸς ἁρμόσει λόγος, ἐπεὶ κατ’ ἄλλον τρόπον καὶ ἐν τοῖς πράγμασιν αὐτοῖς καθ’ αὑτὰ καὶ ἐν ἡδοναῖς μέντοι φήσομεν εἶναι τό τε ἀληθὲς καὶ τὸ ψεῦδος·2 οὐ γὰρ ὁμοίως ὄντα τά τε πάντη χωριστὰ τῆς ὕλης εἴδη καὶ ὡς ῥηθήσεται περὶ αὐτῶν ἐν τοῖς ἑξῆς ἄνευ δυνάμεως ἐνέργειαι ὄντα καὶ τὰ δεόμενα τῆς ὕλης πρὸς τὴν οἰκείαν ὑπόστασιν καὶ αὐτὴ ἡ πάντη ἀνείδεος καὶ ὑποστάθμη δικαίως προσαγορευομένη τῶν πραγμάτων ὕλη καὶ αἱ τῶν ὁρωμένων ἐν τοῖς κατόπτροις ἐμφάσεις, ἀλλὰ τὰ μὲν ἀληθῶς ὄντα τὰ δὲ οὐκ ἀληθῶς τὰ δὲ καὶ ψευδῶς,3 οὐδὲ ὁμοίως ἡδονὴ ἀληθὴς ἥ τε ταῖς νοεραῖς καὶ ἡ ταῖς ἀκολάστοις ἐνεργείαις καὶ ἡ ταῖς ψευδέσι παρεπομένη φαντασίαις. ἀλλ’ οὐδὲν ταῦτα πρὸς τὴν πρόθεσιν τῆς προκειμένης πραγματείας, διότι περὶ μόνης τῆς ἐν ταῖς λεκτικαῖς διαθέσεσι θεωρουμένης ἀληθείας ἐν τούτοις ὁ λόγος. Τοσαῦτα μὲν οὖν περὶ τῆς ὅλης τῶν λεγομένων ἐννοίας ἔχομεν γράφειν. ἄνωθεν δὲ πάλιν τοῖς διὰ τοῦ ῥητοῦ λεγομένοις παρακολουθοῦντες καὶ ἐφιστάνοντες τοῖς ἐπιστάσεως ἀξίοις λέγομεν πρῶτον μὲν ὡς οὔτε ἀπὸ τῶν πραγμάτων οὔτε ἀπὸ τῶν νοημάτων ἤρξατο τῆς περὶ τούτων διδασκαλίας, ἀλλ’ ἀπὸ τῶν φωνῶν, ὡς προκείμενον τοῦτο ἔχων ἐν τῇδε τῇ πραγματείᾳ τὸ ἐπισκέψασθαι τὰς κατὰ τὸν ἀποφαντικὸν λόγον κατηγορικὰς φωνάς, ἔπειτα ὅτι οὐκ εἶπεν ‘εἰσὶ μὲν οὖν αἱ φωναὶ τῶν ἐν τῇ ψυχῇ παθημάτων, τοῦτ’ ἔστι τῶν νοημάτων, σύμβολα’, ἀλλὰ τὰ ἐν τῇ φωνῇ, συνεχῆ ποιῶν τὴν ὅλην περὶ ὀνομάτων καὶ ῥημάτων διδασκαλίαν· εἰπὼν γὰρ ἐξ ἀρχῆς ὅτι δεῖ θέσθαι τί ὄνομα καὶ τί ῥῆμα, ἐπεὶ ταῦτά τε καὶ ὁ ἐξ αὐτῶν συγκείμενος λόγος τριχῶς θεωρεῖται, ἢ ἐν τῇ ψυχῇ κατὰ τὰ ἁπλᾶ νοήματα καὶ τὸν ἐνδιάθετον καλούμενον λόγον ἢ ἐν αὐτῷ τῷ ἐκφωνεῖσθαι ἢ ἐν τῷ γράφεσθαι (λέγομεν γὰρ καὶ τῶν γεγραμμένων τὸ μὲν εἶναι ὄνομα τὸ δὲ ῥῆμα τὸ δὲ λόγον), ἐπεὶ τοίνυν τριχῶς, ὅπερ ἐλέγομεν, θεωρεῖται τὰ ὀνόματα καὶ τὰ ῥήματα, ἃ ἔφη δεῖν θέσθαι ἢ ἐν τῷ νοεῖσθαι ἢ ἐν τῷ λέγεσθαι ἢ ἐν τῷ γράφεσθαι, διὰ τοῦτο οὕτως εἶπε τὰ ἐν τῇ φωνῇ σύμβολα εἶναι τῶν ἐν τῇ ψυχῇ νοημάτων, ἃ παθήματα αὐτῆς εἶναί φησι διὰ τὴν εἰρημένην κατ’ ἀρχὰς αἰτίαν, καὶ τὰ γραφόμενα τῶν ἐν τῇ φωνῇ σύμβολα εἶναι πάλιν.

因此,由于这些缘故,亚里士多德略过文字,而取来事物、思想以及声音,并且他说这其中的每一者有时被考察为单纯的,有时被考察为复合的。例如,单纯的事物是‘苏格拉底’,而复合的事物是‘奔跑的苏格拉底’(因为在这里,苏格拉底的实体额外接受了依奔跑的现实活动);同样,复合的思想是关于奔跑的苏格拉底的思想,复合的声音则是我们借以说出‘苏格拉底在奔跑’的声音。而且显然,由于复合的思想与复合的声音是由单纯者的汇聚而成就的,他说,在任何单纯者中都不会考察到真与假,而真假仅在复合的思想和复合的声音周围存立。因为在事物周围,即便是复合的事物,也不会存立任何我们现在所探究的那种真或假,这是因为这种真与假是在思想或声音与事物的某种关联中成就的。也就是说,当思想仿佛契合于事物,或者声音与事物的存立相谐和时,我们便说真存立于它们各自周围;而当它们并非如此时,则是假。例如,在苏格拉底行走时,如果我们也思想或者说出他在行走,那么这思想和断言都是真的;但如果我们认定或说出那行走的人没有行走,就必然是假的。然而,事物自身就其自身而言,[除非]依于在认识中所考察的真理,既不能说是真的也不能说是假的。实际上,我们习惯于说苏格拉底真实地是一个人,而苏格拉底的雕像虚假地[是一个人],我们借此所表明的无非是:人的定义真实地述说苏格拉底的概念,但对雕像则不再如此。至于被述说本身以及作为述说的主体,决不属于事物,而是首要地属于思想,并因思想而属于声音;因此关于此类事物的真与假,同样的说明也将适用。虽然在另一种方式下,我们也可以说事物自身就其自身而言存在着真与假,甚至在快乐中也是如此;因为完全与质料分离的相——正如在下文中关于它们将要被说到的,它们是没有潜能的现实活动——以及需要质料以获得其固有存立者,乃至本身完全无相、被公允地称为事物之渣滓的质料本身,还有所见之物在镜中的反映,并不是以相同方式存在的,而是一些真实地存在,一些并不真实地存在,另一些甚至虚假地存在;伴随理智活动的快乐、伴随放纵活动的快乐以及伴随虚假表象的快乐,也不是以相同方式为真实的快乐。但这些与当下论著的意图毫无关系,因为在这里讨论所关涉的,仅仅是在言辞性向中所考察的真理。 关于所言文字的整体意涵,我们所能写下的便有这么多。而再次从头依循经由原文所说出的内容,并对值得注意之处予以关注,我们首先要说的是:关于这些的讲授,他既不是从事物也不是从思想开始,而是从声音开始的,因为他在本论著中当下的任务是考察依从断言性言辞的述谓性声音;其次,他没有说‘声音乃是灵魂中诸受态即诸思想的符号’,而是说‘在声音中的东西’,以使关于名词和动词的全部讲授连贯一致。因为在开篇说了应当确定何为名词、何为动词之后,既然它们以及由它们复合而成的言辞是以三种方式被考察的——或者在灵魂中依于单纯的思想及被称为内在言辞者,或者在被发音本身之中,或者在被书写之中(因为对于被书写下来的东西,我们也说这一个是名词,另一个是动词,再一个是言辞)——那么,既然如我们所说,他说应当予以确定的名词和动词是在被思想、被言说或被书写中以三种方式被考察的,正因如此,他才以这种方式说,在声音中的东西是灵魂中诸思想的符号(由于开篇所述的原因,他说这些思想是灵魂的诸受态),而被书写的东西反过来又是在声音中的东西的符号。

语法注3 条
  1. 1.3αὐτὰ δὲ καθ’ αὑτὰ τὰ πράγματα οὔτε ἀληθῆ λέγοιτο ἂν οὔτε ψευδῆ, κατὰ δὲ τὴν θεωρουμένην ἐν ταῖς γνώσεσιν ἀλήθειαν

    在否定结构 οὔτε... οὔτε... 之后由 κατὰ δὲ τὴν... 引导的短语表示限制性条件或例外(‘[除非]依于在认识中所考察的真理’)。紧随其后对苏格拉底及其雕像(‘真实的人’与‘虚假的人’)的举例表明,事物自身之所以被称为真或假,并非由于其自身的客观属性,而仅仅是衍生性地取决于它们与认识中的概念和述谓的关联。

  2. 1.3ἐπεὶ κατ’ ἄλλον τρόπον καὶ ἐν τοῖς πράγμασιν αὐτοῖς καθ’ αὑτὰ καὶ ἐν ἡδοναῖς μέντοι φήσομεν εἶναι τό τε ἀληθὲς καὶ τὸ ψεῦδος

    连词 ἐπεί 在此并非表示主句的因果理由(‘因为’),而是用作让步与补充性的转折(‘虽然’、‘不过’),用以对前文断言(事物自身没有真假)引入保留。它引出下文(οὐ γὰρ ὁμοίως ὄντα...)关于相、质料的存在等级(本体论之真)以及快乐之真假的讨论,而这一讨论最终在 ἀλλ’ οὐδὲν ταῦτα πρὸς τὴν πρόθεσιν... 处被作为与当下的言辞性真理无关之物而予以排除。

  3. 1.3οὐ γὰρ ὁμοίως ὄντα τά τε πάντη χωριστὰ τῆς ὕλης εἴδη καὶ ὡς ῥηθήσεται περὶ αὐτῶν ἐν τοῖς ἑξῆς ἄνευ δυνάμεως ἐνέργειαι ὄντα καὶ τὰ δεόμενα τῆς ὕλης πρὸς τὴν οἰκείαν ὑπόστασιν καὶ αὐτὴ ἡ πάντη ἀνείδεος καὶ ὑποστάθμη δικαίως προσαγορευομένη τῶν πραγμάτων ὕλη καὶ αἱ τῶν ὁρωμένων ἐν τοῖς κατόπτροις ἐμφάσεις, ἀλλὰ τὰ μὲν ἀληθῶς ὄντα τὰ δὲ οὐκ ἀληθῶς τὰ δὲ καὶ ψευδῶς

    该句的骨干为 οὐ γὰρ ὁμοίως ὄντα... ἀλλὰ τὰ μὲν... τὰ δὲ...。分词 ὄντα 作表语,其主语由随后并列的四个部分构成(完全脱离质料的相、需要质料的事物、无相的质料本身、镜中反映)。这些并非同等地存在(ὁμοίως ὄντα),而是有的“真实地存在(ἀληθῶς ὄντα)”,有的不真实地存在,有的虚假地存在,从而对比了本体论意义上的真实等级。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:20.32-22.21