← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§196.17-197.31

名称与实质的单一性及对20b15的解读

阿摩尼奥斯梳理了命题词项在发音与意义的单纯性方面的其余情形;在考察名称单一而实质为多以及表达为多而实质为单一的情形之后,他针对亚里士多德在20b15-16的文句批判了先前注解者们的看法,并提出了自己的解释,即该文句分别对前文两次出现的“单一者”作出了限定。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.44#2

εἰ δέ γε κατὰ μόνην τὴν λέξιν τὸ ἁπλοῦν ἔχοιεν οἱ ὅροι, ὁμώνυμοι δηλαδὴ ληφθέντες, ἢ ἄμφω ἢ καὶ ὁ ἕτερος, οὐκέτι μὲν μία ἡ πρότασις, ἀλλὰ τὴν κατὰ τοῦτο διαφορὰν πρότερον ἡμῖν παρεδίδου, δι’ ὧν ἔλεγεν εἰ δὲ δυοῖν ἓν ὄνομα κεῖται καὶ οἷον εἴ τις θεῖτο ἱμάτιον ὄνομα ἵππῳ καὶ ἀνθρώπῳ. λείπεται οὖν ἔτι μία διαφορά, καθ’ ἣν οἱ ὅροι καὶ τῇ λέξει καὶ τοῖς σημαινομένοις πεπληθυσμένοι παραλαμβάνονται, ἢ ἄμφω πάλιν ἢ μόνος ὁ ἕτερος. ἀλλὰ πιθανώτερον ὑπολαβὼν ὁ Ἀριστοτέλης πρὸς τὸ νομίζεσθαι μίαν τὴν οὐ μίαν πρότασιν τὸ ὑποθέσθαι μόνον τὸν ἕτερον τῶν ὅρων κατ’ ἄμφω ποικίλον τοῦ λοιποῦ ὅρου ὄντως ἑνὸς ὄντος ἢ τὸ ἀμφοτέρους, καὶ ἅμα ὡς τούτῳ συνελεγχομένης ἀπὸ τοῦ μᾶλλον τῆς λοιπῆς ὑποθέσεως τῆς ἄμφω τοὺς ὅρους μηδεμιᾶς μετέχειν ἁπλότητος ὑποτιθεμένης, ἐπὶ ταύτης προάγει τὸν λόγον,1 τὸ ἓν κατὰ πολλῶν ἢ πολλὰ καθ’ ἑνὸς κατηγορεῖν καταφατικῶς ἢ ἀποφατικῶς μὴ ἀξιῶν ποιεῖν μίαν ἀπόφανσιν, εἰ μὴ τύχοι, φησίν, ἐκ τῶν πολλῶν τῶν κατηγορηθέντων ἢ ὑποτεθέντων ἕν τι γινόμενον, ἵνα πάλιν περὶ μόνην τὴν λέξιν ἡ ποικιλία θεωρῆται τὸ δὲ σημαινόμενον ἁπλοῦν ᾖ, καθάπερ ἐπὶ τῶν ὁρισμῶν ἐλέγομεν ἔχειν. ἐπάγοντος δὲ τοῦ Ἀριστοτέλους τὸ λέγω δὲ ἓν οὐκ ἐὰν ὄνομα ἓν ᾖ κείμενον, μὴ ᾖ δὲ ἕν τι ἐξ ἐκείνων, ἔνιοι μὲν τῶν ἐξηγητῶν ὑπέλαβον συντάττεσθαι αὐτὸ πρὸς τὸ ἐὰν μὴ ἕν τι ᾖ τὸ ἐκ τῶν πολλῶν συγκείμενον, ὡς ἂν δηλοῦντος διὰ τούτων τοῦ φιλοσόφου πῶς ποτε δεῖ ἔχειν τὸ ἓν ἐκεῖνο τὸ ἐκ τῶν πολλῶν συγκεῖσθαι λεγόμενον, ὅτι πάντως μὲν ἓν ὄνομα ἔχειν οὐ μέντοι τῷ ὀνόματι μόνον ἓν αὐτὸ εἶναι χρή, ὡς ὅταν ληφθῇ ὁμωνύμως αὐτῶν κατηγορούμενον, ἀλλὰ προηγουμένως τῷ σημαινομένῳ. καὶ οἴονται τὸ λεγόμενον μηδὲν διαφέρειν τοῦ πρότερον ἤδη ῥηθέντος οἷον εἴ τις θεῖτο ἱμάτιον ὄνομα ἵππῳ καὶ ἀνθρώπῳ, τὰ αὐτὰ πάλιν περὶ τῶν αὐτῶν λέγεσθαι ὑπολαμβάνοντες. ἄμεινον δὲ ἴσως καὶ τοῖς ἐπιφερομένοις μᾶλλον συνᾷδον τὸ λέγειν ὅτι2 δὶς τοῦ ἑνὸς μνημονεύσας ἐν τοῖς προσεχῶς προειρημένοις, δι’ ὧν τε ἔλεγε τὸ δὲ ἓν κατὰ πολλῶν ἢ πολλὰ καθ’ ἑνός καὶ πάλιν δι’ ὧν ἐφεξῆς ἐπῆγεν ἐὰν μὴ ἕν τι ᾖ τὸ ἐκ τῶν πολλῶν συγκείμενον, τοῦ μὲν πρότερον ὡς ἐνεργείᾳ τε παραληφθέντος ἐν τῇ προτάσει καὶ ὁμολογουμένως τῷ πράγματι ἑνὸς εἶναι ὀφείλοντος, τοῦ δὲ ὕστερον ὡς ἐνεργείᾳ μὲν οὐ ληφθέντος συγκεῖσθαι μέντοι ἐκ τῶν πολλῶν τῶν ἐνεργείᾳ παραληφθέντων ὀφείλοντος, εἰ μέλλοι μία εἶναι ἡ πρότασις, πρὸς ἀμφοτέρας τοῦ ἑνὸς τὰς ἐννοίας ταῦτα νῦν ἀποδίδωσιν, ἐξ ἀρχῆς μὲν διὰ τοῦ λέγω δὲ ἕν διδάσκων ὡς πρόκειται αὐτῷ τοὺς περὶ τοῦ δὶς προρρηθέντος ἑνὸς παραδοῦναι διορισμούς, δι’ ὧν δὲ ἑξῆς ἐπιφέρει οὐκ ἐὰν ὄνομα ἓν ᾖ κείμενον, μὴ ᾖ δὲ ἕν τι ἐξ ἐκείνων δὶς μὲν τοῦ ἑνὸς πάλιν μνημονεύων, οὐ μέντοι περὶ τοῦ αὐτοῦ, ὥσπερ ὑπολάβοι ἄν τις, ἑνὸς ὅρου διαλεγόμενος καὶ διαστέλλων πῶς μὲν ἑνὸς πῶς δὲ οὐχ ἑνὸς αὐτοῦ ληφθέντος πολλὰς ἀντὶ μιᾶς εἶναι συμβαίνει τὰς προτάσεις, ἀλλὰ τὸ μὲν λέγων περὶ τοῦ ὄντως ἑνὸς ληφθέντος ὅρου φωνῇ τε καὶ σημασίᾳ, τὸ ἐὰν ὄνομα ἓν ᾖ κείμενον, τὸ δὲ περὶ τοῦ ἑτέρου τοῦ κατὰ τὴν φωνὴν ἐνεργείᾳ τὸ πλῆθος ἔχοντος, τὸ μὴ ᾖ δὲ ἕν τι ἐξ ἐκείνων· ἐὰν γὰρ ἑνός τινος τεθέντος ὑποκειμένου ἢ κατηγορουμένου ὀνόματος καὶ ἕν τι πρᾶγμα σημαίνοντος μὴ ᾖ ἐκ τῶν πολλῶν τῶν κατηγορηθέντων αὐτοῦ ἢ ὑποτεθέντων αὐτῷ ἕν τι συγκείμενον, οὐκέτι μία ἡ πρότασις, ἀλλ’ ὅσον τὸ πλῆθος τῶν κατηγορηθέντων καὶ ὑποτεθέντων.

然而,如果词项仅在词句上具有单纯性,即作为同名异义者被选取,无论是两者还是其中一者,命题就都不再是单一的;但对此相应的区别,他先前在他说“如果为两件事物确立了一个名称”以及“例如若有人为马和人确立了‘衣服’这一名称”的文句中已经传授给我们了。因此,还剩下另一种差异,即词项在词句与所意谓的事物两者上都被当作多数者选取,这同样要么是在两者中,要么仅在其中一者中。但是亚里士多德认为,对于使非单一命题显得是单一的而言,假定仅词项中的一者在两方面是多样的而余下的词项是真正单一的,比起假定两者都是多样的更为可信;同时,由于假定两个词项都不分有任何单纯性的剩余假定也以此从“更有甚者”的角度被一并驳倒,他便以此[仅一者为多样的假定]推进其论证。他认为,就多数事物肯定或否定地陈述一件事物,或者就一件事物肯定或否定地陈述多数事物,并不能构成一个陈述,除非——他说——由被陈述或作为主项的多数事物碰巧生成了某种单一者,以便如我们在定义的情形中所说的那样,多样性再次仅就词句而言被观察,而所意谓的事物是单纯的。 在亚里士多德引入“我所说的一,并非指即使确立了一个名称,却并不存在由那些事物所构成的某种单一者”时,注解者中的一些人认为这句话在句法上是与“除非由多数事物所组成的事物是某种单一者”相联系的,仿佛哲学家通过这些话表明了那被称为由多数事物组成的“单一者”究竟应当处于何种状态:即它无论如何必须具有一个名称,但不应仅在名称上是单一的(正如当它被同名异义地选作它们的谓项时那样),而应当首先在所意谓的事物上是单一的。他们认为所说的内容与先前已经说过的“例如若有人为马和人确立了‘衣服’这一名称”毫无二致,以为是在就相同的事情再次陈述相同的内容。然而,或许更好且更契合后文的说法是:既然他在紧接的前文中两次提到了“一”——无论是在他说“但是就多数事物[陈述]一件事物,或者就一件事物[陈述]多数事物”之处,还是在他随后补充“除非由多数事物所组成的事物是某种单一者”之处;前一个[一]是在命题中被现实选取且公认应当在事实上为一的,而后一个[一]虽然并未被现实选取,但若命题要是单一的,就应当由那些被现实选取的多数事物组成——那么他现在是将这些话对应于“一”的这两种概念。首先,通过“我所说的一”,他指明自己的意图是传授关于先前两次提到的“一”的限定;而通过他紧接着补充的“并非指即使确立了一个名称,却并不存在由那些事物所构成的某种单一者”,虽然他再次两次提及“一”,但绝非如某些人可能设想的那样是在探讨同一个词项,并在区分它是如何作为单一者、又是如何作为非单一者被选取从而导致命题并非单一而是多数;相反,他说“即使确立了一个名称”是指在发音和意义上被真正作为单一者选取的那个词项,而说“却并不存在由那些事物所构成的某种单一者”是指在发音上现实地具有多数性的另一个词项。因为,即便确立了某个单一的名称作为主项或述项并且它意谓某种单一的事物,如果由对它陈述或作为其主项的多数事物中不能组成某种单一者,命题就不再是单一的,而是与被陈述和作为主项的事物的多数性同样多数。

语法注2 条
  1. 1.44ἀλλὰ πιθανώτερον ὑπολαβὼν ὁ Ἀριστοτέλης πρὸς τὸ νομίζεσθαι μίαν τὴν οὐ μίαν πρότασιν τὸ ὑποθέσθαι μόνον τὸν ἕτερον τῶν ὅρων κατ’ ἄμφω ποικίλον τοῦ λοιποῦ ὅρου ὄντως ἑνὸς ὄντος ἢ τὸ ἀμφοτέρους, καὶ ἅμα ὡς τούτῳ συνελεγχομένης ἀπὸ τοῦ μᾶλλον τῆς λοιπῆς ὑποθέσεως τῆς ἄμφω τοὺς ὅρους μηδεμιᾶς μετέχειν ἁπλότητος ὑποτιθεμένης, ἐπὶ ταύτης προάγει τὸν λόγον

    主句动词为 ἐπὶ ταύτης προάγει τὸν λόγον,主语是 ὁ Ἀριστοτέλης。前置分词 ὑπολαβὼν 支配不定式短语 τὸ ὑποθέσθαι ... ἢ τὸ ἀμφοτέρους 作为宾语,并以 πιθανώτερον πρὸς τὸ νομίζεσθαι μίαν τὴν οὐ μίαν πρότασιν 作其述格补足语。此外,由 καὶ ἅμα ὡς 引出的属格绝对结构(τούτῳ συνελεγχομένης ... τῆς λοιπῆς ὑποθέσεως)作为并列原因插入其中。全句骨架为:“亚里士多德认为A比起B更为可信,同时由于C,便以此推进其论证”。

  2. 1.44ἄμεινον δὲ ἴσως καὶ τοῖς ἐπιφερομένοις μᾶλλον συνᾷδον τὸ λέγειν ὅτι

    全句的主语是带有定冠词的不定式 τὸ λέγειν(“说……”),述语形容词为 ἄμεινον(更好)与 συνᾷδον(契合),系动词 ἐστί 被省略。紧接着的由 ὅτι 引出的长篇从句充当 λέγειν 的宾语内容,构成了阿摩尼奥斯针对前述注解者们的见解提出自身替代方案的核心骨架。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:196.17-197.31