- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:19.3-20.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯阐释了亚里士多德区分依自然存在者(事物与思想)与依约定存在者(声音与文字)的普遍性准则,并进一步阐明描摹事物本性的“相似物”与完全依赖人为构想的“符号与标记”之间的差异。
διακρίνει δὲ τὰ φύσει τῶν θέσει κανόνι τοιούτῳ χρώμενος· τὰ παρὰ πᾶσι, φησί, τὰ αὐτὰ ὄντα ταῦτά ἐστι φύσει, τὰ δὲ μὴ παρὰ πᾶσι τὰ αὐτὰ ὄντα ταῦτα οὐ φύσει εἰσὶν ἀλλὰ θέσει. καὶ τοῦτο εἰκότως· μία γὰρ οὖσα ἡ τοῦ παντὸς φύσις ὅμοια δηλονότι πανταχοῦ ποιεῖ τὰ κατὰ τὸ αὐτὸ εἶδος εἶναι λεγόμενα· εἰ δέ τινα παρ’ ἄλλοις καὶ ἄλλοις διάφορα εἴη, ταῦτα οὐκ ἂν εἴη φύσεως δημιουργήματα. ἐπεὶ οὖν τὰ μὲν πράγματα καὶ τὰ νοήματα παρὰ πᾶσίν ἐστι τὰ αὐτά (πανταχοῦ γὰρ τὸ αὐτὸ ἀνθρώπου εἶδος καὶ ἵππου καὶ λέοντος, καὶ νόημα ὡσαύτως τὸ αὐτὸ παρὰ πᾶσι περί τε ἀνθρώπου καὶ λίθου καὶ τῶν ἄλλων πραγμάτων ἑκάστου), φωναὶ δὲ καὶ γράμματα οὐ παρὰ πᾶσι τὰ αὐτά (φωναῖς τε γὰρ ἄλλαις μὲν Ἕλληνες, ἄλλαις δὲ Φοίνικες, Αἰγύπτιοι δὲ ἄλλαις χρῶνται· “ἄλλη γὰρ ἄλλων γλῶσσα” φησὶν ἡ ποίησις· καὶ γράφουσι πάλιν δι’ ἄλλων καὶ ἄλλων γραμμάτων ἕκαστοι τὰς ἑαυτῶν φωνάς), διὰ τοῦτο τὰ μὲν πράγματα καὶ τὰ νοήματα φύσει εἶναι διισχυρίζεται, τὰς δέ γε φωνὰς καὶ τὰ γράμματα θέσει, καὶ οὐ φύσει. καὶ δῆλον ὅτι μᾶλλον τῶν φωνῶν περὶ τὰ γράμματα τὸ θέσει θεωρηθήσεται. διὸ καὶ ὅλως ἠξίωται μνήμης ὡς ἔχοντά τινα πρὸς τὰς φωνὰς οἰκειότητα, οὐ μόνον τῷ πρὸς τὴν μνήμην αὐτῶν συμβάλλεσθαι, ἀλλὰ καὶ ὡς ἐναργὲς ἔχοντα τὸ θέσει καὶ δυνάμενα δι’ ἑαυτῶν σαφέστερον ἡμᾶς ἐπιστῆσαι τῷ θέσει εἶναι τὰς φωνάς, ὅπερ οὐκ ἔστιν ὁμοίως γνώριμον τῷ θέσει τὰ γράμματα εἶναι1 (περὶ γοῦν τῶν φωνῶν ζητεῖν ἠξίωσαν οἱ παλαιότεροι, πότερον φύσει εἶναι αὐτὰς ἢ θέσει ῥητέον, καὶ ἦν ἐν τούτοις προσῆκον διορισθῆναι, πότερος αὐταῖς τούτων τῶν τρόπων τῆς ὑποστάσεως ἁρμόσει, καὶ τούτῳ χρήσασθαι πρὸς τοὺς ὁρισμοὺς τοῦ τε ὀνόματος καὶ τοῦ ῥήματος καὶ τοῦ ἐξ αὐτῶν συγκειμένου λόγου· περὶ δὲ τῶν γραμμάτων οὐδεμία παρ’ αὐτοῖς γέγονεν ἀμφισβήτησις), ἐπεὶ ὅτι ἄλλως οὐδεμίαν ἡμῖν χρείαν παρέξει πρὸς τὴν θεωρίαν τῶν προκειμένων, αὐτὸς ἐφεξῆς δηλώσει, τὰ μὲν γράμματα παραλιπὼν μόνα δὲ τὰ πράγματα καὶ τὰ νοήματα καὶ τὰς φωνὰς θεωρῶν ὡς ποτὲ μὲν ἁπλᾶ ποτὲ δὲ σύνθετα. τούτων οὖν τὰ μὲν νοήματα ὁμοιώματα καλεῖ τῶν πραγμάτων, τὰς δὲ φωνὰς οὐκ ἀξιοῖ καλεῖν ὁμοιώματα τῶν νοημάτων, ἀλλὰ σύμβολα καὶ σημεῖα, καὶ τὰ γράμματα τῶν φωνῶν ὡσαύτως. Διαφέρει δὲ τὸ ὁμοίωμα τοῦ συμβόλου, καθόσον τὸ μὲν ὁμοίωμα τὴν φύσιν αὐτὴν τοῦ πράγματος κατὰ τὸ δυνατὸν ἀπεικονίζεσθαι βούλεται, καὶ οὐκ ἔστιν ἐφ’ ἡμῖν αὐτὸ μεταπλάσαι (τὸ γὰρ ἐν τῇ εἰκόνι γεγραμμένον τοῦ Σωκράτους ὁμοίωμα εἰ μὴ καὶ τὸ φαλακρὸν καὶ τὸ σιμὸν καὶ τὸ ἐξόφθαλμον ἔχοι τοῦ Σωκράτους, οὐκέτ’ ἂν αὐτοῦ λέγοιτο εἶναι ὁμοίωμα), τὸ δέ γε σύμβολον ἤτοι σημεῖον (ἀμφοτέρως γὰρ αὐτὸ ὁ φιλόσοφος ὀνομάζει) τὸ ὅλον ἐφ’ ἡμῖν ἔχει, ἅτε καὶ ἐκ μόνης ὑφιστάμενον τῆς ἡμετέρας ἐπινοίας· οἷον τοῦ πότε δεῖ συμβάλλειν ἀλλήλοις τοὺς πολεμοῦντας δύναται σύμβολον εἶναι καὶ σάλπιγγος ἀπήχησις καὶ λαμπάδος ῥῖψις, καθάπερ φησὶν Εὐριπίδης ἐπεὶ δ’ ἀφείθη πυρσὸς ὣς Τυρσηνικῆς σάλπιγγος ἠχή, σῆμα φοινίου μάχης. δύναται δέ τις ὑποθέσθαι καὶ δόρατος ἀνάτασιν καὶ βέλους ἄφεσιν καὶ ἄλλα μυρία. ἐπεὶ οὖν τὰς μὲν αὐτὰς φωνὰς δυνατὸν δι’ ἄλλων καὶ ἄλλων ἀπογράφεσθαι γραμμάτων, ὡς αἱ τῶν ἰδιογράφων λεγομένων χαρακτήρων ἐπίνοιαι δηλοῦσι, καὶ τὰ αὐτὰ νοήματα δι’ ἄλλων καὶ ἄλλων ἐξαγγέλλειν φωνῶν, ὡς σημαίνει τὸ τῶν διαλέκτων πλῆθος καὶ κατὰ τὴν αὐτὴν διάλεκτον ἡ τῶν ὀνομάτων μετάθεσις (τὸν γὰρ Ἀριστοκλέα ἔδοξε τοῖς παλαιοῖς καλέσαι Πλάτωνα καὶ τὸν Τύρταμον Θεόφραστον), τὸ μέντοι ἓν καὶ ταὐτὸν πρᾶγμα δι’ ἄλλων καὶ ἄλλων νοημάτων ἐπινοεῖν ἀδύνατον, ἀλλ’ ἀνάγκη τῶν νοημάτων ἕκαστον εἰκόνα εἶναι τοῦ πράγματος, οὗ ἂν ᾖ νόημα, ὥσπερ ἐν πίνακι τῇ ψυχῇ γεγραμμένον, εἴπερ ἐστὶ τὸ νοεῖν οὐδὲν ἕτερον ἢ τὸ δέξασθαι τὸ εἶδος τοῦ νοουμένου ἤτοι πρόχειρον ποιῆσαι· διὰ τοῦτο καλεῖ τὰ μὲν νοήματα τῶν πραγμάτων ὁμοιώματα, τὰ δέ γε ὀνόματα καὶ τὰ ῥήματα τῶν νοημάτων καὶ τὰ γράμματα τῶν ὀνομάτων καὶ ῥημάτων σύμβολα καὶ σημεῖα. τούτων δὴ τῶν τεττάρων, λέγω δὴ πραγμάτων νοημάτων φωνῶν γραμμάτων, χαίρειν ἐάσας2 τὰ γράμματα ὡς οὐδὲν ἀναγκαῖον ἔχοντα πρὸς τὴν προσεχῆ τῶν πραγμάτων ὑφήγησιν, ἃ προηγουμένως ὁ φιλόσοφος βούλεται θεωρεῖν, περὶ νοημάτων σκοπεῖ, δι’ ὧν ταῦτα γινώσκομεν, καὶ περὶ φωνῶν διορίζεται, ὧν χωρὶς ἀδύνατον μάθησιν ἢ διδασκαλίαν γενέσθαι.
他通过运用如下的准则,将依自然存在者与依约定存在者区分开来:他说,对所有人都是相同的东西,这些是依自然存在的;而对所有人不是相同的东西,这些不是依自然存在,而是依约定存在的。这是合乎情理的:因为宇宙的自然是单一的,显然会使在各地被说成依相同种而存在的事物相似;但如果某些事物在不同的人那里各不相同,这些就不会是自然造物。因此,既然事物与思想对所有人都是相同的(因为在各地,人、马和狮子的种是相同的,同样,关于人、关于石头以及关于其余各个事物的思想对所有人也是相同的),而声音和文字对所有人并非相同的(因为希腊人使用某些声音,腓尼基人使用另一些声音,埃及人又使用另一些声音;如诗所说:‘不同的人有不同的语言’;而各个民族又用不同的字母书写各自的声音),正因如此,他断言事物和思想是依自然存在的,而声音和文字是依约定存在,而非依自然存在的。显而易见,相较于声音,文字的依约定性更容易被考察到。因此,文字之所以总体上被认为值得提及,是因为与声音有某种亲缘关系,这不仅在于它有助于声音的记忆,而且在于它具有明显的约定性,能够通过自身更清晰地引导我们注意到声音也是依约定存在的这一事实,而这一事实并不像文字依约定存在那样同样显为人知(无论如何,古人们曾认为值得就声音进行探究,探讨应当说它们是依自然存在还是依约定存在,并且在这些讨论中理应界定这两种存立方式中哪一种适用于它们,并将此运用于名词、动词以及由它们复合而成的言辞的定义中;而关于文字,在他们那里并未发生任何争论);因为在其他方面文字不会为我们关于当下面临论题的考察提供任何效用,他本人在下文中就会表明这一点,他略过文字,仅将事物、思想和声音考察为有时是单纯的,有时是复合的。因此在这些之中,他将思想称为事物的相似物,却不认为值得将声音称为思想的相似物,而是称为符号和标记,文字对声音亦是如此。而相似物与符号的区别在于:相似物旨在尽可能描摹事物本身的自然,改变它并不取决于我们(因为画像中所绘的苏格拉底的相似物,如果不具有苏格拉底的秃顶、塌鼻和凸眼,就不能再被说是他的相似物了);而符号或标记(因为哲学家用这两种方式称呼它)则完全取决于我们,因为它纯粹出于我们的构想而存立。例如,关于作战者何时应当彼此交锋,号角声和掷火把都可以是符号,正如欧里庇得斯所说:‘当第勒尼安号角的鸣响——血战的标记——如火把般放出时’。人们也可以假定举起长矛、射出箭矢以及其他无数的信号。因此,既然可以用不同的字母记录相同的话音,正如所谓私人案造的字符的发明所表明的;也可以用不同的声音传达相同的思想,如方言的繁多以及在同一方言中名词的改换所表明的那样(因为古人认为把阿里斯托克勒称作柏拉图、把蒂尔塔莫称作狄奥弗拉斯托是相宜的);然而,通过不同的思想来构想同一件事物却是不可能的,毋宁说每一个思想必然是该事物(它正是关于此物的思想)的画像,宛如画在作为画板的灵魂中——如果思想确实无非是接纳被思想者的形式,亦即使其现成于前;由于这个缘故,他称思想为事物的相似物,而将名词和动词称为思想的符号与标记,文字则称为名词和动词的符号与标记。在这四者之中——我指的是事物、思想、声音、文字——他便将文字弃置不顾,因为它对于对事物的直接讲授(这些〔事物〕正是哲学家主要想要考察的)没有任何必要性;而考察了思想(我们正是通过思想认识这些事物的),并界定了声音(若没有声音,学习或教学就无法发生)。
- 1.3τῷ θέσει τὰ γράμματα εἶναι
这是定冠词带不定式结构的与格,作为与副词 ὁμοίως(‘同样地’)相应的关系/比较与格。它与 ὅπερ 的先行词(声音依约定存在)形成对比:“这并不像文字依约定存在那样同样显为人知”。
- 1.3χαίρειν ἐάσας
惯用表达 χαίρειν ἐάω(‘告别’、‘弃置一旁’、‘略去不提’)的不定过去时分词。它以宾格 τὰ γράμματα 为宾语,标志着将对文字的讨论暂且搁置,转向主要论题(思想与声音)。
