- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:22.21-24.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯借助质料与形式的类比以及约定与本性的区分,解释了亚里士多德为何使用“在声音中的东西”和“被书写的东西”而非单纯的“声音”或“文字”,并详述了声音与文字因因人而异而属于约定、思想与事物因对所有人相同而属于本性的理由。
ἢ οὖν τούτου χάριν οὕτω προήγαγε τὸν λόγον τὰ ἐν τῇ φωνῇ εἰπών, ἢ μᾶλλον τοῦ ἐνδείξασθαι ὡς ἄλλο ἐστὶ φωνὴν εἰπεῖν καὶ ἄλλο ὄνομα ἢ ῥῆμα, καὶ ὡς τὸ σύμβολον εἶναι καὶ ὅλως τὸ θέσει οὐ τῇ φωνῇ ἁπλῶς προσήκει, ἀλλ’ ὀνόματι καὶ ῥήματι φύσει γὰρ ἡμῖν ὑπάρχει τὸ φωνεῖν, καθάπερ τὸ ὁρᾶν καὶ τὸ ἀκούειν, τὰ μέντοι ὀνόματα καὶ τὰ ῥήματα ἐκ τῆς ἡμετέρας ἐπινοίας ἔχει τὴν γένεσιν ὕλῃ κεχρημένα τῇ φωνῇ καθάπερ γὰρ ἡ θύρα λέγεται μὲν εἶναι ξύλον καὶ τὸ νόμισμα χαλκὸς ἢ χρυσὸς (οὕτω δὲ λέγονται ὡς ἐκ τούτων ἔχοντα τὴν γένεσιν, φυσικῶν ὄντων πραγμάτων, αὐτὰ κατὰ τοὺς ἐπιτεθέντας τοῖς ὑποκειμένοις χαρακτῆρας καὶ τὰ σχήματα τὸ εἶναι ἔχοντα ὅταν γὰρ τὰ ξύλα τοίως ἢ τοίως συντεθῇ, τότε λέγομεν γεγονέναι θύραν ἢ θρόνον, ἄλλως δὲ οὔ, καὶ ὅταν ὁ χρυσὸς τοιούσδε δέξηται τύπους, τότε γίνεται νόμισμα), τὸν αὐτὸν καὶ ἐνταῦθα τρόπον οὐχ ἁπλῶς φωναὶ τὰ ὀνόματα καὶ τὰ ῥήματα, ἀλλὰ τοιῶσδε μορφωθεῖσαι καὶ διαπλασθεῖσαι1 ὑπὸ τῆς λεκτικῆς φαντασίας καὶ σύμβολα νομισθεῖσαι τῶν ἐν τῇ ψυχῇ διανοημάτων. ἴδοι δὲ ἄν τις ὃ λέγομεν ἐναργῶς, ὅτι φύσει μὲν αἱ φωναί, τὰ δὲ ὀνόματα καὶ τὰ ῥήματα κατὰ συνθήκην, ἐπὶ τῶν ἐκ γενετῆς κωφῶν· ὁρῶνται γὰρ οὗτοι φωνὰς μὲν ἀνάρθρους τινὰς ἀφιέντες, οὐ μὴν ὀνόμασιν ἢ ῥήμασι κεχρημένοι. ταῦτα οὖν παριστὰς εἰκότως εἶπε ‘τὰ ἐν τῇ φωνῇ, ὃ ταὐτόν ἐστι τῷ τὰ ὀνόματα καὶ τὰ ῥήματα, φωναὶ ὄντα οὐχ ἁπλῶς ἀλλὰ τοιῶσδε ἔχουσαι καὶ μορφωθεῖσαι, καθὸ καί εἰσι σημαντικαὶ τῶν νοημάτων, θέσει εἰσὶ καὶ διὰ τοῦτο σύμβολα ἂν λέγοιντο τῶν ἐν τῇ ψυχῇ παθημάτων.’ Ἀλλὰ τὸ ἐφεξῆς τί ποτε βούλεται τὸ μὴ εἰρῆσθαι τὰ στοιχεῖα σύμβολα εἶναι τῶν ἐν τῇ φωνῇ μήτε τὰ γράμματα, ἀλλὰ τὰ γραφόμενα; λέγομεν οὖν ὅτι τριχῶς, ὅπερ εἴρηται, τῶν ὀνομάτων καὶ τῶν ῥημάτων λεγομένων, τῶν νοουμένων τῶν ἐκφωνουμένων τῶν γραφομένων, τά τε ἐκφωνούμενα σύμβολα εἶναι τίθεται τῶν νοουμένων καὶ τὰ γραφόμενα τῶν ἐκφωνουμένων. καὶ οὕτω μέν, εἴ τις ὡς περὶ τῶν ὀνομάτων καὶ τῶν ῥημάτων ἐκδέχοιτο τὸ λεγόμενον· εἰ δὲ ἐπὶ πᾶσαν ἁπλῶς λέξιν ἐκτείνεσθαι τὴν θεωρίαν ἀξιοῖ, ῥητέον ὅτι γράμμα καὶ στοιχεῖον λέγεται μὲν καὶ ὁ γραφόμενος ἑκάστου τῶν στοιχείων τύπος, λέγεται δὲ καὶ ἡ ἐκφώνησις, καθ’ ἣν ἕκαστον φθεγγόμεθα. καὶ λέγεται μὲν ἐπ’ ἀμφοτέρων ἑκάτερον τῶν ὀνομάτων, ἀλλὰ τὸ μὲν τοῦ γράμματος ὄνομα προηγουμένως τὸν διὰ ξύσεως ἀποτελούμενον χαρακτῆρα σημαίνει, τὸ δὲ τοῦ στοιχείου τὴν ἐκφώνησιν, “διὰ τὸ ἔχειν στοῖχόν τινα καὶ τάξιν” φησὶν ὁ Διονύσιος. ἀλλ’ ἡ μὲν ἐκφώνησις οὐκ ἂν λέγοιτο σύμβολον εἶναι τοῦ ὀνόματος, ἀλλὰ μέρος, ὁ μέντοι χαρακτὴρ διὰ τὸ τῆς αὐτῆς ἐκφωνήσεως ἄλλος ἐπινοεῖσθαι καὶ ἄλλος εἰκότως ἄν εἶναι σύμβολον λέγοιτο. διὰ τοῦτο οὖν οὔτε στοιχεῖα εἶπεν οὔτε γράμματα, ἐπειδὴ τῶν ὀνομάτων τούτων ἑκάτερον φέρεται καὶ ἐπὶ τῆς ἐκφωνήσεως, τὸ μὲν κυριώτερον τὸ τοῦ στοιχείου, τὸ δὲ κοινότερον τὸ τοῦ γράμματος, ἀλλὰ τὰ γραφόμενα, ἵνα φανερώτερον ᾖ τὸ λεγόμενον τοὺς τύπους τῶν στοιχείων σημαῖνον. Εἶτα τὴν αἰτίαν ἑξῆς ἐπιφέρει τοῦ σύμβολα εἰρῆσθαι τάς τε φωνὰς τῶν νοημάτων καὶ τὰ γράμματα τῶν φωνῶν, καὶ θέσει εἶναι ἄμφω, τάς τε φωνὰς καὶ τὰ γράμματα, τοῦτο δέ ἐστι τὸ μηδέτερα αὐτῶν παρὰ πᾶσιν εἶναι τὰ αὐτά· φησὶ γὰρ καὶ ὥσπερ οὐδὲ γράμματα πᾶσι τὰ αὐτά, οὐδὲ φωναὶ αἱ αὐταί. καὶ ἅμα διὰ τούτου δῆλον ἐποίησεν ὅτι διὰ τὴν χρείαν τῶν φωνῶν καὶ τὰ γράμματα μνήμης ἠξίωσεν, ὡς προφανέστερον ἔχοντα τὸ θέσει καὶ δηλοῦντα ἡμῖν ὅπως καὶ αἱ φωναὶ κατὰ τὴν πρὸς αὐτὰ ὁμοιότητα λέγοιντο ἂν εἶναι σύμβολα τῶν νοημάτων, ὡς ταῦτα τῶν φωνῶν. τούτῳ δὲ προστίθησι τὸ περὶ τῶν νοημάτων καὶ τῶν πραγμάτων, ὅτι τούτων ἑκάτερον φύσει διὰ τὸ τὰ αὐτὰ εἶναι παρὰ πᾶσι· λέγει γὰρ ὧν μέντοι ταῦτα σημεῖα πρώτως,2 ταῦτα λέγων τὰ ἐν τῇ φωνῇ, τοῦτ’ ἔστι τά τε ὀνόματα καὶ τὰ ῥήματα, ὧν οὖν πρώτως ταῦτα σημεῖά ἐστι (λέγει δὲ τῶν νοημάτων· σημαίνεται γὰρ ὑπ’ αὐτῶν καὶ τὰ πράγματα, οὐ μέντοι προσεχῶς, ἀλλὰ διὰ μέσων τῶν νοημάτων, τὰ μέντοι νοήματα οὐκέτι δι’ ἄλλων μέσων σημαίνεται, ἀλλὰ πρώτως καὶ προσεχῶς), ὧν τοίνυν πρώτως σημεῖά ἐστι τὰ ἐν τῇ φωνῇ, τοῦτ’ ἔστι σημαντικὰ ὡς σύμβολα ὄντα, ταῦτα νοήματά ἐστι παθήματα ὄντα τῆς ψυχῆς καὶ ὄντα παρὰ πᾶσι τὰ αὐτά, διὸ καὶ φύσει.
因此,他或者是因为这个缘故通过说‘在声音中的东西’而如此推进论述,或者更是为了表明:说‘声音’是一回事,而说‘名词’或‘动词’是另一回事;并且,作为符号以及总的来说作为出于约定,并不单单属于声音,而是属于名词和动词。因为对我们而言,发声是出于本性而具备的,正如看见和听见一样,然而名词和动词则是以声音为质料,从我们的构想中获得其生成的。因为正如门被称为是木材,钱币被称为是青铜或黄金(它们如此被称呼,是因为它们从作为自然事物的这些材料中获得生成,而它们自身则是依于附加在基底之上的印记和形状而拥有存在;因为当木材以如此这般的方式被组装起来时,我们那时便说生成了门或座椅,否则便不如此说;又当黄金接受了如此这般的印模时,它那时便成为了钱币),以同样的方式,在此处名词和动词也不单单是声音,而是由言辞性表象以如此这般的方式被赋予形状和模铸、并被认为是灵魂中思维内容的符号[的声音]。人们从天生的聋人那里可以清楚地看到我们所说的这一点,即声音是出于本性,而名词和动词是出于约定;因为可以看到这些人发出某些不分节的声音,却决不使用名词或动词。因此,他在提示这些时理所当然地说了‘在声音中的东西’,这等同于说:‘名词和动词并非单单是声音,而是处于如此状态并被赋予形状的声音,只要它们对思想具有意义表示作用,它们便是出于约定的,并因此可以被称为灵魂中诸受态的符号。’ 但是,接下来的文句中既未说‘原素’是在声音中的东西的符号,也未说‘文字’是其符号,而是说‘被书写的东西’,这究竟意指什么?于是我们说,正如已经说过的,既然名词和动词以三种方式被言说——被思想的、被发音的、被书写的——那么被发音的就被设定为是被思想者的符号,而被书写的就是被发音者的符号。如果有人把所说的内容理解为关于名词和动词的事,那么情况便是如此;但如果有人主张将这一考察单纯扩展至一切词句,就必须说:各原素被书写的印模既被称为‘文字’也被称为‘原素’,而我们依以读出各者的发音同样既被称为‘文字’也被称为‘原素’。虽然这两个名称的每一个都用于两者,但‘文字’这一名称主要表示通过刻写而成就的印记,而‘原素’这一名称则表示发音,正如狄奥尼修斯所说‘由于具有某种序列和秩序’。然而,发音不能说是名词的符号,而是其部分,可是印记由于可以就同一发音构想出不同者,因而理所当然地可以被称为符号。因此,正因如此他既没有说‘原素’也没有说‘文字’,因为这些名称中的每一个也都适用于发音——‘原素’更为本义,‘文字’则更为通常——而是说了‘被书写的东西’,以便使所说者在表示各原素的印模时更为明确。 接着,他继而补充说明了何以声音被称为思想的符号、文字被称为声音的符号,以及声音与文字二者皆出于约定的原因;而这就是它们两者中没有一个在所有人那里是相同的。因为他说:‘正如文字并非对所有人都是相同的,声音也同样不是相同的。’同时,他借此表明,由于声音的需要,他也认为文字值得提及,因为文字更显明地具有出于约定的性质,并且向我们昭示,声音如何也能依其与文字的相似性被称为思想的符号,正如文字是声音的符号一样。在此之上,他又补充了关于思想和事物的内容,即这二者由于对所有人都是相同的而皆出于本性。因为他说:‘然而,这些首先作为其记号的那些东西’——在这里他说‘这些’是指在声音中的东西,即名词和动词;那么,这些首先作为其记号的那些东西(他是指思想;因为事物固然也被它们表示,但并非直接地,而是通过作为中介的思想,然而思想却不再通过其他中介被表示,而是首先且直接地被表示),因此,在声音中的东西首先作为其记号——即作为符号而具有意义表示作用——的那些东西,乃是思想,它们是灵魂的受态,并且对所有人都是相同的,因而也是出于本性的。
- 1.3ἀλλὰ τοιῶσδε μορφωθεῖσαι καὶ διαπλασθεῖσαι
在主句“名词和动词并非单单是声音”(οὐχ ἁπλῶς φωναὶ τὰ ὀνόματα καὶ τὰ ῥήματα)中,系动词 εἰσίν 被省略,随后出现的阴性复数主格被动分词(μορφωθεῖσαι, διαπλασθεῖσαι, νομισθεῖσαι)在性上并非与语法主语 τὰ ὀνόματα καὶ τὰ ῥήματα(中性复数)一致,而是与表语名词 φωναί(阴性复数)保持一致以构成限定修饰。
- 1.3ὧν μέντοι ταῦτα σημεῖα πρώτως
关系代词 ὧν 是名词 σημεῖα 的补足语(宾格性属格),且关系从句在倒装结构中先于主句(ταὐτὰ πᾶσι παθήματα τῆς ψυχῆς)。阿摩尼奥斯承接此句式,在下文中夹入长插入语后,将“这些首先作为其记号的那些东西”(ὧν οὖν πρώτως ταῦτα σημεῖά ἐστι)以“这些乃是思想”(ταῦτα νοήματά ἐστι)显式地复原先行词,从而厘清了句法结构。
