← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§195.1-196.17

命题的单一性标准与词项的四种分类

阿摩尼奥斯从妥当应对辩证提问的角度,解释了亚里士多德在20b13重提单一命题与多数命题之区分的目的,并基于词项在发音与所意谓事物上的单纯或复合引入四种分类,进而探讨命题单一性的判准。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.44#1

" Τὸ δὲ ἓν κατὰ πολλῶν ἢ πολλὰ καθ’ ἑνὸς καταφάναι ἢ ἀποφάναι, ἐὰν μὴ ἕν τι ᾖ τὸ ἐκ τῶν πολλῶν συγκείμενον, οὐκ ἔστι κατάφασις μία οὐδὲ ἀπόφασις. λέγω δὲ ἓν οὐκ ἐὰν ὄνομα ἓν ᾖ κείμενον, μὴ ᾖ δὲ ἕν τι ἐξ ἐκείνων, οἷον ὁ ἄνθρωπος ἴσως ἐστὶ καὶ ζῷον καὶ δίπουν καὶ ἥμερον, ἀλλὰ καὶ ἕν τι γίνεται ἐκ τούτων ἐκ δὲ τοῦ λευκοῦ καὶ τοῦ ἀνθρώπου καὶ τοῦ βαδίζειν οὐχ ἕν. ὥστε οὔτε ἐὰν ἕν τι κατὰ τούτων καταφήσῃ τις, μία κατάφασις, ἀλλὰ φωνὴ μὲν μία καταφάσεις δὲ πολλαί, οὔτε ἐὰν καθ’ ἑνὸς ταῦτα, ἀλλ’ ὁμοίως πολλαί." Παραδέδωκε μὲν ἡμῖν καὶ πρότερον ὁ φιλόσοφος τὴν διάκρισιν τῆς τε ὄντως οὔσης μιᾶς προτάσεως καὶ τῆς δοκούσης μὲν εἶναι μιᾶς μὴ μέντοι καὶ οὔσης, ἐν οἷς ἔλεγε μία δέ ἐστι κατάφασις καὶ ἀπόφασις ἡ ἓν καθ’ ἑνὸς σημαίνουσα, καὶ νῦν δὲ πάλιν περὶ τοῦ αὐτοῦ διαλέγεται θεωρήματος, οὐ ταυτολογῶν οὐδ’ ὅτι πρότερον μὲν περὶ τῶν ἁπλουστάτων διελέγετο προτάσεων νῦν δὲ περὶ τῶν ἐκ τρίτου προσκατηγορουμένου1 (τυχὸν μὲν γὰρ οὐδὲ τοῦτο ἄλογον, τὸ ἐπιδεῖξαι καθ’ ἑκάτερον τῶν προτάσεων εἶδος τὸν αὐτὸν τρόπον γινομένην τὴν εἰρημένην τῶν ἀποφαντικῶν λόγων διάκρισιν), ἀλλ’ εἰ δεῖ τὸ ἐμοὶ φαινόμενον λέγειν, διαλεχθεὶς πρότερον περὶ τῶν πρὸς ἐρώτησίν τινα γινομένων ἀρνήσεων, πότε μὲν οἷόν τε αὐτὰς συμπλεκομένας ταῖς ἐρωτήσεσι ποιῆσαι κατάφασιν ἐκ μεταθέσεως ἀληθῆ πότε δὲ οὔ, βούλεται τὸ ὁλοσχερέστερον εἰλημμένον ἐν ἐκείνοις ἐπιδιαρθρῶν ἐπιστατικωτέρους ἡμᾶς ποιῆσαι πρὸς τὸ μὴ προχείρως ἀποκρίνασθαι διὰ μιᾶς ἀποκρίσεως πρὸς τὴν γεγενημένην ἐρώτησιν· οὐ γὰρ δὴ καὶ ὅταν δοκῇ μὲν εἶναι μία,2 κατὰ ἀλήθειαν μέντοι μὴ ᾖ μία. πρὸς οὖν τὴν τούτου κατανόησιν, λέγω δὲ τοῦ τίς ἡ μία διαλεκτικὴ ἐρώτησις καὶ τίς ἡ οὐ μία, προχείρους ἐχρῆν ἔχειν τοὺς κανόνας τῆς διακρίσεως τῆς τε μιᾶς καὶ τῆς οὐ μιᾶς προτάσεως, εἴπερ ἡ διαλεκτικὴ ἐρώτησις πρότασίς τίς ἐστι. διόπερ ἔοικεν ἀναλαμβάνειν νῦν τὴν περὶ τοῦ θεωρήματος τούτου σκέψιν ὁ Ἀριστοτέλης. δηλοῖ δὲ ὥσπερ συμπέρασμα τούτων ἐπάγων τὴν διδασκαλίαν τοῦ πότε οὐ χρὴ διὰ μιᾶς ἀποκρίσεως ἀποκρίνασθαι πρὸς τὴν ἐρώτησιν, λέγων εἰ οὖν ἡ ἐρώτησις ἡ διαλεκτικὴ ἀποκρίσεώς ἐστιν αἴτησις καὶ τὰ ἑξῆς, οὐκ ἄν εἴη ἀπόκρισις μία πρὸς ταῦτα· οὐδὲ γὰρ ἡ ἐρώτησις μία. περὶ μὲν οὖν τῆς προθέσεως τῶν προκειμένων καὶ τῆς τάξεως ἱκανὰ τὰ εἰρημένα. λέγει δὲ περὶ αὐτῶν οὐχ ἅπερ εἴρηκε πρότερον (τοῦτο γὰρ ὄντως ταυτολογοῦντος ἦν), ἀλλ’ ἐν τούτοις παραδίδωσι καὶ ἑτέραν ἡμῖν διαφορὰν τῆς τε ὄντως οὔσης καὶ τῆς μόνον δοκούσης εἶναι μιᾶς προτάσεως. Ἵνα δὲ ῥᾴδιον παρακολουθήσωμεν τοῖς ῥηθησομένοις, λέγομεν ὡς ἐπεὶ τοὺς λαμβανομένους ἐν ταῖς προτάσεσιν ὅρους καὶ φωνάς τινας εἶναι ἀναγκαῖον καὶ πράγματά τινα σημαίνειν, τέτταρας αὐτῶν συμβαίνει γίνεσθαι τὰς διαφοράς· ἢ γὰρ κατ’ ἄμφω ἁπλοῖ εἰσι, τήν τε φωνὴν καὶ τὸ σημαινόμενον, ἢ κατ’ οὐδέτερον ἢ κατὰ θάτερον, καὶ τοῦτο δηλονότι διχῶς. εἰ μὲν οὖν κατ’ ἄμφω τὸ ἁπλοῦν ἔχοι τῶν ὅρων ἑκάτερος, ὁμολογουμένως μία ἡ πρότασις, ὡς ὅταν εἴπωμεν ‘ὁ ἄνθρωπος ζῷόν ἐστι’. καὶ εἰ κατὰ μόνον τὸ σημαινόμενον μὴ μέντοι κατὰ τὴν λέξιν, μία καὶ οὕτως, εἰ καὶ ἧττον ἔχει τὸ προφανῶς εἶναι μία διὰ τὴν περὶ τὴν λέξιν θεωρουμένην ποικιλίαν, ἢ κατὰ θάτερον τῶν ὅρων ἢ κατ’ ἀμφοτέρους, ὡς ὅταν εἴπωμεν ‘ὁ ἄνθρωπος ζῷον λογικὸν θνητόν ἐστιν’ ἢ ‘τὸ ζῷον λογικὸν θνητὸν ἄνθρωπός ἐστιν’ ἢ ‘τὸ ζῷον λογικὸν θνητὸν οὐσία ἔμψυχος αἰσθητική ἐστιν’.

“但是,就多数事物肯定或否定一件事物,或者就一件事物肯定或否定多数事物,除非由多数事物所组成的事物是某种单一者,否则就不是一个肯定命题,也不是一个否定命题。我所说的一,并非指即使确立了一个名称,却并不存在由那些事物所构成的某种单一者——例如,人或许既是动物,又是两足的,也是温顺的,并且由这些确实生成某种单一者;但由白、人以及行走并不能生成单一者。因此,即便有人就这些肯定某种单一者,也不是一个肯定命题,而是发音为一个,肯定命题却有多数;即便就单一者肯定这些,亦非一个肯定命题,而是同样有多数。” 哲学家[亚里士多德]先前也曾向我们传授过真正单一的命题与看似单一实则并非单一的命题之间的区别,即在他曾说“一个肯定命题和一个否定命题是就单一者意谓单一者的命题”之处;而现在他又再次探讨同一条定理,这既不是在同语反复,也不是因为先前论述的是最单纯的命题而现在论述的是带有第三个附加述项的命题(因为展示出上述陈述句的区别在命题的每一种形态中都依相同的方式发生,这或许也并非不合理),而是——若必须说出我认为的情形——在先前论述了针对某种提问而作出的否定、关于它们在何时与提问结合能够构成真的出自换位的肯定命题而何时不能之后,他希望通过进一步明晰界定在那些论述中仅大体把握的内容,使我们在面对所提出的问题时不致轻率地用一个回答去应答;因为即便[提问]看似单一,但若在真相上并非单一,[亦决不可用一个回答去应答]。因此,为了理解这一点,即理解何为一个辩证提问而何为非单一的提问,既然辩证提问是某种命题,就必须手头具备区分单一命题与非单一命题的准则。为此,亚里士多德现在似乎重新拾起了关于这一定理的考察。而他在紧接着引入何时不应用一个回答来应对提问的教导(仿佛这是从这些论述得出的结论)时明确表明了这一点,他说“因此,如果辩证提问是对回答的索求”等等,“对这些提问就不会有一个回答;因为提问本身就不是单一的”。关于眼下论题的意图与次序,所说已然足够。而他关于它们所说的,并非他先前所说过的那些(因为那确实是同语反复者所为),而是在这些论述中向我们传授了真正单一的命题与仅看似单一的命题之间的又一种差异。 为了让我们能轻松跟进接下来将要讲述的内容,我们说:由于在命题中选取的词项必然既是某种声音,又意谓某种事物,因此它们便会产生四种差异:因为它们要么在发音与所意谓的事物两者上都是单纯的,要么在两者上都不是,要么在其中一者上是单纯的,而这后者显然有两种情形。因此,如果词项中的每一者在两者上都具有单纯性,公认该命题是单一的,正如当我们说‘人是动物’时那样。而如果仅在所意谓的事物上是单纯的,但在词句上并非如此,命题依此方式亦是单一的,即便由于在词句上所观察到的多样性,它明显具有单一性的程度较弱,无论是在词项的一者中还是在两者中,正如当我们说‘人是理性的有朽的动物’,或‘理性的有朽的动物是人’,或‘理性的有朽的动物是有灵魂的有感觉的实体’时那样。

语法注2 条
  1. 1.44οὐ ταυτολογῶν οὐδ’ ὅτι πρότερον μὲν περὶ τῶν ἁπλουστάτων διελέγετο προτάσεων νῦν δὲ περὶ τῶν ἐκ τρίτου προσκατηγορουμένου

    分词短语 οὐ ταυτολογῶν 与由 οὐδ’ ὅτι... 引导的原因从句并列,修饰主动态动词 διαλέγεται,表示被排除了的理由(“既非在同语反复,亦非仅因……”),并与后文由 ἀλλ’ ... βούλεται(“而是因为……他希望”)引出的真正动机相对立。分词与从句两种不同的语法形式在否定连词 οὐ... οὐδέ 之下被赋予了并列的因果说明功能。

  2. 1.44οὐ γὰρ δὴ καὶ ὅταν δοκῇ μὲν εἶναι μία, κατὰ ἀλήθειαν μέντοι μὴ ᾖ μία.

    承接前文的不定词短语 πρὸς τὸ μὴ προχείρως ἀποκρίνασθαι διὰ μιᾶς ἀποκρίσεως(“不致轻率地用一个回答去应答”),在 ὅταν 引导的从句之后省略了主句谓语(即“不应用一个回答去应答”)。小词组合 οὐ γὰρ δὴ καί 强调了前述否定的意图,表明即使提问看似单一而实非单一,也决不能用单一回答应付。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:195.1-196.17