- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:197.32-199.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯援引亚里士多德的例子(人、动物、两足、温顺;白、行走),阐明当本质述项不带连词连缀以构成定义时生成单一命题,而带有连词或述项为偶性时则无法构成真正单一的命题。
Ὅτι δὲ τοῦτό ἐστιν ὃ βούλεται λέγειν, σαφέστατα δηλοῖ δι’ ὧν παρατίθεται παραδειγμάτων· τὸν γὰρ ἄνθρωπον ὡς ἕν τι ὑποκείμενον λαβὼν κατηγορεῖ κατ’ αὐτοῦ πρότερον μὲν πλείονας ἅμα φωνὰς σημαντικὰς πραγμάτων κατ’ οὐσίαν τοῦ ὑποκειμένου κατηγορουμένων καὶ συμπλέκεσθαι ἀλλήλοις πρὸς τὴν γένεσιν τοῦ ὁρισμοῦ αὐτοῦ πεφυκότων, ὕστερον δὲ πλείονας μὲν πάλιν ἅμα φωνὰς ἀλλὰ σημαντικὰς τῶν κατὰ συμβεβηκὸς ὑπαρχόντων τῷ ὑποκειμένῳ καὶ διὰ τοῦτο συμφύεσθαι πρὸς ἄλληλα μὴ δυναμένων, καί φησι τὴν μὲν ἐκ τοῦ ἑνὸς ὑποκειμένου καὶ τῶν συμπλέκεσθαι πεφυκότων κατηγορουμένων πρότασιν οὐ τῇ φωνῇ μόνον ἀλλὰ καὶ τῇ δυνάμει μίαν εἶναι, ὅταν συμπλέξαντες ἀλλήλοις τὰ πολλὰ ἐκεῖνα τοῦ ἑνὸς ὑποκειμένου κατηγορήσωμεν, τὴν δέ γε ἐκ τοῦ ἑνὸς ὑποκειμένου καὶ τῶν μὴ πεφυκότων συμφύεσθαι κατηγορουμένων μηδέποτε γίνεσθαι ὄντως μίαν, κἂν ἡμεῖς τῇ φωνῇ συνείραντες πρὸς ἄλληλα τὰ συμβεβηκότα ὡς δὴ ἕν τι ἅμα πάντα τοῦ ὑποκειμένου κατηγορεῖν ἐπιχειρήσωμεν· οὕτω γὰρ καὶ τὴν πρότασιν συμβήσεται τῇ μὲν φωνῇ δοκεῖν μίαν εἶναι τῇ δὲ δυνάμει μηδαμῶς μετέχειν τοῦ ἑνός. καὶ ταῦτα οὕτω διοριζόμενος οὐδαμοῦ ἐν τούτοις φαίνεται λέγων τι περὶ ὁμωνύμου κατηγορουμένου ἢ ὑποκειμένου, αὐτῶν δὲ τῶν κατ’ οὐσίαν κατηγορουμένων πρότερον, ὡς εἴρηται, ποιούμενος μνείαν ἐνδείκνυται ὅτι διαφόρως δύνανται κατηγορεῖσθαι τοῦ ὑποκειμένου· ποτὲ μὲν γὰρ οὐ τῇ φωνῇ μόνον ἀλλὰ καὶ τοῖς σημαινομένοις ὡς πολλὰ κατηγοροῦνται καὶ οὐ μίαν ἀλλὰ πολλὰς ποιοῦσι προτάσεις,1 ποτὲ δὲ κατὰ μόνην τὴν φωνὴν τὸ πλῆθος ἔχουσι καὶ μίαν ὄντως ποιοῦσι πρότασιν· τὸ γὰρ ζῷον καὶ τὸ δίπουν καὶ τὸ ἥμερον λαμβάνων κατ’ οὐσίαν τοῦ ἀνθρώπου κατηγορούμενα καὶ δυνάμενα συμπληροῦν αὐτοῦ τὸν ὁρισμὸν παραδείγματος χάριν, ὡς δηλοῖ καὶ τὸ ἴσως αὐτοῖς προσκείμενον, ἀλλὰ καὶ ἕν τι, φησί, γίνεται ἐκ τούτων, ὡς ὅταν μὲν εἴπωμεν ‘ὁ ἄνθρωπος καὶ ζῷόν ἐστι καὶ δίπουν καὶ ἥμερον’, πλειόνων τε ληφθέντων κατηγορουμένων διὰ τοὺς συνδέσμους καὶ πλείονας ποιούντων προτάσεις (ὅμοιον γάρ τι ποιοῦμεν ὡς εἰ ἐλέγομεν ‘ὁ ἄνθρωπος ζῷόν ἐστιν, ὁ ἄνθρωπος δίπουν ἐστί, ὁ ἄνθρωπος ἥμερόν ἐστιν’, ὅπερ ἐστὶ πολλὰς ἐναργῶς λέγειν προτάσεις τῷ αὐτῷ ὑποκειμένῳ χρωμένας), ὅταν δὲ ἄνευ τῶν συνδέσμων λάβωμεν τὰ κατηγορούμενα καὶ συνείροντες πρὸς ἄλληλα ἐφεξῆς εἴπωμεν ‘ὁ ἄνθρωπος ζῷον δίπουν ἥμερόν ἐστιν’, ἀλλὰ μὴ σιωπῇ μέσῃ διακόψωμεν τὴν συνέχειαν τῶν συμπληρούντων τὸν ὁρισμόν, ἑνός τε ληφθέντος κατηγορουμένου καὶ μίαν ὄντως ποιοῦντος πρότασιν. ταῦτα περὶ τούτων διορισάμενος ἑξῆς προστίθησι τὰ περὶ τῶν κατὰ συμβεβηκὸς κατά τινος κατηγορουμένων καὶ ἀποφαίνεται μηδέποτε γενέσθαι ἂν ἐκ τούτων μίαν κατηγορίαν ἢ μίαν πρότασιν,2 κἂν ἐφεξῆς αὐτὰ κατηγορήσωμεν, καθάπερ ἐποιοῦμεν ἐπὶ τῶν ὁρισμῶν· οὐ γὰρ ὥσπερ τὸ ζῷον καὶ τὸ δίπουν καὶ τὸ ἥμερον συνεκίρναντο ἀλλήλοις πρὸς μίαν φύσεως σύστασιν, οὕτω δὲ καὶ τὰ πλείονα συμβεβηκότα δύναται κραθέντα ἢ ἀλλήλοις ἢ τῷ κοινῷ αὐτῶν ὑποκειμένῳ μίαν ἐργάσασθαι φύσιν. διὸ οὔτε ὁ εἰπὼν ‘ἄνθρωπος λευκὸς βαδίζων ἐστί’ μίαν εἶπε πρότασιν, ἐπεὶ οὐδὲ τὸ κατηγορούμενον ἕν, ὡς ἐν τοῖς ἑξῆς διορισθήσεται, καὶ ὅμοιον ὡς εἰ λέγοιμεν ‘ὁ ἄνθρωπος λευκός ἐστιν, ὁ ἄνθρωπος βαδίζων ἐστίν’, οὔτε μὴν ὁ εἰπὼν ‘ὁ Σωκράτης ἄνθρωπος λευκὸς βαδίζων ἐστί’, διότι οὐδὲ ἐκ τούτων ἕν τι γίνεται κατηγορούμενον, ἅτε πλειόνων συμβεβηκότων τῷ ἀνθρώπῳ παραληφθέντων. διορισθήσεται δὲ τὰ περὶ τούτων ἐν τοῖς ἑξῆς ἀκριβέστερον.
而这正是他所要表达的意思,通过他所列举的例子表明得最为清楚。因为他把“人”作为某个单一的主项,首先就它陈述同时意谓那些按照主项的本质被陈述、且本性上适合为了生成其定义而彼此结合的事物的多个发音,随后又再次同时陈述多个发音,但这些发音意谓那些偶性地属于主项、并因而在本性上不能彼此结合的事物。他说,由单一主项和本性上适合结合的谓项所构成的命题,当我们把那些多数事物彼此结合并就单一主项陈述它们时,不仅在发音上、而且在潜能上都是单一的;然而由单一主项和本性上不能结合的谓项所构成的命题,即便我们在发音上把那些偶性彼此串联起来,试图将所有事物一并当作某种单一者就主项进行陈述,也绝不会成为真正单一的。因为这样一来,命题同样会在发音上显得是单一的,而在潜能上却绝不分有单一性。并且在如此规定这些事情时,他在这些文句中丝毫未显出谈论了同名异义的述项或主项;相反,如前所述,他首先提及那些按照本质被陈述的事物本身,以此表明它们能够以不同的方式就主项被陈述。因为有时它们不仅在发音上、而且在所意谓的事物上作为多数者被陈述,造成不是一个而是多个命题;有时它们则仅就发音而言具有多数性,而造成真正单一的命题。因为他将“动物”、“两足的”与“温顺的”作为按照人的本质被陈述、且能够(如附于其上的“或许”一词所示,作为例子)补全其定义的事物选取之后,说“然而由这些事物中也生成了某种单一者”——正如一方面,当我们说“人既是动物,又是两足的,也是温顺的”时,由于连词的缘故选取了多个述项并造成多个命题(因为我们所做的类似于我们若说“人是动物,人是两足的,人是温顺的”,这显然是使用同一个主项陈述许多命题);而在另一方面,当我们不带连词选取这些述项,并将其彼此串联连续地说“人是两足温顺的动物”,而不以中间的停顿打断补全定义者的连续性时,选取的是单一述项,并造成真正单一的命题。在就这些事物作了这番规定之后,他接着补充了关于依偶性就某物陈述的事物,并断言即便我们连续地陈述它们,如同我们在定义的情形中所做的那样,也绝不会由这些事物中产生单一的陈述或单一的命题。因为并不像“动物”、“两足的”与“温顺的”彼此融合成一种本性的单一构成那样,多个偶性也能与彼此或与它们共同的主项相融合而产生单一的本性。因此,说“人是白的行走的”的人并非说出了一个命题,因为正如在后文中将被规定的那样,被陈述者不是单一的,并且这类似于我们若说“人是白的,人是行走的”;说“苏格拉底是白的行走的人”的人同样不是[说出了一个命题],因为即便由这些事物中也不能生成某种单一的述项,既然选取了属于人的多个偶性。关于这些事情,将在后文中更精确地予以规定。
- 1.44ὡς ὅταν μὲν εἴπωμεν ... πλειόνων τε ληφθέντων κατηγορουμένων διὰ τοὺς συνδέσμους καὶ πλείονας ποιούντων προτάσεις
整个句子的骨架是一个对称对比结构(ὡς ὅταν μὲν εἴπωμεν ... ὅταν δὲ ... λάβωμεν ...),各分句末尾的独立属格结构(前者为 πλειόνων τε ληφθέντων ... ποιούντων,后者为 ἑνός τε ληφθέντος ... ποιοῦντος)表述在各发话情况下所造成的结果或附带情况。
- 1.44μηδέποτε γενέσθαι ἂν ἐκ τούτων μίαν κατηγορίαν ἢ μίαν πρότασιν
由主动词 ἀποφαίνεται 引导的间接引语中的 ἄν + 不定词(不定过去时)结构,对应于直接引语中的潜在祈愿语气(οὐκ ἂν γένοιτο),表达“绝不可能产生”单一述项或命题的潜在判断。
